Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἀλλʼ εἰ κατὰ τῶν νόμων ἐστὶν ἡ ῥητορική, πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ μὴν ἀλλʼ οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπʼ ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλʼ ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν.

κακοδιδασκαλεῖ γὰρ τοὺς πολλοὺς τὰ κεχαρισμένα λέγων, καὶ διαβολαῖς αὐτοὺς ἐξαλλοτριοῖ πρὸς τοὺς ἀρίστους. λόγῳ μέν γὰρ καὶ τῷ δοκεῖν ὑπὲρ τοῦ κοινῇ συμφέροντος ὑπισχνεῖται πάντα ποιήσειν, ταῖς δὲ ἀληθείαις ἀπʼ οὐ- δενὸς ὑγιοῦς τροφὴν πορίζεται, ἐοικότως ταῖς τίτθαις, αἵ μικρὸν τοῦ ψωμίσματος τοῖς παιδίοις διδοῦσαι τὸ ὅλον καταπίνουσιν.

Τοσαῦτα μὲν οὖν καὶ τοῖς Ἀκαδημαϊκοῖς ἐν καταδρο- μῆς μέρει λέγεται περὶ ῥητορικῆς, ὥστε εἰ μήτε τῷ ἔχοντι μήτε τοῖς πέλας ἐστὶν ὠφέλιμος, οὐκ ἂν εἴη τέχνη. ἀλλὰ πρὸς ταῦτα ἀπο λογούμενοί τινες μέν φασιν ὅτι διτ- τῆς οὔσης ῥητορικῆς, τῆς μὲν ἀστείας καὶ ἐν σοφοῖς τῆς δὲ ἐν μέσοις ἀνθρώποις, τὴν κατηγορίαν γεγονέναι οὐ τῆς ἀστείας ἀλλὰ τῆς τῶν μοχθηρῶν.

τινὲς δὲ καὶ ὑποδείγ- [*](§ 42 ψωμίσματος cf. Aristoph. equit. 715—718 || 43 cf. Rader- macher l. c. XIV || 54 cf. PIat. Gor g. 456 D) [*](5 τό τε ED || 10 γὰρ om. ?? || 14 πρὸς τὸ LVrA || 18 γὰρ πρὸς τοὺς D || 22 ἐοικότος ?? εἰκότως Gen. abr. || 30 μοχθηροῖς pro μέσοις dub. Bekk.)

93
μασι χρῶνται· ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρα- τιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πα- τροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ διὰ τὴν ἰδίαν πονηρίαν.

λέληθε δέ τοὺς μέν πρώτους ὅτι ἄκοντες δεδώκασι τὴν ἀνυπαρξίαν τῆς ῥητορικῆς· μηδενὸς γὰρ εὑρισκομένου σοφοῦ σπανίως γε εὑρισκομένου δεή- σει καὶ τὴν ἐν αὐτοῖς ῥητορικὴν ἢ ἀνύπαρκτον ἢ σπάνιον εἶναι.

πρὸς δὲ τοὺς δευτέρους ῥητέον ὅτι ἀνόμοιόν ἐστι | τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις· ἡ μὲν γὰρ ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὐ- τῆς οἷον τὴν πατροτυψίαν, ἡ δέ ῥητορικὴ τοῦθʼ ὡς προη- γούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια.

καθόλου δὲ τῆς ῥητορι- κῆς ἐξ ἐναντίων συνισταμένης λόγων οὐκ ἐνδέχεται τὸν μὲν ἀστεῖον λέγειν ῥήτορα, τὸν δέ μὴ τοιοῦτον οὐκέτι. ὁποῖος γὰρ ἄν ᾖ ὁ ῥήτωρ, πάντως τοὺς ἐναντίους ἐκ- μελετᾶν ὀφείλει λόγους, ἐν δὲ τοῖς ἐναντίοις ἔστι καὶ τὸ ἄδικον πᾶς ἄρα ῥήτωρ καὶ τοῦ ἀδίκου συναγωνιστὴς ὢν ἄδικός ἐστιν.

Ἀλλὰ ὅτι μὲν οὐ ῥητέον τὴν ῥητορικὴν τέχνην, ἐκ τού- των συμφανές· τὸ δέ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἤν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαπο- δέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματι- κούς (MM I 99 sqq.). εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πο- νεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγ- κείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὖ τὰ μέρη μὴ ἔστιν ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀν- υπόστατον ὑπάρχειν.

ὅμως δʼ οὖν ῥητέον πρῶτον μὲν ὅτι οὐκ εἰ τὸν λόγον ἐξεπόνησεν ἡ ῥητορική, πάντως ἐστὶν [*](4 μὐτῇ om. lacuna intermissa et in marg. Voce αὐτή addita L: δἰ ὅλου ED || 12 ὑποδεικνύουσι EIVr | αὐτοῖς ?? || 14 οἷον om. C κείμενον· λέγουσι in marg. VC 〈〉 | μικρὰ — 15 ἂν τὰ om. V, in marg. al. man. suppl. || 19 ὁ om. EDLVr || 27 γραμματικὴ G: ῥητορικὴ Bekk.)

94
ἔντεχνος, ἀλλʼ εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μέν θανασίμων τῶν δὲ σωτη- ρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφε- ρόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμ- φέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστή- σαμεν δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται λόγοις· τοίνυν οὐδὲ τέχνη καθέστηκεν.

καὶ μὴν εἴπερ ἡ συκοφαντικὴ καὶ ἡ ὀχλο | κοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι· τοίνυν οὐδὲ ἡ ῥητορική.

πρός γε μὴν τοῖς εἰρημένοις, οὐδὲ ἴδιον ῥητορικῆς ἐστι τοῦτο, ἀλλὰ τὸ κοινὸν παντὸς λογικοῦ μαθήματος· καὶ γὰρ ἰατρικὴ εὖ λέγει περὶ τῶν ἑαυτῆς θεωρημάτων καὶ μουσικὴ περὶ μουσικῶν. διόπερ ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική, οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.

Συνελόντι δὲ φάναι, οὐδὲ κατασκευάζει καλὴν λέξιν ἡ ῥητορική. οὐδὲ γὰρ ὑποδείκνυσιν ἡμιῖν τὴν εἰς τοῦτο τεχνολογίαν, οἷον ὅτι καλῇ λέξει χρῆται πρῶτον μὲν ὁ μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν (M I 189 sq.), εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν· ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον τῶν ἰδίων ἐπιτηδευμάτων.

σὺν δὲ τούτοις καὶ ὁ περιεσκεμ- [*](§ 51 cf. Radermacher l. c. XVIII) [*](1 καθὰ Bekk. || 5 τῶν λόγων τῶν A || 12 ψιλὴν EDA || 14 οὔτε G: οὐ Bekk.: corr. Harder | συκοφαντία ?? || 18 οὐ pro εὖ ED || 25 τὴν om. ?? || 27 οὐ pro ὁ G, sed ἐκ E, ἐκ οὐ D || 29 λέ- γομεν εἶναι ?? edd. )

95
μένος τίνες τῶν λέξεων κατὰ τὴν συνήθειαν κεῖνται καὶ τίνες δοξαστῶς, τὸ ἑκάστῳ πρόσφορον ἀποδίδωσιν. ῾ βαλα- νεῖονʼ μὲν γὰρ ῾ ἀνδρεῖονʼ κατὰ τὴν συνήθειαν εἴρηται ἀπὸ τοῦ ἄνδρας λούειν, ὁ δὲ πλούσιος μακάριος καὶ ῾ὁ θάνατος κακὸνʼ τῶν δοξαστῶν τό τε γὰρ τὸν θάνατον τῶν κακῶν εἶναι καὶ τὸν πλοῦτον τῶν ἀγαθῶν ἄδηλον καὶ δοξαστόν.

χρῷτο δʼ ἂν καλῶς λέξει καὶ ὁ κατειληφὼς τίνος ἕνεκα τὰς μεταλήψεις ποιούμεθα τῶν λέξεων, ἤτοι ὑπέρ τοῦ μὴ εὐθυρρημονεῖν προσκοπὴν φέροντος τοῦ εὐθέος ῥήματος, ἢ ὑπέρ τοῦ τι σαφηνίζειν, ὡς ὅταν τὸ μὲν αἴτιον εἰς τὸ ποιοῦν μεταλαμβάνωμεν, τὸ δὲ σημεῖον εἰς τὸ δηλοῦν. εἰ μέν οὖν,

ὡς ἔφην, ἐτεχνο λογεῖτό τινα περὶ τούτων τοῖς ῥήτορσι, τάχα ἂν καὶ τὸ καλῶς λέγειν καὶ τὴν κεκαλλω- πισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ επεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥη- τορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.

ἣ τε λέξις καθʼ ἑαυτὴν οὔτε καλή ἐστιν οὐτε μοχθηρά. τεκμήριον δὲ τὸ τῇ αὐτῇ ὑπὸ μὲν ἀστείου καὶ σεμνοῦ λεγομένῃ προσκόπτειν ἡμᾶς, ὑπὸ δὲ μίμου γελω τοποιοῦν- τος μηδαμῶς. διόπερ ὅταν λέγηται ὁ ῥήτωρ καλῆς λέ- ξεως εἶναι κατασκευαστικός, ἤτοι κατὰ τοῦτο λέγεταμι, καθὸ τὴν τὰ συμφέροντα πράγματα δη λοῦσαν λέξιν κατα- σκευάζει, ἢ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν, ἢ τὴν [οἵαν] ἐναργῶς καὶ συντόμως καὶ ἐγκατασκεύως δηλοῦσαν τὰ πράγματα.

οὔτε δὲ καθὸ τὴν τὰ συμφέροντα πράγματα μηνύουσαν· οὐδὲν γὰρ ἴσασι περὶ τούτων τῶν πραγμάτων οἱ ῥήτορες. οὔτε καθὸ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν κοινὸν γὰρ ἧν τοῦτο τῶν τῇ συνηθείᾳ καὶ ταῖς ἐλευθέ- ραις τέχναμις προσεχόντων. οὔτε καθὸ τὴν σαφῶς καὶ συν- τόμως καὶ ἐγκατασκεύωος μηνύουσαν τὰ πράγματα· τοὐ- ναντίον γὰρ περίοδον καὶ ἐπιφώνημα λέγειν θέλοντες οἱ [*](1 et 3 ἀλήθειαν pro συνήθειαν dub. Bekk. 8 ἤτοι μὴ ἐπὶ τοῦ ED || 10 ὃ pro ἢ ED || 12 οὖν om. ED ?? 15 οὐ τοί γε edd. 18 τὸ om. C || 19 προσκοπεῖν G: corr. Bekk. || 21 εἶναι om. ED 22 κατασκευάζειν ?? || 23 οἵαν del. Bekk. || 27 τὴν καθὸ G: corr. Bekk. || 31 θέλοντες λέγειν ?? cdd. )

96
ῥήτορες, καὶ μὴ φωνᾶεν φωνάεντι συγκρούειν, καὶ ὁμοιο- τέλευτον διάνοιαν κατακλίνειν, ἐκκλείονται τῆς σαφοῦς ἅμα καὶ συντόμου τῶν πραγμάτων ἑρμηνείας.

οὐκ ἄρα ῥητορικῆς ἐστι τὸ κατασκευάζειν καλὴν λέξιν καὶ τὸ εὖ λέγειν. δοθέντος τε τούτου οὐδʼ ἄν τις ἕλοιτο τὴν τοιαύτην φράσιν, πρῶτον μὲν διὰ τὸ μὴ πίπτειν αὐτὴν εἰς τὴν κοινὴν τοῦ βίου χρῆσιν οὐδεὶς γὰρ ἡμῶν οὕτω διαλέ- γεται ὡς οἱ ῥήτορες ἐπὶ τῶν δικαστηρίων, ἐπεὶ κατα- γελασθήσεται. καὶ αὐτοὶ δὲ ἐκεῖνοι πάντοτε ἐξελθόντες τῆς διατριβῆς καὶ τοῦ ἀγῶνος ἄλλῃ χρῶνται πρὸς τοὺς πέλας ἑρμηνείᾳ.

εἶτα καὶ ὡς ἔφην, προσκοπὴν ἐμποιεῖ τὸ μετὰ προσοχῆς καὶ ῥητορείας λαλεῖν. μετακτέον δέ τὰ | πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν εἰρημένα, καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλ- λόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ.

Τὸ νῦν δέ μετελθόντες καὶ ἀπὸ τοῦ τέλους τῆς ῥη- τορικῆς ποιώμεθα τὰς ἐνστάσεις. πάλιν τοίνυν λεκτέον ὡς εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβόνειν τὴν ἀνα- φοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν· οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική.