Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ἡ μουσικὴ λέγεται τριχῶς, καθʼ ἕνα μέν τρόπον ἐπι- στήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀλριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθʼ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μέν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δέ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατ᾿ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική·

κατα- χρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.

ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.

τῆς δὲ ἀντιρ- ῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι | τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μου- σική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦ- σθαι·

οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοι- [*](§ 2 de voce μεμουσῶσθσι cf. Philodem. de mus. p. 77, 25 K. || 4 οἱ μέν cf. Philod. de mus. p. 109, 29 K.) [*](5 ἐμπειρίαν G: corr. Bekk. dub. || 7 ψαλτηρίας LVr | κατὰ ταῦτα τὰ ci. Bekk. Bury || 8 παρὰ 〈τοῖς〉 π. dub. Bekk. || 18 δι- πλὸν E: διπὸν LVr εἰπεῖν ζ || 19 γραμματικώτερον, suprascr. δογμα- V || 22 τὸν μουσικὸν VC Herv. )

164
αύτης ἀντιρρήσεως ἐν τῷ σαλεύειν τὰς ἀρχικὰς ὑποθέ- σεις τῶν μουσικῶν ᾠήθησαν καὶ τὴν ὅλην ἀνῃρῆσθαι μουσικήν.

ὅθεν καὶ ἡμεῖς ὑπέρ τοῦ μὴ δοκεῖν τι τῆς δι- δασκαλίας χρεωκοπτεῖν, τὸν ἑκατέρου δόγματος ἀπορήμα- τος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§ 19 — 37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτον- τες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέ- σην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν.

Τάξει δὲ ἀρχέτω πρῶτον τὰ ὑπέρ μουσικῆς παρὰ τοῖς πολλοῖς εἰωθότα θρυλεῖσθαι. εἴπερ τοίνυν, φασί, φιλοσο- φίαν ἀποδεχόμεθα σωφρονίζουσαν τὸν ἀνθρώπινον βίον καὶ τὰ ψυχικὰ πάθη καταστέλλουσαν, πολλῷ μᾶλλον ἀπο- δεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάτ- τουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐ- τῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία.

ὁ γοῦν Πυθαγόρας μειράκια ὑπὸ μέθης ἐκβεβακχευμένα ποτέ θεασάμενος ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν, παρ- ῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος τοῦ δέ τὸ προσταχθὲν ποιή- σαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωυφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.

οἵ τε τῆς Ἑλλάδος ἡγούμενοι καὶ ἐπʼ ἀνδρείᾳ διαβόητοι Σπαρτιᾶται μουσικῆς ἀεί ποτε στρατηγούσης αὐτῶν ἐπολέμουν. καὶ οἱ ταῖς Σόλωνος χράμενοι παραινέσεσι πρὸς αὐλὸν καὶ λύραν παρε τάσ- σοντο, ἔνρυθμον ποιούμενοι τὴν ἐνόπλιον κίνησιν.

καὶ μὴν ὥσπερ σωφρονίζει μέν τούς ἄφρονας ἡ μουσική, εἰς [*](§ 7 cf. Philodem de mus. p. 92,37 et 19.32 10K. || 8 cf. PIut. de mus. 1146 f et Philod. de mus. p. 58 K. || 9 Σπαρτιᾶται cf. Philod. de mus. p. 27. 22 K. et PIut. de mus. 1140 b—d. Σόλωνος cf. Wilamowitz Progr. Gott. 1884, 13. ἐνόπλιον cf. Wilam. Verskunst 376 sqq. schol. in Aristophan. 112 b 30 Dübner.) [*](4 ἀπορήμ. Theiler: πράγμ. G || 11.12 εἰωθότα π. τ. πολλ. Ϛ, || 15 ἀποδεξόμεθα dub. Bekk., Bury | ὅτι orm. Ϛ || 16 θιλούσης V C 19 μηδέ LVr || 27 εὔρυθμον Ϛ et marg. cod. Gon. )

165
ἀνδρείαν δέ προτρέπει τοὺς δειλοτέρους, οὕτω καὶ παρη- γορεῖ τούς ὑπʼ ὀργῆς ἐκκαιομένους. ὁρῶμεν γοῦν ὡς καὶ ὁ παρὰ τῷ ποιητῇ μηνίων Ἀχιλλεὺς καταλαμβάνεται ὑπὸ τῶν ἐξαποσταλέντων πρεσβευτῶν (l 186)
  • φρένα τερπόμενος φόρμιγγι λιγείῃ
  • καλῇ δαιδαλέῃ ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν.
  • τὴν ἕλετʼ ἐξ ἐνάρων, πόλιν Ἠετίωνος ὀλέσσας.
  • τῇ ὅ γε θυμὸν ἔτερπεν,
  • ὡς ἂν σαφῶς γινώσκων τὴν· μουσικὴν πραγματείαν μάλι- στα δυναμένην περιγίνεσθαι τῆς περὶ αὐτὸν διαθέσεως. καὶ μὴν διʼ ἔθους ἦν καὶ τοῖς ἄλλοις ἥρωσιν,

    εἴ ποτε ἀποδημοῖεν καὶ μακρὸν πλοῦν στέλλοιντο, ὡς πιστοτάτους φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπο- λείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ ταύτην σωφροσύνης.

    ἀλλʼ ὁ Αἴγισθος πανοῦργος ὢν αὐ- τίκα τὸν ἀοιδὸν τοῦτον (γ 270)

  • ἄγων εἰς νῆσον ἐρήμην
  • κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι
  • εἶθ᾿ οὕτως ἀφύλακτον λαβὼν τὴν Κλυταιμνήστραν διέ- φθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος.

    οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, κα- θάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σω- κράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τού- τῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ἀψιμαθῆ μᾶλλον | ἢ ἀμαθῆ διαβάλλεσθαι.

    οὐ χρὴ μέντοι, φασίν, ἀπὸ τῆς νῦν ἐπιτρίπτου καὶ κατεαγυίας μουσικῆς τὴν πα- [*](§ 10 Ἀχιλλεύς cf. PIut. de mus. 1146 b—c || 11 Κλυταιμνήστρα cf. Philod. de mus. p. 20, 25 K. || 13 Πλάτων e. g. Rep. 410e et Tim. 43 asqq. Σωκράτης . . . ἀψιμαθῆ cf. PIat. Menex. 236a, Euthyd. 272bc, Philod. de mus. p.94,35 K.) [*](2 ὡς om. C, suprscr. A || 3 μηνίῶν LVr: μηνιῶν Ϛ || 7 τὴν αἴας ἕλετ᾿ E: τὴν αἴρεσινλετʼ LVr || 12 ἀποδημῶεν G: corr. Bekk. 27 ἔλεγεν Bekk. Theiler: malim φοιτῶν [καὶ] )

    166
    λαιὰν διασύρειν, ὅτε καὶ Ἀθηναῖοι πολλὴν πρόνοιαν σω- ψροσύνης ποιούμενοι καὶ τὴν σεμνότητα τῆς γε μουσικῆς κατειληφότες ὡς ἀναγκαιότατον αὐτὴν μάθημα τοῖς ἐκ- γόνοις παρεδίδοσαν.

    καὶ τούτου μάρτυς ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, λέγων (Teleclid. f. 1 Kock et Ari- stoph. nub. 963)

  • λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον.
  • πρότερον γὰρ ἔδει παιδὸς φωνὴν γρύσαντος μηδένʼ
  • ἀκοῦσαι,
  • εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ.
  • ὅθεν εἰ καὶ κεκλασμένοις τισὶ μέλεσι νῦν καὶ γυναικώδεσι ῥυθμοῖς θηλύνει τὸν νοῦν ἡ μουσική, οὐδὲν τοῦτο πρὸς τὴν ἀρχαίαν καὶ ἔπανδρον μουσικήν.

    εἴπερ τε ἡ ποιητικὴ βιωφελής ἐστι, ταύτην δέ φαίνεται κοσμεῖν ἡ μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γε- νήσεται ἡ μουσική. ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελο- ποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο.

    ὡσαύτως δέ καὶ τὰ παρὰ τοῖς τραγικοῖς μέλη καὶ στάσιμα, φυσικόν τινα ἐπέχοντα λόγον, ὁποῖά ἐστι τὰ οὕτω λεγόμενα· (Eurip. fr. 839 Nauck)

  • γαῖα μεγίστη καὶ Διὸς αἰθήρ,
  • ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
  • ἡ δʼ ὑγροβόλους σταγόνας νοτίας
  • παραδεξαμένη τίκτει θνατούς,
  • τίκτει δὲ βορὰν φῦλά τε θηρῶν,
  • ὅθεν οὐκ ἀδίκως
  • μήτηρ πάντων νενόμισται.
  • καθόλου γὰρ οὐ μόνον χαιρόντων ἐστὶν ἄκουσμα, ἀλλʼ ἐν ὕμνοις καὶ εὐχαῖς καὶ θεῶν θυσίαις ἡ μουσική διὰ δὲ τοῦτο καὶ ἐπὶ τὸν τῶν ἀγαθῶν ζῆλον τὴν διάνοιαν | προ- [*](§ 15 κεκλασμ. μέλ. cf. PIut. de mus. 1136 b, Philod. de mus. p. 80, 31 et 16, 1 K.) [*](2 τε EL || 7 ὃν ἐξ ἀρχῆς G: corr. Bekk. sec. Athenaeum || 10 εἰς EL 15 μελίζουσα edd. 16 καὶ om. LVr || 25 δέ om. Ϛ 29 εὐωχίαις G: cf. Wilamn., sed cf. Herodot. A 31 )

    167
    τρέπεται. ἀλλὰ καὶ λυπουμένων παρηγόρημα· ὅθεν καὶ τοῖς πενθοῦσιν αὐλοῖς μελῳδοῦσιν οἱ τὴν λύπην αὐτῶν ἐπικουφίζοντες.

    Τοιαῦτα μέν ὑπέρ μουσικῆς λέγεται δὲ πρὸς ταῦτα τὸ μέν πρῶτον ὅτι οὐκ ἔστιν ἐκ προχείρου διδόμενον τὸ φύσει τῶν μελῶν τὰ μὲν εἶναι διεγερτικὰ τῆς ψυχῆς τὰ δὲ κατασταλτικά. παρὰ γὰρ τὴν ἡμετέραν δόξαν τὸ τοι- οῦτο γίνεται. ὥσπερ γὰρ ὁ τῆς βροντῆς κτύπος, καθὰ φασιν Ἐπικουρείων παῖδες, οὐ θεοῦ τινος ἐπιφάνειαν ση- μαίνει ἀλλὰ τοῖς ἰδιώταις καὶ δεισιδαίμοσι τοιοῦτος εἶναι δοξάζεται,

    ἐπεὶ καὶ ἄλλων σωμάτων ἐπʼ ἴσης ἀλλήλοις προσκρουσάντων ὅμοιος ἀποτελεῖται κτύπος, ὥσπερ καὶ μύλου περιαγομένου ἢ χειρῶν συμπαταγουσῶν, τὸν αὐτὸν τρόπον καὶ τῶν κατὰ μουσικὴν μελῶν οὐ φύσει τὰ μέν τοῖά ἐστι τὰ δέ τοῖα, ἀλλʼ ὑφʼ ἡμῶν προσδοξάζεται. τὸ αὐτὸ γοῦν μέλος τῶν μὲν ἵππων διεγερτικόν ἐστι, τῶν δὲ ἀνθρώπων ἐν θεάτροις ἀκουόντων οὐδαμῶς. καὶ τῶν ἵππων δέ τάχα οὐ διεγερτικόν ἐστιν ἀλλὰ ταρακτικόν. εἶτα κἂν τοιαῦτα ᾖ τὰ τῆς μουσικῆς μέλη,