Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὁ δὲ Σπαρτιάτης Λυ- κοῦργος, ὡς | ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο· παρʼ ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι.

ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπʼ αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καί μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, ῾ τούτωνʼ εἶπεν, ῾ ὧ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,ʼ αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην,

διʼ ἣν οὐκ ἐν οἰ- κείοις μόνοις ἀλλὰ καὶ ξένοις τὴν ἀπεριττότητα τοῦ λό- γου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευσε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ πεμφθέντος συντομωτέρου (ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους) ἔδοσαν κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατεί- νας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δʼ οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμεψαντο ἀποχρώντως γὰρ κενὸς δειχθεὶς ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν.

ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπʼαὐτῶν (fr. 63 Nauck ═107 Blum.)

  • οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις,
  • ἀλλʼ εὖτ᾿ ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ,
  • βουλὴ μέν ἄρχει, χείρ δʼ ἐπεξεργάζεται,
  • [*](§ 20 Κρητικός νομοθέυης ═ § 21 Θάλης, cf. e. g. Strabo 10, 4, 19. Athen. XIII 611A || 23 cf. Herod. III 46) [*](8 μὲν pro δὲ dub. Bekk. || 9 διένειμαν A | μιγνύντες Ε: μιγύν- τες D | βραχυολογία VC || 16 τῆς om. ?? || 19 περιττότητα AB VC 20 καὶ τῶν ?? || 28 Ion Gramma ticus Herv. || 30 ἂν del. Nieberding )
    89
    ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική.

    τὸ μέν γὰρ ἀναστρέφειν καὶ λέγειν ὡς καὶ φι- λοσόφους ἐξώρισάν τινες τῶν Ἑλληνίδων πόλεων, εὔηθές ἐστιν. πρῶτον μέν γὰρ οὐκ ἄν ἔχοιεν τούτῳ παρασχεῖν μαρτυρίαν ὧσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόν- τες· ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέ- ναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δέ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.

    Πρός γε μὴν τοῖς εἰρημένοις, καὶ εἰ τέχνη πάντως ἐστὶν ἡ ῥητορική, ἤτοι τῷ ἔχοντι ἢ ταῖς πόλεσιν ἔσται χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν οὔτε δὲ τῷ ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστή- σομεν· οὐκ ἄρα τέχνη καθέστηκεν.

    καὶ δὴ τῷ μέν ἔχοντι οὐκ ἔστιν ὠφέλιμος, ἐπεὶ πρῶτον μὲν 〈ἐν〉 ἀγοραῖς καὶ γραμματοφυ λακίοις ἀναγκαῖόν ἐστι καλινδεῖσθαι, κἄν τε θέλῃ κἄν τε μὴ θέλῃ, μετὰ μοχθηρῶν καὶ παλιμβόλων καὶ συκοφαντῶν διατρίβειν, εἰς τοὺς αὐτοὺς ἐκείνοις τό- πους κατερχόμενον, εἶτα καὶ τῆς αἰδοῦς ὀλίγην ποιεῖσθαι φειδώ, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δοκῇ τοῖς πανουργο- τέροις,

    θρασέως δὲ λέγειν καὶ τὴν τόλμμιαν ὥσπερ ὅπλον προβεβλῇσθαι, ἵνα φοβερὸς ᾖ τοῖς ἀντιδίκοις, ἀπατητι- κόν τε καὶ γόητα τυγχάνειν καὶ χειρίστοις ἐντεθραμμένον πράγμασι, μοιχείαις τε καὶ κλοπαῖς καὶ ταῖς πρὸς τοὺς γονεῖς ἀχαριστίαις, εἰς τὸ πραγματικῶς ταῦτα διελέγχειν ὅτε δεῖ,

    καὶ πάλιν ἐπιθολοῦν, ἔχειν δέ ἐχθροὺς πολλοὺς καὶ μῖσος πρὸς πάντας, τοὺς μὲν ὅτι ἀντηδικήθησαν, [*](§ 26 cf. Radermacher l. c. XIV) [*](4 καὶ post ὡς om. VC || 6 ἔχοις LVr et exemplar ed. Gen. in marg. || 19 〈ἐν〉 Bekk. || 20 γραμματοφυλακείοις A BR edd. 23 ὀλίγον A B || 24 πανουργοτάτοις ED || 27 τι pro τε AB || 29 ἀρ- χαριστείαις LAB: ἀχαριστείαις VrCR || 30 καὶ om. B )

    90
    τοὺς δὲ εἰδότας ὅτι τοῦ μισθωσαμένου [τί] ἐστί, καὶ ὃ ἄλλους διέθηκε, τοῦτο καὶ αὐτούς ποτε πλείονι λήμματι δελεασθεὶς διαθήσει,

    | μετὰ τοῦ διὰ παντὸς ἀγωνιᾶν καὶ πειρατοῦ τρόπον ὁτέ μέν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κο- πούμενον νύκτωρ καὶ μεθʼ ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων. καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική.

    Καὶ μὴν οὐδέ ταῖς πόλεσίν ἐστιν ὠφέλιμος·

    οἱ γὰρ νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ ] σῶμ〈α πνεύ- μα 〉τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμον ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὁρφεὺς τὸ ἀναγνκαῖον αὐτῶν ὑποφαίνων φησὶν (fr.292 Κern )

  • ἦν χρόνος ἡνίκα φῶτες ἀπʼ ἀλλήλων βίον εἶχον
  • σαρκοδακῆ, κρείσσων δὲ τὸν ἥττονα φῶτα δάιζεν.
  • μηδενὸς γὰρ ἐπιστατοῦντος νόμου ἕκαστος ἐν χερσὶ τὸ δίκαιον εἶχε, καθὼς (Hesiod. 0p. 277)

  • ἰχθύσι 〈μὲν〉 καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
  • ἐπιτέτραπται (ibid. 278)
  • ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ’ αὐτοῖς,
  • μέχρις ὅτου ὁ θεὸς οἰκτείρων μογοῦσιν αὐτοῖς θεσμο- φόρους θεὰς ἐξαπέστειλεν, ἃς ἐπὶ τῷ τὴν ἀλληλοφάγον ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν βίον ἐθαύμασαν ἄνθρωποι.

    ἐντεῦθεν καὶ οἱ Περ σῶν χα- ρίεντες νόμον ἔχουσι βασιλέως παρʼ αὐτοῖς τελευτήσαν- [*](§ 33 cf. Serenus in Stob. ecl. IV 2, 26 (IV 1, 162, 12 W.H.)) [*](1 [τί] Bekk. | ἐστι om. LVrς || 4 πειρατοῦσθαι ED | δὲ om. V || 5 νύκτωρ τε καὶ A || 7 καὶ ante τινῶν om. Herv. || 11 δεσμοὶ E D ⌈⌋ 〈〉 Theiler cl. Isocr.7,14. S V F II38 || 13 θεολόγος Bekk.,sed cf. M VII 10 || 18 καὶ ὡς G corr. Theiler || 19 〈〉 sec. Hes. codd. | οἰωνοῖσι G || 21 ἔκθειν etiam Hesiodi codd. | ἐν sive ἐπʼ αὐτοῖς Hes. codd. 22 〈οὕτως ἄνθρωποι ήνθρωποφάγουν,〉 μέχρις dub. Bekk., quorum vice supra v. 18 mutavi | μέχρι ELD | ὅπου E D )

    91
    τος πέντε τὰς ἐφεξῆς ἡμέρας ἀνομίαν ἄγειν, οὐχ ὑπέρ τοῦ δυστυχεῖν ἀλλʼ ὑπὲρ τοῦ ἔργῳ μαθεῖν ἡλίκον κακόν ἐστιν ἡ ἀνομία, σφαγὰς καὶ ἁρπαγὰς καὶ εἴ τι χεῖρόν ἐστιν ἐπάγου σα, ἵνα πιστότεροι τῶν βασιλέων φύλακες γένωνται.

    ἀλλʼ γε ῥητορικὴ κατὰ τῶν νόμων εἰσκεκύ- κληται. τεκμήριον δέ παμμέγεθες τὸ παρὰ μὲν τοῖς βαρ- βάροις, παρʼ οἶς ἢ οὐδʼ ὅλως ἢ σπανίως ἔστι ῥητορική, τοὺς νόμους ἀσαλεύτους μένειν, παρὰ δὲ τοῖς προιεμένοις αὐτὴν ὁσημέρμι | νεοχμοῦσθαι,

    ὥσπερ καὶ παρʼ Ἀηναίοις, καθάπερ καὶ Πλάτων ὁ τῆς ἀρχαίας κωμῳδίας (fr. 220 Κock) ποιητὴς λέγει· καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκ- δημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παρα- πλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ τῆς αὐτῆς οὔσης πόλεως.

    πρόδηλον δέ ἐστι τὸ κατὰ τῶν νόμων αὐτὴν ὑπάρ χειν καὶ ἐξ ὧν ἐν ταῖς κακο τέχνοις τέ- χναις ὑποτίθενται. ὁτέ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ ταῖς φοναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μη- δεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολου- θεῖν

    οὐδέ γὰρ ὁ κολάζειν ἀξιῶν τὸν ἐπανατεινόμενόν τινι σίδηρον τὸν ὁπωσοῦν ἐπανατεπτνόμενον, οἷον † δακτύλιον †, ἢ ὁποιον〈οῦν〉, καθάπερ βελόνην, κολάζειν ἠξίωσεν, ἀλλʼ ἐὰν τὴν διάνοιαν αὐτοῦ πολυπραγμονῶμεν, τὸν ἀνδροφονῆ- σαι τολμήσαντα τεθέληκεν[αι] τιμωρεῖσθαι.

    κελεύουσιν δὲ ἐνίοτε καὶ κατὰ ἀποκοπὴν ἀναγινώσκειν τοὺς νόμους καὶ ἐκ τῶν λειπομένων ἕτερόν τι νόημα συντιθέναι. πολλάκις δέ καὶ ἀμφιβόλους λέξεις διαστέλλουσι, πρόσφορον ἑαυτοῖς κατασκευάζοντες τὸ σημαινόμενον· καὶ ἄλλα μυρία πρὸς ἀνατροπὴν τῶν νόμων ποιοῦσιν. ὅθεν καὶ ὁ Βυζάντιος ῥή- [*](§ 36 cf. Radermacher l. c. XIV || 37 Pap. Halensis Ι 186 (Dikaiomata, ed. Graeca Halensis, Berolini 1913)) [*](7 οὐθʼ G: corr. Bekk. || 8 προσιεμένοις ?? edd. || 12 ἐπιγινώσ- κει G: corr. Fabr. || 14 κατάγεται Bury || 16 αὐτὸν ED || 19.20 μὴ δὲ ... μὴ δέ G: corr. Bekk. || 21 ἐπανατεινάμενον LVr || 22 τὸ ὁπωσοῦν LVr | δἰ ἄμυναν ci. Theiler || 23 〈 〉 Harder 25 τεθέληκε dub. Bekk. )

    92
    τωρ ἐρωτηθεὶς πῶς ὁ Βυζαντίων ἔχει νόμος εἶπεν ῾ ὡς ἐγὼ θέλω.ʼ

    καθὰ γὰρ οἱ ψηφοπαῖκται τὰς τῶν θεωμένων ὄψεις διʼ ὀξυχειρίαν κλέπτουσιν, οὕτως οἱ ῥήτορες διὰ πανουργίαν τὰς τῶν δικαστῶν διανοίας ἀμιαυρώσαντες τῷ νόμῳ συγκλέπτουσι τὰς ψήφους.

    τό γε μὴν τῶν παρα- νόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλʼ ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δη- μοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν καὶ ὁ Αἰσχίνης (adv. Ctesiph. 193) | ʼκακὸν ἔθοςʼ φησὶν ῾εἰς τὰ δικαστήρια παρῆλθεν ὁ μὲν γὰρ κατήγορος ἀπο- λογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δι- κασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν ἀναγκάζονται.ʼ