Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Τοῖς περὸ γραμματικῆς διεξοδευθεῖσιν ἡμῖν ἀκόλουθον ἂν εἴη καὶ περὶ ῥητορικῆς λέγειν, ἀνδρικωτέρας ἤδη καθ- εστώσης καὶ τὸ πλέον ἐπʼ ἀγορᾶς καὶ βημάτων ἐξεταζο- μένης. ἀλλʼ ἐπεὶ κοινὸν ὑπάρξεως τε καὶ ἀνυπαρξίας ἐστὶν ἡ ἔννοια, καὶ οὐδὲν τούτων ἕτερον οἷόν τέ ἐστι ζητεῖν μὴ προλαβόντας ὅ ἐστι τὸ ζητούμενον, φέρε πρῶτον σκε- ψώμεθα τί ἂν εἴη ῥητορική, τὰς ἐπιφανεστάτας εἰς τοῦτο τῶν φιλοσόφων ἀποδόσεις παρατιθέμενοι.

Πλάτων μὲν οὖν ἐν τῷ οργίᾳ κατὰ διοριστικὴν ἔφο- δον τοιοῦτον ἔοικεν ἐξ ἐπισυνθέσεως ὅρον τῆς ῥητορικῆς ἀποδιδόναι ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων, ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσα, πειστική, οὐ δι- δασκαλικήʼ, τὸ μὲν διὰ λόγων’ προστιθεὶς τάχα παρόσον πολλά ἐστι τὰ πειθὼ τοῖς ἀνθρώποις ἐνεργαζόμενα χωρίς λόγου, καθάπερ πλοῦτος καὶ δόξα καὶ ἡδονὴ καὶ κάλλος. οἱ γοῦν παρὰ τῷ ποιητῇ δημογέροντες,

καίπερ ἐκπεπο- λεμωμένοι καὶ τελέως ἀπηλλοτριωμένοι πρὸς τὴν Ἑλένην ὡς κακῶν αἰτίαν γενομένην αὐτοῖς, ὅμως ὑπὸ τοῦ περὶ αὐτὴν κάλλους πείθονται, καὶ προσιούσης τοιαῦτά τινα πρὸς ἀλλήλους διεξίασιν (Πʼ 156)

  • οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας βχαιούς
  • τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.
  • Eψψρύνη τε,

    ὡς φασιν, ἐπεὶ συνηγοροῦντος αὐτῇ Υπερίδου ἔμελλε καταδικάζεσθαι, καταρρηξαμένη τοὺς χιτωνίσκους [*](§ 2 Πλάτων cf. Gorg. 451 D, 454A, 454 E sq. cf. Radermacher in Philodemοi vol. rhet. ed. Sudbaus, Lips. 1895, XXI || 4 E Φρύνη cf. Quintil. inst. or. II 15, 9 aliosque locos multos) [*](σέξτου ἐμπειρικοῦ περὶ γραμματικῆς· περὶ ῥητορικῆς tit. G S ἀποδώσεις L || 12 τοῖς αὐτοῖς λόγοις A || 14 ἐργαζόμενα A BV χειριζόμενα καὶ ἐργ. mg. B 18 αἰτίοις CV )

    84
    καὶ γυμνοῖς στήθεσι προκυλινδουμένη τῶν δικαστῶν πλεῖον ἴσχυσε διὰ τὸ κάλλος τοὺς δικαστὰς πεῖσαι τῆς τοῦ συνηγοροῦντος ῥητορείας. τὸ δέ αὐτὸ καὶ ἐπὶ χρημά- των ἐστὶν ἡδονῆς τε καὶ δόξης· τούτων γὰρ ἕκαστον εὑρή- σομεν οὕτω πεῖθον ὡς πολλάκις τινὰ τῶν καθηκόντων ὑπερβαίνειν. οὐ τοίνυν ἀσκόπως ὁ Πλάτων ἀποβλέπων εἰς τὴν διʼ αὐτῶν γινομένην πειθὼ ἔλεξεν ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργὸς οὐχ ὁπωσοῦν ἀλλὰ διὰ λόγων.

    καὶ μὴν οὐκ ἐπεὶ λόγοις πείθει, πάντως ἐστὶ ῥητορική (καὶ γὰρ ἡ ἰατρικὴ καὶ αἱ ὁμοειδεῖς ταύτῃ τέχναι διὰ λόγου πείθουσιν), ἀλλʼ εἴ τις ἐν αὐτοῖς προηγουμένως τοῖς λό- γοις ὑποκειμένην ἔχει τὴν ἰσχύν· καὶ οὐ κοίνως, ἐπείπερ καὶ ἡ γεωμετρία καὶ ἀριθμητικὴ καὶ πᾶσα ἡ τῷ γένει θεωρητικὴ τέχνη ἐν λόγοις προηγουμένως ἔχει τὸ κῦρος, ἀΑλλʼ ὅταν σὺν τούτοις μὴ διδασκαλικήν, ὤσπερ γεωμετρία, ἀλλὰ πειστικὴν ποιῆται τὴν πειθώ ὅπερ ἦν ἴδιον ῥητο- ρικῆς.

    Ξενοκράτης (fr. 13 Heinze) δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι (fr. II 294 Arn.) ἔλε- γον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος καὶ ἀρχαι- κῷ νόμῳ, ἀντὶ τῆς τέχνης, ἄλλως δὲ τῶν Στωικῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομέ ην. τὸ δέ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μέν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἔστιν ἱργον,

    τὸ δέ λέγειν ἐν μήκει καὶ διεξόδῳ | θεωρούμενον ῥητορικῆς ἐτύγχανεν ἴδιον. ἔνθεν γοῦν καὶ Ζήνων ὁ Κι- τιεύς (Stoic. fr. I 75) ἐρωτηθεὶς ὅτῳ διαφέρει διαλεκτικὴ ῥητορικῆς, συστρέψας τὴν χεῖρα καὶ πάλιν ἐξαπλώσας [*](2 τοῖς δικασταῖς ζ || 4 γὰρ om. B || 5 〈πολλούς〉 πολλάκις dub. Bekk. || 9 εἴ τις pro ἐπεὶ dub. Bekk. || 10 λόγων dub. Bekk. 11 ἥτις dub. Bekk. || 12 καὶ ante οὐ om. C || 13 alt. ἡ om. Ϛ || 16 ποι- εῖται ED || 28 ἐτύγχανον L κιττιεὺς EDL |ὅτι ζήνων ὁ κιττιεύς διὰ τῆς συστροφῆς τῆς χειρὸς καὶ τῆς ἐξαπλώσεως διαφέρειν τῆς ῥητορικῆς τὴν διαλεκτικὴν ήνίξατο tit. EDL: σῆ τὸ ζήνωνος τοῦ κιττιέος παράδειγμα in marg. Ϛ )

    85
    ἔφη ῾ τούτῳ᾿, κατὰ μὲν τὴν συστροφὴν τὸ στρογγύλον καὶ βραχὺ τῆς διαλεκτικῆς τάττων ἰδίωμα, διὰ δέ τῆς ἐξ- απλώσεως καὶ ἐκτάσεως τῶν δακτύλων τὸ πλατὺ τῆς ῥητορικῆς δυνάμεως αἰνιττόμενος.

    Ἀριστοτέλης δὲ ἐν τῷ πρώτῳ τῶν Ῥητορικῶν τεχνῶν (1354 a 12) ἁπλούστερον παραδίδωσι τὴν ῥητορικὴν τέχνην λόγων. καὶ ζητουμένου πρὸς αὐτὸν ὅτι καὶ ἡ ἰατρικὴ τέχνη ἐστὶ λόγων ἰατρικῶν, ἀπολογούμενοί τινές φασιν ὅτι ἡ ἰατρικὴ τοὺς λόγους ἐφʼ ἕτερόν τι ἀναφέρει τέλος, καθάπερ τὴν ὑγείαν, ἡ δέ ῥητορικὴ ἄντικρύς ἐστι λόγων τέχνη.

    καὶ ἄλλους δέ ἐκτίθεται ὁ ἀνὴρ οὗτος ὅρους, περὶ ὧν οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν λέγειν τοῖς μὴ προηγουμέ- νως τὸν περὶ ῥητορικῆς διεξοδεύουσι λόγον, ἀλλʼ ὅσον τοῦ τὴν ἰδιότητα ταύτης περινοῆσμι πρὸς τὴν χειρισθη- σομένην ἡμῖν ἀντίρρησιν. ἧς ἀρχὴ γένοιτʼ ἂν εὐθέως ἀπὸ τῆς ἐκκειμένης νοήσεως. ἐπεὶ γὰρ τέχνην ἢ ἐπιστήμην λόγων ἢ τοῦ λέγειν καὶ πειθοῦς περιποιητικὴν βούλονται τυγχάνειν τὴν ῥητορικὴν οἱ τὴν ἔννοιαν αὐτῆς ἀποδιδόν- τες, πειρασόμεθα καὶ ἡμεῖς τῶν τριῶν τούτων ἐχόμενοι διδάσκειν τὸ ἀνυπόστατον αὐτῆς.

