Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οὐ διὰ τοῦτο καὶ ἡ μουσικὴ βιωφελὴς καθέστηκεν. οὐ γὰρ ὅτι δύναμιν ἔχει σωφρονιστικήν, καταστέλλει τὴν διάνοιαν, ἀλλὰ ᾗ περισπαστικήν παρὸ καὶ ἡσυχασθέντων πως τῶν τοιού- των μελῶν πάλιν ὁ νοῦς, ὡς ἂν μὴ θεραπευθεὶς ὑπʼ αὐ- τῶν, ἐπὶ τὴν ἀρχῆθεν ἀνακάμπτει διάνοιαν.

ὅνπερ οὖν τρόπον ὁ ὕπνος ἢ ὁ οἶνος οὐ λύει τὴν λύπην ἀλλʼ ὑπερ- τίθεται, κάρον ἐμποιῶν καὶ ἔκλυσιν καὶ λήθην, οὕτω τὸ ποιὸν μέλος οὐ καταστέλλει λυπουμέ ην ψυχὴν ἢ περὶ ὀργὴν σεσοβημένην τὴν διάνοιαν, ἀλλʼ εἴπερ, περισπᾷ.

ὅ τε Πυθαγόρας τὸ μὲν πρῶτον μάταιος ἦν, τοὺς μεθύον- τας ἀκαίρως σωφρονίζειν βουλόμενος ἀλλὰ μὴ ἐκκλίνων· [*](§ 19 φύσει cf. Philod. de mus. p. 71, 30 et p. 12 K. | βροντῆς cf. Diog. L. X 100. 103 || 21 περισπαστ. cf. Philod. de mus. p. 95,10 K. 2 αὐλοὶ G: αὐλῷ Bury; conservat. sed οἱ del. Wilamowitz: corr. Heintz || 8 γὰρ om. V C || 13 μύλωνος Ϛ | συμπλαταγουσῶν ELVr et marg. cod. Gen. || 21 ἀλλὰ ἢ G: ἀλλʼ ὅτι Bury: corr. Shorey || 28 σεσοφισμένην Ϛ || 29.30 ἀκαίρους τοὺς μεθύοντας Ϛ )

168
εἶτα καὶ τούτῳ τῷ τρόπῳ ἐπανορθούμενος αὐτοὺς ὁμο- λογεῖ πλεῖόν τι δύνασθαι τῶν φιλοσόφων πρὸς ἐπανόρθω- |σιν ἠθῶν τούς αὐλητάς.

τό τε τούς Σπαρτιάτας πρὸς αὐλὸν καὶ λύραν πολεμεῖν τοῦ μικρῷ πρότερον εἰρημένου τεκμήριόν ἐστιν, ἀλλ οὐχὶ τοῦ βιωφελῆ τυγχάνειν τὴν μουσικήν. καθάπερ δ᾿ οἱ ἀχθοφοροῦντες ἢ ἐρέσσοντες ἢ ἄλλο τι τῶν ἐπιπόνων δρῶντες ἔργων κελεύουσιν εἰς τὸ ἀνθέλκειν τὸν νοῦν ἀπὸ τῆς κατὰ τὸ ἔργον βασάνου, οὕτω καὶ 〈οἱ〉 αὐλοῖς σάλπιγξιν ἐν πολέμοις χρώμενοι οὐ διὰ τὸ ἔχειν τι τῆς διανοίας ἐπεγερτικὸν τὸ μέλος καὶ ἀνδρι- κοῦ λήματος αἴτιον ὑπάρχειν τοῦτο ἐμηχανήσαντο, ἀλλʼ ἀπὸ τῆς ἀγωνίας καὶ ταραχῆς ἀνθέλκειν ἑαυτούς σπου- δάσαντες, εἴγε καὶ στρόμβοις τινές τῶν βαρβάρων βουκι- νίζοντες καὶ τυμπάνοις κτυποῦντες πολεμοῦσιν ἀλλʼ οὐδὲν τούτων ἐπʼ ἀνδρείαν προτρέπεται.

τὰ δέ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ μηνίοντος Ἀχιλλέως· καίτοι ἐρωτικοῦ ὄντος καὶ ἀκρατοῦς οὐ παράδοξον τὴν μουσικὴν σπουδάζεσθαι.

νὴ Δίʼ, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγα- μέμνων τὴν Κλυταιμνήστραν. ταῦτα δὲ ἤδη μυθολογούν- των ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διε- λεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυ- ταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν ἐπὶ φάτνῃ (Hom. λ 41 1), εἰς δέ τούς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δέ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παρούξουσα μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;

καὶ μὴν 〈οὐκ〉 εἰ [οὔτε] οἱ περὶ τὸν Πλάτωνα μουσικὴν ἀπεδέξαντο, ῥη- τέον [οὐ] πρὸς εὐδαιμονίαν αὐτὴν συντείνειν, ἐπεὶ καὶ ἄλ- [*](§ 24 cf. Philod. de mus. p. 71 col. 8 K.) [*](4 μικροῦ A B || 9 〈 〉 Bckk. || 11 λήμματος G: corr. Gen. in marg. || 13 βουκινίζουσι G: ci. Bckk. || 15 ἀνδρίαν Ϛ || 16 καὶ ἐρωτ. A H || 27 τῆς A B || 29.30.31 〈 〉 [ ] Heint: οὐδʼ εἰ, omisso 31 οὐ, Usencr || 30 τὸν om. )

169
λοι μὴ λειπόμενοι τῆς τούτων ἀξιοπιστίας, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον, ἠρνήσαντο ταύ |την τὴν ἀντιποίησιν, λέγοντες τοὐναντίον αὐτὴν ἀσύμφορον εἶναι καὶ (Eurip. fr. 184 Nauck)
  • ἀργήν, φίλοινον, χρημάτων ἀτημελῆ.
  • εὐήθεις δέ εἰσι καὶ οἱ τὴν ἀπὸ ποιητικῆς χρείαν συμπλέ- κοντες αὐτῇ πρὸς εὐχρηστίαν, ἐπείπερ δύναται μέν τις, ὡς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς (M I 277 sq. 298) ἐλέγομεν, ἀνωφελῆ διδάσκειν τὴν ποιητικήν, οὐδὲν δὲ ἔλαττον κἀκεῖνο δεικνύναι ὅτι ἡ μὲν μουσικὴ περὶ μέλος καταγινομένη μόνον τέρπειν πέφυκεν, ἡ δέ ποιητικὴ καὶ περὶ διάνοιαν καταγίνομένη δύναται συνωφελεῖν τε καὶ σωφρονίζειν.

    Ἀλλʼ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δέ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγα- θούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν,

    ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμ- ματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγο- ρικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημά- των πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν.

    οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέ- γοιτ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγ- καία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·

    εἶτα κἂν τῶν [*](§ 27 cf. Plut. mor. 1095 c || 30 κατὰ ἁρμονίαν cf. PIut. de mus. 1147) [*](3 λέγομεν G; corr. Bekk. sec. Herv. | ἀσύμφωνον Ϛ || 5 ἀργόν Nauck || 14 ἐγκεχειρισμένα E || 15 [ ] Bekk. || 16 ἤτοι ci. Bekk.: καὶ G: om. Herv. || 17 〈 〉 Bekk. || 16 ἀγαθὸς Ϛ || 20 〈 〉 dub. Bekk. probat Harder || 29 αἱ Bekk.: καὶ G || 30 γινόμενον E ὑπὸ 〈βρώματος ἢ〉 πόματος Bury sec. Herv. )

    170
    ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπει- ρίας αὐτῶν ἀπολαύειν. νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ αὐλοῦ καὶ σύριγγος κη |λεῖται, οἵ τε δελφῖνες, ὡς λόγος, αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσο- μένοις σκάφεσιν ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν.

    καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ἀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομέ- νου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.

    ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προ- οδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,

    ἐπείπερ ὁ μουσικευσάμενος (Eurip. fr. 187 Nauck)

  • μολπαῖσιν ἡσθεὶς τοῦτ᾿ ἀεὶ θηρεύεται·
  • ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
  • φίλοισι τ᾿ οὐθείς, ἀλλʼ ἄφαντος οἴχεται,
  • ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.
  • κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατʼ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθο- ποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέ- γειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) [*](§ 33 cf. Philod. de mus. p.63, 33 K. || 34 ἀκολασίαν cf. Philod. de mus. p. 78, 28 K. || 36 λείπεται cf. Philod. de mus. p. 100 col. 30 K.) [*](4 εἴ γε δελφ. dub. Bekk. Bury || 8 ἡδόμεθα edd.: ἢ δεόμεθα G || 11 〈 〉 Heintz | ἀντιλαμβανόμενοι G: corr. Heintz || 12 τοῦ δὲ πλεῖον ἡστικοῦ πάθους μηδέν κερδαίνοντος Bury | κερδαίνοντες G: corr. Heintz || 21 δʼ Bekk. || 23 κατ᾿ αὐτὰ ELVr | 〈 〉 dub. Bekk. || 26 τῷ ante καθʼ edd.: τὸ G || 27 χρειώδης Ϛ || 27.28 αὐτὴν λέγειν ELVr)

    171
    διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές,

    τὸ δὲ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία.

    Ἀλλὰ τὸ μέν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,

    τὸ δὲ δεύτερον καὶ τῶν |τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκ- ρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχά- νουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπό- στατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι.

    Ὅρος φωνῆς

    Φωνὴ τοίνυν ἐστίν, ὡς ἄν τις ἀναμφισβητήτως ἀπο- δοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁρά- σεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μό- νης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτʼ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.

    τῆς δὲ φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώ- τερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ τῆς φωνῆς τὴν μέν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.