Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Εὐδαίμων μὲν <οὖν> ἐστιν ὁ ἀταράχως διεξάγων καί, ὧς ἔλεγεν ὁ Τίμων (fr. 63 Diels), ἐν ἡσυχίᾳ καὶ γαληνότητι [*](9a) καθεστώς ’

  • πάντῃ γὰρ ἐπεῖχε γαλήνη
  • καὶ (fr. 64 Diels)
  • τὸν δ’ ὧς οὖν ἐνόησ’ ἐν νηνεμίῃσι γαλήνης.
  • τῶν δὲ λεγομένων ὑεγομένων ἀγαθῶν τε καὶ κακῶν τὰ μὲν κατὰ δόξαν εἰσῆκται, τὰ δὲ κατ’ ἀνάγκην.

    ἀλλὰ κατὰ μὲν λογικὴν δόξαν εἰσῆκται ὅσα κατὰ κρίσιν διώκουσιν ἔνθρωποι ἢ φεύγουσιν , οἶον ἐν μὲν τοῖς ἐκτὸς αἱρετὰ λέγεται καὶ ἀγαθὰ [καὶ] πλοῦτος καὶ δόξα καὶ εὐγένεια καὶ φιλία καὶ πᾶν τὸ ἐοικός, ἐν δὲ τοῖς περὶ σῶμα κάλλος ἰσχὺς εὐεξία, ἐν δὲ τοῖς περὶ ψυχὴν ἀνδρεία δικαιοσύνη φρόνησις, κοινῶς ἀρετή, καὶ φευκτὰ τὰ ἐναντία τούτοις.

    κατ’ ἀνάγκην δὲ παρῆλθεν ὁπόσα κατ’ ἄλογον αἰσθήσεως πάθος συνίσταται περὶ ἡμᾶς, καὶ ὅσα φυσική τις ἀνάγκη παρέχει, [*](17/17a Buppl. Bekkeram secutus e p. 572, 17/18 24 ἔστι φύσει ’ς 25 νόμῳ Hirzel 27 τὸ addidi τὸν G: τὸ edd. 28 οὖν addidi 30 γαλήνην N 3 λογικὴν ante κρίσιν transp. Heintz 3/4 ἢ φεύγουσιν ἄνθρωποι N 5 καὶ del. Bekk. εὐγένεια καὶ δόξα ἡ)

  • ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο (Γ 66)
  • ἢ φύγοι, ὡς ἀλγηδὼν καὶ ἡδονή.

    διόπερ τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς, περὶ μὲν τοῦ μόνον ἀταράχως διεξάγειν ἐν τοῖς κατὰ δόξαν ἀγαθοῖς καὶ κακοῖς τὸν περὶ πάντων ἐπέχοντα ἤδη παρεστήσαμεν καὶ πρότερον, ὅτε περὶ τοῦ σκεπτικοῦ τέλους (Hjp. I 25 — 30) διελεγόμεθα, καὶ ἐπὶ τοῦ παρόντος, ὅτε ἐδείκνυμεν (§ 110—140), οὐκ ἔστιν εὐδαιμονεῖν φύσει ἀγαθόν τι καὶ κακὸν ὑποστησάμενον.

    ὁ μὲν γὰρ τοῦτο ποιῶν ἀνηνύτοις συμπεριεφέρετο ταραχαῖς, τὰ μὲν φεύγων τὰ δὲ διώκων, καὶ πολλὰ μὲν αὐτῷ ἐπισπώμενος κακὰ διὰ τἀγαθά, ἐν πολλαπλασίοσι δὲ τριβόμενος κακοῖς διὰ τὴν περὶ τῶν κακῶν δόξαν.

    οἷον ὁ λέγων, εἰ τύχοι, ἀγαθὸν μὲν τὸν πλοῦτον, κακὸν δὲ τὴν πενίαν, μὴ ἔχων μὲν τὸν πλοῦτον διχῶς ταράττεται, καὶ ὅτι οὐκ ἔχει τὸ ἀγαθόν, καὶ ὅτι πραγματεύεται τὴν περίκτησιν αὐτοῦ, κτησάμενος δ’ αὐτὸν κατὰ τρεῖς τιμωρεῖται τρόπους, καὶ ὅτι πέραν τοῦ μετρίου γέγηθε, καὶ ὅτι πραγματεύεται εἰς τὸ παραμένειν αὐτῷ τὸν πλοῦτον, καὶ ὅτι ἀγωνιᾷ καὶ δέδιεν αὐτοῦ τὴν ἀποβολήν.

    ὁ δὲ μήτε ἐν τοῖς φύσει ἀγαθοῖς τάττων τὸν πλοῦτον μήτε ἐν τοῖς φύσει κακοῖς, τὴν δὲ ‟οὐ μᾶλλον” προφερόμενος φωνήν, οὔτε ἐπὶ τῇ ἀπουσίᾳ τούτου ταράττεται οὔτε ἐπὶ τῇ παρουσίᾳ γέγηθεν, μένει δὲ καθ’ ἑκάτερον ἀτάραχος. ὥστ’ ἐν μὲν τοῖς κατὰ δόξαν νομιζομένοις ἀγαθοῖς τε καὶ κακοῖς καὶ ἐν ταῖς τούτων αἱρέσεσι καὶ φυγαῖς τελέως ἐστὶν εὐδαίμων,

    ἐν δὲ τοῖς κατ’ αἴσθησιν καὶ ἀλόγοις κινήμασιν εἰκάζει. τὰ γὰρ μὴ παρὰ τὴν τοῦ λόγου διαστροφὴν συμβαίνοντα καὶ τὴν φαύλην δόξαν, ἀλλὰ κατὰ ἀκούσιον τῆς αἰσθήσεως πάθος, ἀμήχανόν ἐστιν ὑπὸ τοῦ κατὰ τὴν σκέψιν λόγου ἀπαλλάττεσθαι·

    τῷ γὰρ διὰ λιμὸν ἢ δίψος ὀχλουμένῳ οὐ δυνατὸν ἐμποιεῖν πεῖσμα διὰ [*](11 ὡς — ἡδονή post ἡμᾶς (v. 10) transp. Rilstow 21 περὶ <τὴν> τῶν LE 23 μὲν LE: δὲ Ng 27 περιμένειν N 29 τὸν om. LE: s. s. N (m. 2?) 30 οὐ μᾶλλον <ἢ τήνδε> 32 παρουσίᾳ <τούτου> N 32/1 ἀταράχως N 2 καὶ alt. om. 4 εἰκάζει G: μετριάζει Bekk. dubit.: εἴκει Pappenheim)

    τοῦ κατὰ τὴν σκέψιν λόγου, ὅτι οὐκ ὀχλεῖται, καὶ τῷ ἐν ταῖς τούτων παρηγορίαις διαχεομένῳ οὐκ ἐνδέχεται πειθὼ ἐμποιεῖν περὶ τοῦ ὅτι οὐ διαχεῖται.

    τί οὖν, φασίν, ὄφελος ὑμῖν, οἱ δογματικοί, πρὸς εὐδαιμονίαν ἐκ τῆς ἐποχῆς, εἰ ταράττεσθαι πάντως δεῖ καὶ ταραττομένους κακοδαιμονεῖν; μέγα, φήσομεν, ὄφελος. καὶ γὰρ εἰ ταράττεται ὁ περὶ πάντων ἐπέχων κατὰ τὴν τοῦ ἀλγύνοντος παρουσίαν, ἀλλ’ εὐφορώτερον παρὰ τὸν ἀπὸ τῶν δογμάτων φέρει τὴν ὄχλησιν,

    πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἴσον ἄπειρα τῷ πλήθει τἀγαθὰ διώκοντα καὶ περιιστάμενον τὰ κακὰ ὧς ὑπὸ Ἐρινύων ἐλαύνεσθαι τῶν κατὰ τὰς διώξεις καὶ φυγὰς ταραχῶν, ἢ τοῦτο μὲν μὴ πάσχειν, ‘ὲν δὲ μόνον ἐξ ἀπάντων ἀποτεμνόμενον κακὸν τούτου τὴν ἔκκλισιν καὶ φυλακὴν πραγματεύεσθαι.

    δεύτερον δὲ καὶ τοῦτο, ὅπερ φεύγουσιν οἱ ἐφεκτικοὶ ὧς κακόν, οὐκ ἄγαν ἐστὶ ταρακτικόν. ἢ γὰρ μικρός τις ὁ πόνος ἐστί, καθάπερ ὁ καθ’ ἑκάστην ἡμέραν ἐγγινόμενος ἡμῖν λιμὸς ἢ δίψος ἤ ψῦχος ἢ θάλπος ἤ τι τῶν παραπλησίων,

    ἢ τοὐναντίον σφοδρότατος καὶ ἀκρότατος, ὧς ἐπὶ τῶν ἀνηκέστοις συνεχομένων βασάνοις, δι’ ὧν πολλάκις οