Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οὐκοῦν ὁ περὶ πάντων [μὲν] ἐπέχων τῶν κατὰ δόξαν τελειοτάτην καρποῦται τὴν εὐδαιμονίαν, ἐν δὲ τοῖς ἀκουσίοις καὶ ἀλόγοις κινήμασι ταράττεται μέν 10a (τ 163),

  • (οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάτου, οὐδ’ ἀπὸ πέτρης,
  • ἀλλ’ ἀνδρῶν γένος ἦεν),
  • μετριοπαθῶς δὲ διατίθεται.

    ὅθεν καὶ καταφρονεῖν ἀναγκαῖον καῖον τῶν εἰς ἀνενεργησίαν αὐτὸν περικλείεσθαι νομιζόντων ἢ εἰς ἀπέμφασιν, καὶ εἰς ἀνενεργησίαν μέν,

    ὅτι τοῦ βίου παντὸς ἐν αἱρέσεσι καὶ φυγαῖς ὄντος ὁ μήτε αἱρούμενός τι μήτε φυγὼν δυνάμει τὸν βίον ἀρνεῖται καί τινος φυτοῦ τρόπον ἐπεῖχεν, εἰς ἀπέμφασιν δέ,

    ὅτι ὑπὸ τυράννω ποτὲ γενόμενος καὶ τῶν ἀρρήτων τι ποιεῖν ἀναγκαζόμενος ἢ οὐχ ὑπομενεῖ τὸ προσταττόμενον, ἀλλ’ ἑκούσιον ἑλεῖται θάνατον, ἢ φεύγων τὰς βασάνους ποιήσει τὸ κελευόμενον, οὕτω τε οὐκέτι ‟ἀφυγὴς καὶ ἀναίρετος ἔσται” κατὰ τὸν Τίμωνα (fr. 72 Diels), ἀλλὰ τὸ μὲν ἑλεῖται, τοῦ δ’ ἀποστήσεται, ὅπερ ἦν τῶν μετὰ πείσματος κατειληφότων τὸ φευκτόν τι εἷναι καὶ αἱρετόν.

    ταῦτα δὴ λέγοντες οὐ συνιᾶσιν, ὅτι κατὰ μὲν τὸν φιλόσοφον λόγον οὐ βιοῖ ὁ σκεπτικός ἀνενέργητος γάρ ἐστιν ὅσον ἐπὶ τούτῳ), κατὰ δὲ τὴν ἀφιλόσοφον σοφον τήρησιν δύναται τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ φεύγειν.

    ἀναγκαζόμενός τε ὑπὸ τυράννου τι τῶν ἀπηγορευμένων πράττειν, τῇ κατὰ τοὺς πατρίους νόμους καὶ τὰ ἔθη προλήψει τυχὸν τὸ μὲν ἑλεῖται, τὸ δὲ φεύξεται· καὶ ῥᾷόν γε οἴσει τὸ σκληρὸν παρὰ τὸν ἀπὸ τῶν δογμάτων, ὅτι οὐδὲν ἔξωθεν τούτων προσδοξάζει καθάπερ ἐκεῖνος.

      εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον ἐν τοῖς περὶ τοῦ σκεπτικοῦ τέλους σχολασθεῖσι (Hyp. Ι 25 — 30), καὶ οὐκ ἀναγκαῖον (μ

    1. αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν.
    2. [*](8 μὲν del. Bekk.: post καρποῦνται (v. 9) transp. Riistow 16 αἱρέσεσι Bekk.: αἱρέσει G 18 τρόπον G: τόπον Arnim dubit. 20 ὑπομενεῖ Gen.: ὑπομένει G 23 τοῦ LEς: τὸ 24 ὑπειληφότων Bekk. dubit. 27 τούτοις E 29 ἀναγκαζόμενός N: ἀναγκαζόμενοί ΕLς 1 τούτων G: τούτῳ Bekk.)

      ὅθεν περὶ ἀγαθῶν καὶ κακῶν ἀποδόντες, ἀφ’ ὧν αἱ ἀπορίαι ἐπὶ πάντα σχεδὸν τὸν ἠθικὸν διατείνουσι τόπον, φέρε τὸ μετὰ τοῦτο σκοπῶμεν, εἰ ἔστι τις περὶ τὸν βίον τέχνη.

