Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐπεὶ οὖν ὁ [*](§ 83—84 cf. Cic. de div. II 44, 92sq. || 84—85 cf. Hippol. el. IV 5,2—3 || 86—87 ibid. 5, 1—2) [*](2 γὰρ om. Ϛ || 3 〈 〉 Bekk. Bury || 4 post τοῖς al. man. add. συνεκτικῶσι καὶ τοῖς marg. B || 6 αὐτὴν om. LVr || 8 παρὰ S 9 ἐπειδὴ παρὰ πᾶσιν οὐκ ἰσοχρ. S || 12 ὡροσκοποῦν Ϛ || 13 ἐπὶ pro ἀκμὴν S1 || 16 πρόχειρον, suprscr. -δηλον S1 |ἀπλοῦς pro ἀπλαν. EL V rS2 || 25 ὅτι om. S1 || 29 ὁ λόγος om. ELVr ϚS2: in S1 inter- polatum cens. Theiler |ἐπέφαινεν Ϛ: ὑπέ. in ἐπέ. corr. E )

158
Χαλδαῖος οὐκ ἐτή |ρησε τὸν ἀκριβῆ τῆς γενέσεως χρόνον ἐπὶ τοῦδε τοῦ ἰδιώτου ἀλλὰ παρʼ αὐτοῦ τοῦτον ἀκούει, οὑτοσὶ δὲ ὁ ἰδιώτης τὰ μὲν διʼ ἀπειρίαν τὰ δὲ καὶ διὰ τὸ μὴ πάνυ τι ἐσπουδακέναι περὶ τὸ πρᾶγμα πάλιν οὐκ οἶδε τὸν ἀκριβῆ χρόνον, καταλείπεται ἄρα πρόρρησιν μὲν μηδʼ ἡντινοῦν βεβαίαν, πλάνην δὲ καὶ φενακισμὸν ἀπὸ Χαλδαϊκῆς τοῖς ἀνθρώποις περιγίνεσθαι.

Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει, ὑπʼ αὐ- τῶν σχεδὸν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων· οἱ γὰρ ἐν τῷ αὐτῷ καθʼ ὁλοσχέρειαν χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλʼ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην συναποτεχθέντων αὐτῷ, cὐδὲ Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἐπισκέπτεται, οὐ δυνήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει, πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τούτῳ γεννηθέντες ἐδυστύχησαν, καὶ ἀνάπαλιν ὅτι ὅδε τις ἀπορήσει· οὐκ ὀλίγοι γὰρ τῶν τὸ αὐτὸ διάθεμα ἐσχηκότων εὐπορώτατοι κατεγήρα- σαν.

καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν φαίνεται τοὺς Χαλ- δαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχεί- ρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπί- πτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διά- φοροι γίνονται.

ὅπερ ἐστὶ ψεῦδος· ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμιάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ [*](§ 88 ═ Hippol. el. IV 5, 4 || 89 ═ ibid. 5 || 88—89 cf. Cic. de div. II 45, 95 || 90 —91 ═ Favorin. ap. Gell. n. A. XIV 27—28) [*](3 καὶ om. S || 4 τοι S, Ϛ ||10 ἀπελεγχθήσονται Ϛ || 11 χρόνω om. AB || 15 τῶ πλάτ. S ||17 δυνηθήσεται ELVr Ϛ ||20 ὅτι om. S1 Ϛ |ὁ τοιὸς δέ τις Ϛ: ὅς δέ τις ELVr S2 |εὐπορήσει Ϛ || 21 ἀπο- ρώτατοι ELVrϚ || 26 καὶ om. S || 29 ἰδιότητας παθῶν Ϛ edd. )

159
ἐν συμπτώσεσιν οἰκιῶν ἀπολη |φθέντας ἢ ναυαγίοις κατα- ποντισθέντας· οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προει- ρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπο- ρεῖν.

εἰ γὰρ ὁ μὲν ἐν τῇ ἀκίδι τοῦ τοξότου γεννηθεὶς κατὰ τὸν μαθηματικὸν σφαγήσεται λόγον, πῶς αἱ τοσαῦ- ται μυριάδες τῶν βαρβάρων ἀνταγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ὑφʼ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων ὁ αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν 〈εἰ〉 ὁ ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεννηθεὶς ναυαγήσει, πῶς οἱ ἀπὸ Τροίας ἀνακομιζόμενοι τῶν Ἐλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν;

ἀμήχανον γὰρ πάντας μακρῷ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεγεννῆσθαι. καὶ μὴν οὐδέ ἔνεστι λέγειν ὅτι διʼ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάν- τες οἱ ἐν τῇ νηὶ συναπόλλυνται διὰ τί γὰρ ἡ τούτου εἱ- μαρμένη τὰς πάντων νικᾷ, ἀλλʼ οὐχὶ διὰ τὸν ἕνα ᾧ εἵμαρται ἐπὶ γῆς θανεῖν πάντες περισῴζονται;

ἄλλος δέ τις ἀπορήσει καὶ περὶ τῶν ἀλόγων ζῴων. εἰ γὰρ παρὰ τούς συσχηματισμοὺς τῶν ἀστέρων τὰ κατὰ τὸν βίον ἀποτελέσματα πέφυκεν ἐκβαίνειν, ἐχρῆν ἐν τῷ αὐτῷ τούτῳ τοῦ ζῳδίου μορίῳ κάνθωνος ἅμα καὶ ἀνθρώπου γεννηθέντων τὴν αὐτὴν ἐν ἀμφοτέροις ἀκολουθεῖν τῶν βίων ἔκβασιν, καὶ μὴ τὸν μέν ἄνθρωπον πολλάκις ἐπι- φανῶς πολιτευσάμενον περισπούδαστον εἶναι τοῖς δήμοις, τὸν δέ κάνθωνα διὰ παντὸς ἀχθοφορεῖν ἢ εἰς μύλωνας ἀπάγεσθαι.

τοίνυν οὐκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀ- στέρων κινήσεις διοικεῖσθαι τὸν βίον ἢ εἴπερ ἐστὶν εὔ- λογον, ἡμῖν πάντως ἀκατάληπτον.

[*](§ 92 ~ Hippol. el. IV 5, 7 || 93 ~ ibid. 8 — 9 || 92—94 cf. Cic. de div. II 47, 97 || 25 ἄπαις cf. παρθ. ζώδ. στει- ρῶδες Ptol. ap. IV 6 p. 192, 3 Boll- Boer. Vett. Val. p. 10, 10 Kroll. Heph. I 1 p. 55, 13 Engelbrecht)[*](1 σύμπτωσιν V C: συμπτώμασιν cert.: corr. Bekk. | ἀποληφ- θέντας om. S | ναυαγίοις G Nebe: —ίαις Bekk. || 4 μέν om. ζ || 6 ἀντιφεριζόμεναι S || 8 εἰ supppl. Bekk. sec. Herv. || 11 συγκατεπον- τώθησαν G: corr. Nebe sec. Hippolyt. || 17 ἀπσθανεῖν S || 20 ἐχρῆν om. V C || 22. 23 τοῦ βίου Ε || 23 καλῶς pro ἐπιφανῶς S || 25 εἰς κοιλώνας S || 26 εὔλογον om. ς || 27 διοικήσεις κινεῖσθαι S )
160

Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δέ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις αἰδήμιων.

ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλ- λον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μέν γάρ, εἰ ὅτι ἄλκι- μον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεν- νώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα τούτῳ θῆλυ νομίζουσι ζῷον;

εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς· εἰκὸς γὰρ τοὺς παλαιούς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δέ οὐδὲ κατ᾿ αὐτὴν ἀλλʼ εὐσήμου χάριν διδασκαλίας.

τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέ- ρες, 〈τοσοῦτον〉 διεστῶτες ἀπʼ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ πέντε, ἐφʼ ὧν φησιν ὁ Ἄρατος (phaen. 56)

  • ἀλλο δύο κροτάφους, δύο δʼ ὄμματα, εἰς δʼ ὑπένερθεν
  • ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
  • οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον (§ 88 sq.) ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδιῳ γεννωμένων οὔθʼ αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς ἑἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύ- νατον ἐδείξαμεν γὰρ τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀπο- τέξεως καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον.

    δυοῖν τε [*](§ 95 v. p. 159 90 Hippol. el. IV 6,1 || 97 ibid. 2 || 98 ibid. 3) [*](3 εἴδη S || 5 λευκόχρους Ϛ ||6 τοιαῦτα pro τούτοις ὅμοια S || 7 ἐστιν om. S | εἰ om. LVr || 10 μάταιον τὸ Nebe sec. Herv. et Hippol. ex notione; μετὰ τοῦτο G || 11 ζῴδ κάλλ. del. Harder | λέοντα οὐδενὶ ἀναλ. S || 14 οὐ LVr || 15 ὅμοιον ἔχ. ELVr Ϛ; corr. Nebe sec. S et Hippol. || 16 〈 〉 Harder || 18 ὕπερθεν S || 21 ἐν τῷ αὐτῷ ζ. ci. Bekk. 22 εἰσὶν Ϛ || 35 τοῖς αὐτοῖς χρ. ELVr Ϛ || 26 ἀούστ. εἶναι S2, || 26 —p. 161, 4 δυοῖν δὲ θάτερον· ἢ γὰρ δ ἀὴρ ὑπὸ τοῦ κατ᾿ οὐρανὸν λέοντος τυπούμενος τοιαύτας συμβαίνειν καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον τὰς διαθέσεις ποιεῖ, διὰ τὸ τὸ ὡροσκοποῦν ζώδιον λέ- οντα καλεῖσθαι, εἶναι δέ τὸ ζῶον, ὦ τὸ ὄνομα τιοῦτα (sic !) πρόσεστι, ἀνδρεῖον, καὶ τὸν γεννώμενον τοιοῦτον γίνεσθαι. ἀλλὰ διὰ etc. S, )

    161
    θάτερον· ἢ γὰρ ὅτι λέων λέγεται τὸ ζώδιον, καὶ ὁ γεννηθεὶς ἀνδρεῖος. γίνεται, ἢ ὅτι τραπέντος τοῦ ἀέρος ὑπὸ τοῦ κατ’ οὐρανὸν λέοντος τοιαῦται συμβαίνουσι καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον διαθέσεις. ἀλλὰ διὰ μέν τὸ λέοντα καλεῖσθαι τὸ ὡροσκοποῦν ζώδιον οὐ πι- θανὸν ἀνδρεῖον γίνεσθαι τούτῳ γὰρ τῷ λόγῳ ἐχρῆν καὶ τοὺς τῷ ἐπιγείῳ λέοντι συναποτεχθέντας ἢ συνανατρα- φέντας ἀνδρείους ὑπάρχειν παρόσον λέων λέγεται τὸ ᾧ συνανετράφησαν ζῷον.

    εἰ | δὲ διὰ τὴν τοῦ ἀέρος τροπήν, τί τοῦτο πρὸς τὴν τοῦ βίου διαφοράν; εἰς μὲν γὰρ τὸ ἰσχυρὸν τῷ σώματι γίυσθαι τὸ γεννώμενον καὶ θηριῶ- δες τοῖς ἤθεσιν τάχα συμβάλλεται ἡ ποιὰ τοῦ ἀέρος κρᾶσις, εἰς δὲ τὸ δανείοις καταχρέων γενέσθαι τὸ γεν- νώμενον ἢ βασιλεύειν ἢ δεσμευθῆναι ἢ σπανότεκνον ἢ σπανάδελφον ὑπάρχειν οὐδʼ ὁτιοῦν φαίνεται συνεργεῖν ὁ ἀήρ.

    καὶ πάλιν εἰ ὁ παρθένου ὡροσκοπούσης τετανόθριξ χαροπὸς λευκόχρως, δεήσει μηδένα τῶν Αἰθιόπων παρθένον ἔχειν ὡροσκοποῦσαν, ἐπεὶ δώσουσιν Αἰθίοπα 〈μηδαμῶς〉 λευκὸν εἶναι καὶ χαροπὸν καὶ τετανότριχα· ὃ πάντων ἐστὶν ἀτοπώτατον.

    καθόλου δέ, ἐπεὶ οὐδʼ ἐνδείκνυσθαι λέγου- σιν αὐτοῖς τοὺς ἀστέρας τὰς τῶν ἀνθρωπίων βίων δια- φοράς, ἀλλʼ αὐτοὶ ταύτας συμπαρατετηρηκέναι ταῖς τῶν ἀστέρων σχέσεσι, φημὶ ὅτι εἰ μελλήσει βέβαιος πρόρρησις γίνεσθαι, δεῖ τὴν αὐτὴν τῶν ἀστέρων σχέσιν μὴ ἅπαξ συμπαρατετηρηκέναι τῷ ἑνὸς τινὸς βίῳ ἀλλὰ καὶ δεύτε- ρον δευτέρου καὶ τρίτον τρίτου, ἵνα ἐκ τοῦ διομιαλίζειν ἐπὶ πάντων τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις μάθωμεν, ὅτι τῶν ἀστέρων τοιοῦτον ἀναδεξαμένων τὸν σχηματισ- μὸν τόδε πάντως ἔσται τὸ ἀποβησόμενον·

    καὶ ὃν τρόπον [*](7 τοὺς om. L | συνανατραφέντας S: συντραφέντας cett. || 9 συν- ετράφησαν LVrζ l ζώω ELVrζ || 11 τοῖς σώμασι ELVrζ ζ: τοῦ σώματος S2, τὸ γεννώμενον om. ζ | θηριώδη S1 || 14 δεηθῆναι ELVrζ: δεθῆναι edd. || 15 σπανώδελφον S2: σπανώγεων (?) S1, et S2 marg. || 18 〈 〉 Harder: an sufficit, post ἐπεὶ subaudire ἄλλως et 19. 20) δ -ἀτοπ. ad aihum Aethiopem referre? || 20 ἐπεὶ — 2I δια- φοράς· ἐπεὶ οὐδέν δείκνυσθαι λέγομεν ἐκ τῶν οὐρανίων τὰς τοῦ ἀν- θρωπίνου βίου διαφορὰς S || 22 αὐτοὶ S: αὐτὸς cett. || 22. 23 παρὰ τὰς τῶν ἀστέρων σχέσεις, φασι, εἰ S || 25 τινὸς ἑνὸς S1 || 29 ὃν om. LVr )

    162
    ἐν τῇ ἰατρικῇ ἐτηρήσαμεν ὅτι ἡ τῆς καρδίας περέψυξίς ἐστι θάνατος, οὐ τὴν Δίωνος μόνον τελευτὴν αὐτῇ συμ- παρατηρήσαντες ἀλλὰ καὶ Θέωνος καὶ Σωκράτους καὶ ἄλλων πολλῶν, οὕτω καὶ ἐν μαθηματικῇ εἰ πιστόν ἐστιν ὅτι ὅδε ὁ σχηματισμὸς τῶν ἀστέρων τοιούτου βίου μη- νυτικὸς καθέστηκεν, πάντως οὐχ ἅπαξ ἐφʼ ἑνὸς ἀλλὰ πολλάκις ἂν ἐπὶ πολλῶν παρετηρήθη.

    ἐπεὶ οὖν ὁ αὐτὸς τῶν ἀστέρων σχηματισμὸς διὰ μακρῶν, ὥς φασι, χρόνων θεω- ρεῖται, ἀποκαταστάσεως γινομένης τοῦ μεγάλου ἐνιαυτοῦ διʼ ἐννεακισχιλίων ἐννακοσίων καὶ ἑβδομήκοντα | καὶ ἑπτὰ ἐτῶν, οὐ φθάσει ἀνθρωπίνη τήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως, καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις, ἤτοι τοῦ κόσμου φθορᾶς, εἰρήκασιν ὡς τινες, μεσολαβούσης αὐτήν, ἢ πάντως γε τῆς κατὰ μέρος μεταβολῆς ἐξαφανιζούσης τὸ συνεχές τῆς ἱστορι- κῆς παραδόσεως.

    Τοσαῦτα μέν οὖν ἐστι καὶ τὰ πραγματικῶς δυνάμενα λέγεσθαι πρὸς τούς Χαλδαίους. μεθʼ ἃ πάλιν ἀπʼ ἄλλης ἀρχῆς σύντομον οὖσαν καὶ τὴν πρὸς τοὺς μουσικοὺς ἀν- τίρρησιν ἀποδώσομεν.

    [*](§ 105 = Hippol. el. IV 7, 2—3 cf. Cic. de div. II 46, 97. Rtol. ap. I 2 p. 8, 6sqq. Boll- Boer. Favorin. ap. Gell. n. A. XIV 1, 14 sqq.)[*](1.2 περέψ. ἔ. θάνατος S: τρῶσις αἴτιόν ἐ. θανάτου cett. We. || 2.3 παρατηρ. S || 3 καὶ Θ. — Σωκρ. om. S || 5 ὁ om. ELVr || 7 ἂνS1: om. cett. || 8 σχηματισμὸς S Hippol.: συσχ. cett. || 9 τοῦ μεγ. ἐν. ut gloss. susp. Harder || 10 ἐννεαγιλιάδων S1: διʼ 7777 ἐτῶν Hippol. || 12 ἀλλʼ οὐδὲ ὡς οὐχ S: καὶ ταῦτα οὐχ cett. || 13.14 ὡς εἰρήκασιν S1: ὡς om. S2 || 13 〈τῆς〉 τοῦ ci Bekk. || 14 αὐτῆς S || 17 μέν om. S || 18 κατὰ χαλδαίων S1: περὶ χαλδαϊκῆς S2 || 19 ἀντίρρ. S: ζήτησιν cett. || 20 σέξτου ἐμπειρικοῦ πρὸς ἀστρολόγους ἤτοι μαθηματι- κούς —πρὸς μουσικούς tit. LVr BVCR: ‘explicit’ deest in EA )
    163