    Πάσα τοίνυν τέχνη (Stoic. fr. I 73 Arn.) σύστημά ἐστιν ἐκ καταλήψεων συγγεγυμνασμένων καὶ ἐπὶ τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ λαμβανουσῶν τὴν ἀναφοράν· ἡ δέ ῥητορικὴ οὐκ ἔστι σύστημα ἐκ καταλήψεων, ὡς παρα- στήσομεν· οὐκ ἄρα 〈τέχνη〉 ἐστιν ἡ ῥητορική.

    τῶν γὰρ ψευδῶν οὐκ εἰσι καταλήψεις, ψευδῆ δέ ἐστι τὰ λεγόμενα τῆς ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα οὕτω παραπει- στέον τοὺς δικαστὰς καὶ ‘ὀργὴν κινητέον ἔλεον’ καὶ ‘μοι- χῷ συνηγορητέον καὶ ἱεροσύλῳ’ 〈ἃ〉 ἐμφαίνει τὸ καθήκειν [*](§ 10 cf. Radermacher loc. cit. X et cf. PH III 188) [*](6 τέχνην om. AB || 7 λέγων ED, idem in λόγων corr. A || 9 ἀτρικὴ ED || 21 ἐπιχείρημα tit. ς || 22 et 21 ἐγκαταλήψεων A || 22 ἐγγεγυμνασμένων ED | τέλους LVr || 23 τῶν ἐν om. LVrς λαμβανουσῶν Herv.: -όντων G || 35 addit || 27 εἶναι om. Gen. Herv. || 29 ἢ ἱεροούλω LVr | 〈ἃ〉 Harder: 〈οἳ〉 Bury | ἐμφαίνειν VC: ἐμφαίνοντα [τὸ] dub. Bekk. )

    86
    οὕτω τοὺς δικαστὰς παραπείθειν | καὶ ὀργὴν ἢ ἔλεον κι- νεῖν· ἅπερ οὐκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις· ᾧ συνεισέρχεται τὸ μηδέ τὴν ῥητορικὴν ὑπάρχειν.

    καθάπερ οὖν οὐκ ἄν εἴποι- μὲν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν, καὶ τὴν κλεπτικὴν τὸ οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν, (ψευδῆ γάρ ἐστι ταῦτα, καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα), οὕτως οὐδέ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν, ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικόν, καὶ πολὺ πρό- τερον οἱ περὶ Πλάτωνα, εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.

    καὶ μὴν ἐπεὶ πᾶσα τέχνη ἤτοι ἑστηκὸς ἔχει τὸ τέλος καὶ πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπ- αγγέλλεσθαι.

    οὔτε δέ ἑστηκὸς ἔχει παν〈τελῶς τὸ〉 τέλος (οὐδὲ γὰρ ἀεὶ περιγίνεται [περὶ] τῆς τῶν ἀντιδίκων νίκης, ἀλλʼ ἔσθʼ ὅτε ἕτερον μέν προτίθεται ὁ ῥήτωρ ἕτερον δὲ ἐξακολουθοῦν ἔχει τέλος)

    οὔτε τοῦ ὡς τὸ πολὺ ἐφιέμε- νον, ἐπεὶ πᾶς ῥήτωρ ἑαυτῷ συγκρινόμενος πολλάκις ἐλεί- φθη μᾶλλον ἢ ἐνίκησεν, ἅτε διὰ παντὸς ἑτέρου τὰς ἐπι- χειρήσεις αὐτοῦ διαλύοντος· οὐκ ἄρα τέχνη ἐστὶν ἡ ῥη- τορική.