    3. ς΄ εἰ ἔστι τις περὶ τὸν βίον τέχνη

    ὅτι μέν ἐστι δυνατὸν κατὰ τρόπον βιοῦν αἱρουμένους τὴν περὶ πάντων ἐποχήν, ἀποχρώντως ἡμῖν δέδεικται· οὐδὲν δὲ κωλύει ἐκ παραλλήλου δοκιμάζειν καὶ τὴν τῶν δογματικῶν στάσιν, καίπερ ἀπὸ μέρους ἤδη δοκιμασθεῖσαν. ἐπαγγέλλονται γὰρ τέχνην τινὰ περὶ τὸν βίον παραδώσειν,

    καὶ διὰ τοῦτο Ἐπίκουρος (fr. 219 Us.) μὲν ἔλεγε τὴν φιλοσοφίαν ἐνέργειαν εἶναι λόγοις καὶ διαλογισμοῖς τὸν εὐδαίμονα βίον περιποιοῦσαν,

    οἱ δὲ Στωικοὶ (ΙΙΙ fr. 598 Arn.) καὶ ἄντικρύς φασι τὴν φρόνησιν, ἐπιστήμην οὖσαν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, τέχνην ὑπάρχειν περὶ τὸν βίον, ἥν οἱ προσλαβόντες μόνοι γίνονται καλοί, μόνοι πλούσιοι, σοφοὶ 19a μόνοι. ὁ γὰρ πολλοῦ ἄξια κεκτημένος πλούσιός ἐστιν, ἡ δὲ ἀρετὴ πολλοῦ ἐστιν ἀξία, καὶ μόνος ταύτην ὁ σοφὸς κέκτηται· μόνος ἄρα ὁ σοφός ἐστι πλούσιος. καὶ ὁ ἀξιέραστός ἐστι καλός, μόνος δὲ ὁ σοφὸς ἀξιέραστος· μόνος ἄρα ὁ σοφός ἐστι καλός.

    αἱ δὴ τοιαῦται ὑποσχέσεις θηρεύουσι μὲν τοὺς νέους ἐλπίσι [*](24a) ψυχραῖς, οὐκέτι δέ εἰσιν ἀληθεὶς. παρὸ καὶ ὁ Τίμων ὁτὲ μὲν τοὺς ἐπαγγελλομένους τὴν παράδοσιν αὐτῶν ἐπισκώπτει, λέγων (fr. 65 Diels)·

  • πολλῶν λακεδόνων λυμάντορες† ἐπιδολωταί,
  • ὁτὲ δὲ τοὺς προσέχοντας αὐτοῖς μεταμελομένους ἐφ’ οἶς μάτην ἐμόχθησαν παρεισάγει διὰ τούτων (fr. 66 Diels)·

  • φῆ δέ τις αἰάζων, οἵα βροτοὶ αἰάζουσιν,
  • οἴμοι ἐγὼ τί πάθω; τί νυ μοι σοφὸν ἔνθα γένηται;
  • πτωχὸς μὲν φρένας εἰμί, νόου δέ μοι οὐκ ἔνι κόκκος.
  • [*](6 σχεδὸν ἐπὶ πάντα ς 19/19 a προσλαβόντες LE: προλαβόντες Nς 28 ἐπιδολωταί NLE: ἐπιδολοταί ς: αἰπυδολωταί Fabr.: ἐλπιδοδῶται Usener: ἐλπιδολώται Meineke)
  • τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες
  • μηδὲ κατατρώξαντες ἐνὶ σχολῇ ὅσσ’ ἐπέπαντο.
  • νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι
  • καὶ πενίῃ καὶ ὅσ’ ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ.
  • διότι δὲ ταῦθ’ οὕτως ἔχει, μάθοιμεν ἂν ἐντεῦθεν ἐπιστήσαντες.

    ἡ γὰρ ἀξιουμένη περὶ τὸν βίον εἶναι τέχνη, καὶ καθ’ ἣν εὐδαιμονεῖν ὑπειλήφασιν, οὐ μία τις ἐστίν, ἀλλὰ πολλαὶ καὶ διάφωνοι, οἷον ἡ μὲν κατὰ τὸν Ἐπίκουρον, ἡ δὲ κατὰ τοὺς Στωικούς, τὶς δὲ τῶν ἀπὸ τοῦ Περιπάτου. ἤτοι οὖν πάσαις ὁμοίως ἀκολουθητέον ἢ μιᾷ μόνῃ ἢ οὐδεμιᾷ.

    καὶ πάσαις μὲν ἀκολουθεῖν τῶν ἀμηχάνων διὰ τὴν μάχην· ὃ γὰρ ἥδε προστάσσει ὡς αἱρετόν, τοῦτο ἥδε ἀπαγορεύει ὡς φευκτόν, οὐκ ἐνδέχεται δὲ τὸ αὐτὸ ἅμα καὶ διώκειν καὶ φεύγειν.

    εἰ δὲ μιᾷ κατακολουθητέον ἐστίν, ἤτοι τῇ ὁποιᾳδήποτε οὖν· ὅπερ ἀδύνατον. ἀκολουθεῖ γὰρ ἴσον τὸ πάσαις θέλειν ἕπεσθαι· εἰ γὰρ τῇδε προσεκτέον, τί μᾶλλον τῇδε ἢ τῇδε; καὶ ἀναστρόφως. λείπεται ἄρα τῇ

    προκριθείσῃ λέγειν δεῖν ἕπεσθαι. ἤτοι οὖν τῇ ὐπ’ ἄλλης προκριθείσῃ κατακολουθήσομεν ἢ τῇ ὑφ’ ἑαυτῆς. καὶ εἰ μὲν τῇ ὑφ’ ἑαυτῆς, ἄπιστος ἔσται, ἢ δεήσει πάσας ἡγεῖσθαι πιστάς· εἰ γὰρ ἥδε, καθόσον ὑφ᾿ ἑαυτῆς κέκριται, ἔστι πιστή, καὶ αἱ λοιπαὶ γενήσονται πισταί· ἑκάστη γὰρ αὐτῶν ὑφ’ ἑαυτῆς κέκριται.

    εἰ δὲ ὐπ’ ἄλλης, δεήσει πάλιν καὶ οὕτως αὐτὴν ἀπιστεῖσθαι· ὧς γὰρ αὐτή, παρόσον διαφωνεῖ ταῖς ἄλλαις, ἐδεῖτο κρίσεως, οὕτω καὶ ἡ κρίνουσα αὐτήν, ἡ διαφωνεῖ ταῖς λοιπαῖς ἀγωγαῖς, δεήσεται τῆς [*](173—177 ~ Hyp. ΙΙΙ 239.) [*]( ἦ με μάτην Stephanus: ἦ με μαθεῖν G: ἤ με μάθει F. Schoell: ἠλέματον Diels coll. Diog. Laert. IV 42 φεύξασθαι N 3 μὴ G: μὲν Villoison 4 μηδὲ Osann: μήτε G: ἠὲ Meineke 6 ἄλλους N 7 ἔχοι N 10 ἡ alt. NLE: οἱ ς fort. ἤτοι τῇ <προκριθείσῃ ἢ τῇ> ὁπ., cum quid requirat 18 ἴσως Bekk. dubit. : ἴσον <εἶναι> τῶ N 22 ἢ Fabr.: καὶ G 25 προκέκριται Rüstow coll. v. 21 26/27 διαφωνεῖ ταῖς LEς: διαφωνεῖται N 27 ἡ N (addid. iam Fabr.): om. LEς)

    κρινούσης καὶ παρ’ αὐτὸ τοῦτο οὐκ ἔσται πιστὸν ἐκείνης κριτήριον. εἰ οὖν μήτε πάσαις ἐνδέχεται ταῖς περὶ τὸν βίον τέχναις ἀκολουθεῖν μήτε μιᾷ, λείπεται μηδεμιᾷ ἕτεσθαι.

    καὶ ἄλλως· ὡς προεῖπον (§ 173), πολλῶν περὶ τὸν βίον τεχνῶν κατ’ ἀνάγκην δεῖ τὸν μιᾷ τούτων προσαναπαυσάμενον κακοδαιμονεῖν, οὐ μόνον διὰ τὰς προειρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὴν τοῦ λόγου προἰόντος λεχθησομένην. ἕκαστος γὰρ τῶν ἀνθρώπων ἔχεται πάθει τινί· ἢ γὰρ φιλόπλουτός ἐστιν ἢ φιλήδονος ἢ φιλόδοξος· τοιοῦτος δὲ ὢν ὐπ’ οὐδεμιᾶς τῶν δογματικῶν ἀγωγῶν δύναται καταστέλλεσθαι,

    ἀλλ’ ὁ μὲν φιλόπλουτος ἢ φιλόδοξος ἐκπυρσεύεται μᾶλλον τὴν ἐπιθυμίαν ὑπὸ τῆς Περιπατητικῆς φιλοσοφίας, καθ’ ἣν ὁ πλοῦτος καὶ ἡ δόξα τῶν ἀγαθῶν ἐστιν, ὁ δὲ φιλήδονος προσεκκαίεται ὑπὸ τῆς κατὰ Ἐπίκουρον ἀγωγῆς (τέλος γὰρ εὐδαιμονίας ἡ ἡδονὴ ἀποδείκνυται κατ’ αὐτόν), ὁ δὲ φιλόδοξος [πρῶτος] εἰς αὐτὸ τὸ πάθος πρὸς τῶν Στωικῶν λόγων, καθ’ οὓς ἡ ἀρετὴ μόνον ἐστὶν ἀγαθόν, καὶ τὸ ἀπ’ ἀρετῆς γινόμενον.

    πᾶσα οὖν ἡ λεγομένη περὶ τὸν βίον ἐπιστήμη τοῖς δογματικοῖς φιλοσόφοις ἐπιτείχισμά ἐστι τῶν ἀνθρωπίνων κακῶν, ἀλλ’ οὐ βοήθεια.

    Κἂν μίαν δὲ δῶμεν εἶναι τέχνην περὶ τὸν βίον, καὶ ταύτην σύμφωνον, οἷον τὴν Στωικήν, οὐδ’ οὕτως προσησομεθα διὰ τὸ πολλὰς καὶ ποικίλας αὐτῇ συνεισάγεσθαι κῆρας.