Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ γὰρ ἡ μὲν περὶ τὸν βίον τέχνη φρόνησις οὖσα ἔστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ ἕξουσι φρόνησιν οὐδὲ τέχνην τινὰ περὶ τὸν βίον, μὴ ἔχοντες δὲ ταύτην οὐδὲ ἄλλους διδάξουσιν. εἴπερ τε κατ’ αὐτούς οὐδεμία δύναται συστῆναι τέχνη, οὐδ’ ἡ περὶ τὸν βίον συστήσεται· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.

τέχνη γάρ ἐστι (Stoic. fr. I 73 Arn.) σύστημα [*](180—183 ~ Hyp. III 240—242.) [*]( ἐνδέχεται πάσαις N 3 διὰ Bekk.: ἐπὶ G λόγου om. N 7/8 ἢ φιλόδοξος del. Rüstow 9 καὶ ἡ δόξα del. Rüstow 12 πρῶτος del. Hervetus 18 δὲ om. N θῶμεν Heintz coll. p. 177, 19 19/20 προσησόμεθα Bekk. sec. Hervetum: προησ. G 21 ἐπεὶ γὰρ Heintz dubit. coll. p. 177, 23)

ἐκ καταλήψεων, καὶ κατάληψίς ἐστι καταληπτικῆς φαντασίας συγκατάθεσις. οὐδεμία δ’ ἦν καταληπτικὴ φαντασία διὰ τὸ μήτε πᾶσαν ὑπάρχειν φαντασίαν καταληπτικήν (μάχονται γάρ), μήτε τινὰ διὰ τὴν ἀνεπικρισίαν. μὴ δὲ καταληπτικῆς φαντασίας οὐδὲ συγκατάθεσίς τις αὐτῆς γενήσεται, οὑτωσὶ δὲ οὐδὲ κατάληψις. μὴ οὔσης δὲ καταλήψεως οὐδὲ σύστημα ἐκ καταλήψεων γενήσεται, τουτέστι τέχνη. ᾧ ἀκολουθεῖ τὸ μηδὲ περὶ τὸν βίον εἶναί τινα τέχνην.

πρὸς τούτοις· ἡ καταληπτικὴ φαντασία κρίνεται κατὰ τοὺς Στωικούς (fr. II97 Arn.), ὅτι καταληπτική ἐστι, τῷ ἀπὸ ὑπάρχοντος γενέσθαι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένως καὶ ἐναπεσφραγισμένως· τό θ’ ὑπάρχον δοκιμάξεται, ὅτι ὑπάρχον ἐστίν, ἐκ τοῦ καταληπτικὴν κινεῖν φαντασίαν. εἰ δὲ ἵνα μὲν ἡ καταληπτικὴ κρίνηται φαντασία, τὸ ὑπάρχον δεῖ ἐπεγνῶσθαι, ἔνα δὲ τοῦτο καταληφθῇ, τὴν καταληπτικὴν φαντασίαν βέβαιον εἶναι, ἑκάτερον δὲ διὰ θάτερόν ἐστιν ἄπιστον, ἀγνωρίστου οὔσης τῆς καταληπτικῆς φαντασίας ἀναιρεῖται καὶ ἡ τέχνη, σύστημα οὖσα ἐκ καταλήψεων.

Εἴπερ τε ἡ περὶ τὸν βίον ἐπιστήμη, τουτέστιν ἡ φρόνησις, θεωρητικὴ τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἐστίν, ἤτοι ἑτέρα καθέστηκε τῶν ἀγαθῶν ὧν λέγεται ἐπιστῆμη στήμη τυγχάνειν, ἢ αὐτή ἐστι τὸ ἀγαθόν, καθὸ καὶ ὁριζόμενοί τινες ἐξ αὐτῶν φασιν· ‟ ἀγαθόν ἐστιν ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς”.

καὶ εἰ μὲν ἑτέρα ἐστὶ παρὰ τἀγαθὰ ὧν λέγεται ἐπιστήμη, οὐδ’ ὅλως ἔσται ἐπιστήμη· πᾶσα γὰρ ἐπιστήμη ὑπαρκτῶν τινῶν ἐστι γνῶσις, τὰ δὲ ἀγαθὰ καὶ κακὰ πρότερον ἐδείξαμεν (§ 42—109) ἀνύπαρκτα, οὐδ’ ἐπιστήμη τις ἔσται ἀγαθῶν καὶ κακῶν.

εἰ δ’ αὐτή ἐστιν ἀγαθὸν καὶ ἀξιοῦται τῶν ἀγαθῶν εἶναι ἐπιστήμη, ἑαυτῆς ἔσται ἐπιστήμη· ὃ πάλιν ἄτοπον. τὰ γὰρ ὧν ἔστιν ἐπιστήμη, ταῦτα προεπινοεῖται τῆς ἐπιστήμης. οἶον ἰατρικὴ λέγεται [*](1 συγκατάληψις N 2 καταλήψεων Gen.: καταλήψεως G 3 τινα om. NV 6 ὑπάρχον LEς: ὑπάρχειν N <καὶ> ἐναπ. 12 <δ’> οὔσης N 14 οὔσα om. N 18 ἡ αὐτή N (iam Bekk.): ἢ ἡ αὐτή LEς 21 οὐδ’ Bekk.: οὐθ’ G)

ἐπιστήμη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐθετέρων· ἀλλὰ προυφέστηκε τῆς ἰατρικῆς καὶ προηγεῖται τὰ ὑγιεινὰ καὶ νοσερά. πάλιν τε· ἡ μουσικὴ ἐμμελῶν ἐστι καὶ ἐκμελῶν, ἐνρύθμων τε καὶ ἐκρύθμων ἐπιστήμη· ἀλλ’ οὐ πρὶν τούτων ἔστιν ἡ μουσική.

καὶ αὐτοὶ (Stoic. fr. II 123 Arn.) δὲ τὴν διαλεκτικὴν ἔφασαν ἐπιστήμην ἀληθῶν τε καὶ ψευδῶν καὶ οὐθετέρων· οὐκοῦν προυφέστηκε τῆς διαλεκτικῆς τἀληθῆ καἲ ψευδῆ καὶ οὐθέτερα. εἰ δὴ ἑαυτῆς ἐστιν ἐπιστήμη ἡ φρόνησις, ὀφείλει προυφεστάναι ἑαυτῆς· οὐδὲν δὲ δύναται ἑαυτοῦ προυφεστηκέναι· οὐδὲ ταύτῃ τοίνυν ῥητέον εἶναί τινα περὶ τὸν βίον ἐπιστήμην.

Πᾶσά τε ὑπαρκτὴ τέχνη καὶ ἐπιστήμη ἐκ τῶν ἀποδιδομένων ὑπὸ αὐτῆς τεχνικῶν τε καὶ ἐπιστημονικῶν ἔργων καταλαμβάνεται, οἷον ἰατρικὴ μὲν ἐκ τῶν ἰατρικῶς γινομένων, κιθαριστικὴ δὲ ἐκ τῶν κιθαριστικῶς, καὶ ἤδη ζωγραφία καὶ ἀνδριαντοπλαστικὴ καὶ πᾶσαι αἱ ἐμφερεῖς. ἡ δέ γε περὶ τὸν βίον ἀξιουμένη στρέφεσθαι τέχνη οὐδὲν ἔχει συμβεβηκὸς ἐνέργημα, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη.

οἷον πολλῶν λεγομένων παρὰ τοῖς Στωικοῖς περί τε τῆς τῶν παίδων ἀγωγῆς καὶ περὶ τῆς πρὸς τοὺς γονεῖς τιμῆς καὶ ἔτι τῆς πρὸς τοὺς κατοιχομένους ὁσιότητος, ὀλίγα ἐξ ἑκάστου εἴδους ἐπιλεξάμενοι δείγματος χάριν προοισόμεθα εἰς τὴν τῆς ἐπιχειρήσεως κατασκευήν.

Καὶ μὴν περὶ μὲν παίδων ἀγωγῆς ἐν ταῖς διατριβαῖς ὁ αἱρεσιάρχης Ζήνων (fr. 250 Arn.) τοιαῦτά τινα διέξεισιν· ‟διαμηρίζειν δὲ μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ ἄλλα παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλά τὰ αὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν.” καὶ πάλιν (fr. [*](188—189 ~ Hyp. ΙΙΙ 243.) [*](190—196 ~ Hyp. ΙΙΙ 245—249.) [*](29 ὑγιεινὰ καὶ om. N Z δὴ NLE: δὲ ς 7 ὑπαρκτικὴ ς 12 γράφεσθαι N 16/17 κατηχουμένους N (cf. ad p. 168, 9 174, 12) 18 προοισόμεθα ς: προϊσ. N: προεὶς E 22 ἴσον ς)

251 Arn.)· “ διαμεμήρικας τὸν ἐρώμενον; οὐκ πότερον οὐκ ἐπερύμησας αὐτὸν διαμηρίσαι; καὶ μάλα. ἀλλὰ ἐπεθύμησας παρασχεῖν σοι αύτον, ἢ έφοβήθης κελεῦσαι; μὰ Δί’. ἀλλ’ ἐκέλευσας; καὶ μάλα.

[*](29a) εἶθ᾿ οὐχ ὑπηρέτησέ σοι; οὐ γάρ.” περὶ δὲ τῆς εἰς τοὺς γονεῖς τιμῆς παράθοιτο ἄν τις τὰ τῆς μητρομιξίας ὐπ’ αὐτῶν θρυλούμενα. καί γε ὁ μὲν Ζήνων (fr. 256 Arn.) τὰ περὶ ᾿Ιοκάστης καὶ Οἰδίποδος θεὶς ἱστορούμενά φησιν, ὅτι οὐκ ἦν δεινὸν τρῖψαι τὴν μητέρα. ‟καὶ εἰ μὲν ἀσθενοῦσαν τὸ σῶμα ταῖς χερσὶ τρίψας ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δ’ ἑτέρῳ μέρει τρίψας εὔφραινεν ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ποιήσας, τί ἦν αἰσχρόν;”

ὁ δὲ Χρύσιππος ἐν τῇ πολιτείᾳ κατὰ λέξιν φησὶν οὕτως (III 745 Αρν.)· “ δοκεῖ ταῦτα οὕτως διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς [*](8a) παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα <ἐκ υἱοῦ τεκνοποιεῖσθαι καὶ τὸν πατέρα> ἐκ τῆς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας.” [*](10a) δεῖγμα δὲ τῆς πρὸς τοὺς κατοιχομένους αὐτῶν ὁσιότητος γένοιτ᾿ ἂν καὶ τὰ περὶ τῆς ἀνθρωποφαγίας παραγγελλόμενα· οὐ γὰρ μόνον ἀξιοῦσι τοὺς τετελευτηκότας ἐσθίειν, ἀλλὰ καὶ τἀς αὐτῶν σάρκας, εἴ ποτε τύχοι τι μέρος τοῦ σώματος ἀποκοπέν.

λέγεται δ’ ἐν τῷ περὶ δικαιοσύνης ὑπὸ Χρυσίππου (fr. III 748 Arn.) ταυτί· ‟καὶ ἂν τῶν μελῶν ἀποκοπῇ τι μέρος πρὸς τὴν τροφὴν χρήσιμον, μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως <ἐκ>

ἡμετέρων ἕτερον μέρος γένηται.” ἐν δὲ τῷ περὶ τοῦ καθήκοντος, περὶ τῆς τῶν γονέων ταφῆς διεξερχόμενος, ῥητῶς [*](26 διαμεμήρικας Gen.: διαμεμήρακας G 27 πότερον N: πρότερον LEς 28 ἐπιθυμήσας et εἶτ’ pro ἢ Bekk. dubit. ἢ del. Arnim 29 μὰ διὰ (sic) N 29 a ὑπηρέτησέ LE: ὑπηρέτησαί N: ὑπηρετήσουσί ς 30 fort. τὰ <περὶ> τῆς 4 εὔφραιᾖν Arnim coll. p. 179, 17: ἐφ’ ᾧ εὗρεν G 6 τί ἦν G: τοῦτ’ ἦν Arnim dubit. 8 διεξάγειν Fabr. colL p. 179, 20: ἐξαγαγεῖν G 8 a μητέρα G (exceptis R, qui praebet πάτέρα, et L, ubi exstat ματέρα) 8a-9 ἐκ — πατέρα suppL Fabr. colL p. 179, 21/22 17 ἐκ addidi coll. p. 179, 27 18 ἕτερον om. ς)

φησίν( ΙΙΙ 752 Arn.)· φησίν (ΙΙΙ ‟ἀπογενομἐνων δὲ τῶν γονέων χρηστέον ταῖς ἁπλουστάταις, ὡς ἂν τοῦ σώματος, καθάπερ ὄνυχος ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, οὐδ’ ἐπιστροφῆς καὶ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος ἐπέβαλλε χρῆσθα ἴ’ αὐτῷ, καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων αὐτῶν ἤ κατορύξαντες τὸ μνῆμα ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν ἐπιστροφὴν [*](29a) αὐτῶν ποιήσονται, καθάπερ ὄνυχος ἢ τριχῶν.”

῾Ωδε μὲν οἱ ἀπὸ τῆς Στοᾶς, ἐπακτέον δ’ αὐτοῖς τὸ ἀκόλουθον τῆς ἐπιχειρήσεως. ἤτοι γὰρ οὕτω παραγγέλλουσι ταῦτα ποιεῖν ὧς μελλόντων αὐτοῖς χρῆσθαι τῶν νέων ἢ ὡς μὴ χρησομένων. καὶ ὧς χρησομένων μὲν οὐδαμῶς· οἱ γὰρ νόμοι κωλύουσιν, εἰ μή τι παρὰ Λαιστρυγόσι καὶ Κύκλωψι δεήσει βιοῦν, παρ’ οἶς θεμιτόν ἐστιν (ι 297) [*](6a)

  • ἀνδρόμεα κρέ’ ἔδειν καὶ ἐπ’ ἄκρητον γάλα πίνειν.
  • εἰ δ’ ὡς μὴ χρησομένων,

    παρέλκουσα γίνεται ἡ περὶ τὸν βίον τέχνη, ἧς ἡ χρῆσίς ἐστιν ἀδύνατος· ὧς γὰρ ἐν τυφλῶν δήμῳ ἄχρηστός ἐστι ζωγραφία (βλεπόντων γὰρ ἡ τέχνη), καὶ ὃν τρόπον ἐν πόλει κωφῶν ἀνόνητός ἐστι κιθαριστική ἀκούοντας γὰρ τέρπει), οὕτω καὶ ἡ περὶ τὸν βίον τέχνη πρὸς μηδέν ἐστι τοῖς μὴ δυναμένοις αὐτῇ χρῆσθαι.

    Καὶ μὴν πᾶσα τέχνη, ἐάν τε θεωρητικὴ καθεστήκῃ, ὡς γεωμετρία καὶ ἀστρολογική, ἐάν τε πρακτική, ὧς ὁπλομαχητική, ἐάν τε ἀποτελεσματική, ὧς ζωγραφία καὶ ἀνδρι- [*](197—199 ~ Hyp. ΙΙΙ 243.) [*](24 τοιαῦτά τινα N 29 ἐάσουσιν scr. coll. p. 180, 5: ἐποίσουσιν G 10 ἐστιν <ἡ> ζ. N 11 ἀνόνητος Ng (R ex corr.) ἀνόητος LE et R pr. 15 καθεστήκῃ N: καθεστήκοι LEς)

    αντοπλαστική, ἴδιον ἔχει ἔργον ᾧ διαφέρει τῶν ἄλλων διαθέσεων, τῆς δὲ φρονήσεως οὐκ ἔστιν ἴδιον ἔργον, ὧς παραστήσω· οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις.

    ὡς γὰρ τὸ κοινὸν μουσικοῦ καὶ ἀμούσου, τοῦτ’ οὐκ ἔστι μουσικόν, καὶ τὸ κοινὸν γραμματικοῦ καὶ ἀγραμμάτου, τοῦτ’ οὐκ ἔστι γραμματικόν, οὕτω καὶ συλλήβδην τὸ κοινὸν τοῦ τεχνίτου καὶ ἀτέχνου, τοῦτ’ οὐκ ἔστι τεχνικόν. [*](24a) διόπερ καὶ τὸ [τεχνικὸν] τοῦ φρονίμου καὶ κοινὸν οὐκ ἂν εἴη τῆς φρονήσεως ἴδιον ἔργον.

    πᾶν δέ γε τὸ ὑπὸ τοῦ φρονίμου γίνεσθαι δοκοῦν ἔργον, τοῦτο κοινὸν εὑρίσκεται καὶ τοῦ μὴ φρονίμου ἔργον· οἶον ἐάν τε τιμᾶν γονεῖς θώμεθα τοῦ φρονίμου ἔργον, ἐάν τε τὸ παρακαταθήκην ἀποδιδόναι τοῖς πιστεύσασιν, ἐάν τ’ ἄλλο τι τῶν τοιούτων, καὶ τοὺς μὴ σπουδαίους εὑρήσομεν τούτων τι ποιοῦντας. ὥστε μηδὲν ἴδιον εἶναι τοῦ σοφοῦ ἔργον, ᾡ διοίσει τῶν μὴ σοφῶν. εἰ δὲ τοῦτο, οὐδὲ φρόνησις ἔσται τέχνη τις περὶ τὸν βίον, ἧς ἴδιον οὐδὲν τεχνικόν ἐστιν ἔργον.

    Ἀλλὰ πρὸς τοῦθ’ ὑπαντῶντές φασι πάντα μὲν κοινὰ εἶναι καὶ πάντων τὰ ἔργα, διορίζεσθαι δὲ τῷ ἀπὸ τεχνικῆς [διαιρέσεως καὶ] διαθέσεως ἢ ἀπὸ ἀτέχνου γίνεσθαι. γὰρ τὸ ἐπιμελεῖσθαι γονέων καὶ ἄλλως τιμᾶν γονεῖς τοῦ σπουδαίου ἐστὶν ἔργον, ἀλλὰ σπουδαίου τὸ ἀπὸ φρονήσεως τοῦτο ποιεῖν·