    εἴπερ τε ἐνδέχεται γενέσθαι ῥήτορα μὴ μετα- σχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥη- τορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητο- ρεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν· κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς. τοίνυν [*](§ 12 οἱ περὶ Κριτόλαον . . . κακοτεχνίαν cf. Quintilian. inst. or. II 15, 2 sqq. || 13 et 10 cf. Radermacher l. c. XI sq.) [*](3 [αἱ] Harder || 5 τοιχωρικὴν B V R: χωρικὴν C: τοιχωρυτικὴν A || 6 δεῖ et 7 καθήκει ς Bekk. || 9 οὔτε G || 12 ἀνιδόντες G: corr. Bekk. cl. p. 96, 23 || 18 〈 〉 Bury || 19 [] Bekk. || 21 ἐξακολουθῶν L || 22 εἰλήφθη Fabr. Gen. || 29 καὶ πηλάτος ED || 30 ῥήτωρ γεγονέναι VC )

    87
    οὔκ ἐστι τέχνη ἡ ῥητορική.

    ἄλλως τε καὶ [ἐπεὶ] τούτοις ἀπιστοῦμεν ὡς τοιούτοις γεγο|νόσι καὶ ἐν ἕξει κἀκ τοιαύ- της τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ᾿ οὖν γε ἐν τῷ καθʼ ἡμᾶς βίῳ πολλούς πάρεστιν ὁρᾶν λέ- γοντας μέν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις, τὰ δέ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώ- σκοντας.

    καὶ ἀντιστρόφως, εἰ οἱ ἐξηκριβωκότες [ἐπὶ πλεῖον] καὶ ἐπὶ πλεῖον ἐκπονήσαντες τὸν τεχνικὸν τῆς ῥητορικῆς λόγον ἀδυνατοῦσι ῥητορεύειν ἐπὶ δικαστηρίων καὶ ἀγορᾶς, οὐ ῥητέον τεχνικὴν μέθοδον εἶναι τὴν ῥητο- ρικήν. ἀλλὰ μὴν ὡς ὁ σύμπας οἶδε βίος, οἱ σοφιστεύοντες ἐπʼ ἄκρον μέν τὴν ῥητορικὴν ἐξήσκησαν τεχνολογίαν, ἰχθύων δὲ ἀφωνότεροι ἐπὶ τῆς [γῆς] ὑπαίθρου θεωροῦνται. τοίνυν οὐ κατὰ τέχνην εἰσί τινες ῥήτορες.

    ὅθεν καὶ γελᾶν ἔστιν ἐπʼ αὐτούς, ὅταν πρὸς τοῦτον ἀπολογούμενοι τὸν ἔλεγχον φάσκωσιν ὅτι, ὧσπερ αἱ ἀκόναι τέμνειν μέν οὐ πεφύκασιν, ὀξύνουσαι δέ τὴν μάχαιραν τέμνειν παρασκευά- ζουσιν, οὕτω καὶ αὐτοὶ ἀδυνατοῦσι μέν εἰπεῖν ὑπὸ τῆς ἀηθείας, ἄλλους δέ διὰ τέχνης προάγοντες λέγειν ποιοῦ- σιν. οὐκ ᾔδεσαν γὰρ οἱ θαυμάσιοι τὴν ἀνομοιότητα ταύτης τῆς εἰκόνος, εἴ γε ἡ μέν ἀκόνη οὐχ ἣν εἶχε δύναμιν, ταύ- την τῷ σιδήρῳ ἐμποιεῖν πέφυκεν, αὐτοὶ δὲ ἐπαγγέλλονται ὡς προηγούμενον ἔργον, ἣν ἔχουσι τέχνην, ταύτην τῷ πέλας περιποιήσειν.

    Οἱ δέ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστι Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗ- τοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μέν τέχνας οὐκ ἐκβάλ- λουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μέν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τούς δέ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ [*](§ 20 cf. Ρadermacher l. c. XIII) [*](1 ἐπεὶ G: εἰ Harder: delevi || 2 καὶ τοιαύτης G: corr. Bekk. || 6 δὲ om. AB || 7.8 [ . .] Bekk. sec. Herv. || 11 μὴν ὡς G: μὴν καὶ Gen.: μὴν καὶ ὡς Fabr. || 13 γῆς del. Lobeck ad Phrpnich. 252 || 15 ἔστιν om. ς || 19 ἀληθείας G: ἀσυνηθείας Gen. E || Fabr.: corr. Bekk. || 26 χαρμίδης E || 28 ἐπιστάμενοι G || 29 μέν om. ς )

    88
    ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου τοὺς ἐν λόγοις ἀλαζονευσαμένους,