Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οἱ μὲν οὖν πλεῖστοι καὶ χαρίεντες ἔσχατον οἴονται τῆς ῥητορικῆς ἔργον εἶναι τὸ πείθειν. καὶ γὰρ οἱ περὶ τὸν Πλάτωνα εἰς τοῦτο ἀπι- δόντες δύναμιν εἰρήκασιν αὐτὴν τοῦ διὰ λόγων πείθειν, καὶ οἱ περὶ τὸν Ξενοκράτην πειθοῦς δημιουργόν, καὶ Ἀριστοτέλης (rhet. Ι 2. 1355b 26) δύναμιν τοῦ θεωρεῖν τὸ ἐνδεχόμενον πιθανόν. καὶ Ἀρίστων ὁ Κριτολάου γνώ- ριμος σκοπὸν μὲν ἐκκεῖσθαί φησιν αὐτῇ τὴν πειθώ, τέλος δὲ τὸ τυχεῖν τῆς πειθοῦς.

καὶ Ἑρμαγόρας τελείου ῥήτορος ἔργον εἶναι ἔλεγε τὸ τεθὲν πολιτικὸν ζήτημα διατίθεσθοι [*](§ 59 cf. Radermacherl. c. XVIII || 61 Ξενοκράτην fr. 14 Heintze, sed cf. supr. § 6. De fonte huius loci Radermοacher l. c. XIX. Quintil. inst. or. II 15) [*](1 φονάεντι φωνάεντι ?? || 2 κατακλείειν dub. Bekker, prob. We. || 2.3 σαροῦς ἀλλὰ καὶ G: corr. Bekk. || 5 δὲ LVr | τούτου κἄν τις G: corr. Harder || 14 ὅτι om. ?? || 28 αὐτή φησιν ED αὐτὴν AB )

97
κατὰ τὸ ἐνδεχόμενον πειστικῶς. Ἀθήναιος δὲ λόγων δύ- ναμιν προσαγορεύει τὴν ῥητορικὴν στοχαζομένην τῆς τῶν ἀκουόντων πειθοῦς, καὶ Ἰσοκράτης φησὶ μηδὲν ἄλλο ἐπι- τηδεύειν τοὺς ῥήτορας ἢ ἐπιστήμην πειθοῦς.

ὅθεν καὶ ἡμεῖς στοιχοῦντες τῇ τούτων φορᾷ λέγομεν εὐθὺς ὅτι τὸ πιθανὸν προσαγορεύεται τριχῶς, κσθʼ ἕνα μὲν τρόπον ὅπερ ἐναργῶς τε ἀληθές ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντα- σίαν ἐπισπᾶται ἡμᾶς εἰς συγκατάθεσιν, καθʼ ἕτερον δέ ὅπερ ψεῦδός ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντασίαν ἐπι- σπᾶται ἡμᾶς εἰς συγκατάθεσιν (ὅπερ καὶ εἰκὸς ὀνομάζειν εἰώθασιν οἱ ῥήτορες ἀπὸ τοῦ ἐοικὸς εἶναι τῷ ἀληθεῖ), κατὰ δὲ τὸν τρίτον τρόπον τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύδους.

τοσαυταχῶς δὴ λεγομένου τοῦ πιθανοῦ, ἄξιόν ἐστι πυθέσθαι τῶν ῥητόρων κατὰ τί τούτων τῶν πιθα- νῶν οἴονται | τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθές ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφο- τέρων κοινότητα στρέφεται.

ἀλλὰ περὶ μέν τὸ ἐναργῶς ἀληθὲς οὐχ οἷόν τε τοῦτο γὰρ ἐξ αὑτοῦ πείθει καὶ ἐπι- σπᾶται ἡμᾶς πρὸς συγκατάθεσιν, ὥστε παρέλκειν τὴν ἐκ ῥητορικῆς ἐπʼ αὐτοῦ συνισταμένην πειθώ. καὶ καθάπερ οὐδεμιᾶς δεόμεθα τέχνης πρὸς τὸ πείθεσθαι ὅτι νῦν ἡμέρα ἐστὶν ἢ ὅτι νῦν ἐγὼ διαλέγομαι, πραγμάτων ὄντων ἐναργῶν καὶ αὐτοφωράτων, οὕτως οὐδέ πρὸς τὸ συγκατα- τίθεσθαι τῷ ἀνδροφόνον εἶναι τὸν ἐπʼ αὐτοφώρῳ λη φθέντα ἀνδροφόνον χρεία ῥητορικῆς.

καὶ ἄλλως, εἰ τοῦ προ- δήλως ἀληθοῦς, ᾗ πιθανόν ἐστι, θεωρητικὴ καθέστηκεν ἡ ῥητορική, πάντως καὶ τοῦ ἀπιθάνου γενήσεται θεωρη- τική ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ [*](§ 63 ~ M VII 174) [*](1 ἀθηναῖος G || 5 ἐλέγομεν ?? || 19 αὐτοῦ ?? || 23 〈τῶν〉 πραγ- μάτων dub. Bekk. || 28 ἡ pro εἰ ?? || 29 νῦν om. LVr ?? || 31 καὶ τὸ οὗ ??)

98
τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶ- σιν ἔχει καὶ τοῦ ἀλθοῦς ἀπιθάνου.

ἐπεὶ οὖν πᾶν ἀληθές, ὁποῖόν ποτʼ ἂν ᾖ, ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, ἀκο- λουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητι- κήν. τῷ δέ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθή- σει τὸ καὶ παντὸς ψεύδους· ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συν- επιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ δέ τοῦτο, ἔσταμι ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευ- δῶν. οὐ πάνυ δέ γε τοῦτο τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀλη- θοῦς ἐστι θεωρητική.

καὶ μὴν τοῖς ἀντικειμένοις συναγο- ρεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμιενα οὔκ ἐστιν ἀληθ οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδέ τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλʼ ἀναγκαῖόν ἐστι τὴν | ῥητορικὴν τοῦτο μεταδιώκουσαν ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας.

εἰ γὰρ περὶ τὸ πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπί- θανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἀπί- θανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὤστ’ αὐτὴν μὴ διαφέρειν τῆς δια- λεκτικῆς ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον.

οὐ μὴν ἀλλʼ εἰ τῶν ἀντικειμένων συνήγορος καθέστηκε, τὰ δὲ ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρη- τική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχει- ροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχά- ζεται.

καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύ- [*](§ 68 cf. Radermacher l. c. XIX) [*](2 ἀληθοῦς del. Bekk. || 5 τῷ —θεωρητικὴν om. D ?? || 8 τὸ αὐτὸ ED ?? | συνεπιβαλεῖ dub. Bekk. poscit Theiler || 19 οἴσεται ED 27 παρʼ ὀλίγον G: corr. Bekk. )

99
δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν.

Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆ- σθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλοιένῳ χρῆ- σθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, ὡς πρότερον (§ 4) ὑπεδείκνυμεν.

ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπʼ αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν | ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε- χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί- θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο ἐπακολουθοῦν.

ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ·

εἶτα ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι λόγος.

ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός ἐστι πειστικός· εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλʼ ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθο- νοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥή- [*](§ 72 cf. Quintil. inst. II 17, 22 || 73 cf. Radermacher l. c. XI) [*](14 καὶ om. C || 16 τε pro δὲ Bekk. || 20 τὸ add. Bekk. || 29 ἀπο- φαίνων LVr)

100
τορος πανουργίαν τὰ [μὴ ] δίκαια τοιαῦτα αὐτοῖς φαίνε- σθαι·

τῷ δὲ τοῦ ἰδιώτου ὡς ἀσθενεῖ πᾶς τις συναγωνί- ζεται, καὶ τῷ ἧττον δικοίῳ προσδοξάζει τὸ μᾶλλον δί- καιον διὰ τὸ ὑπὸ ἀφελοῦς καὶ ἰδιώτου κατασκευάζεσθαι. παρʼ ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν Ἀρείῳ πάγῳ βουλῆς, ἀλλʼ ἕκαστος ὡς εἶχε δυνάμεως, ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους ἐποιεῖτο.

καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτὺς μήτε ἔλεον μήτε οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.

Ἀλλʼ ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥη- τορικῆς, δέδεικται·

τινὲς δὲ τοῦτο μιὲν οὐ λέγουσιν αὐτῆς τέλος, τὸ δέ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν· πραγμάτων | οἵαν οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινές δὲ τὸ νικᾶν.

ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἶπερ τοὺς ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλ- λεται ἡ ῥητορική, ἤτοι τοὺς ἀλθεῖς ἢ δυνατούς ῥηθῆναι ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κρι- τήριον τῆς τῶν ἀλη??ῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν οὔτε τοὺς δυνατοὺς ῥηθῆναι ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι ἐπιγνώσονται.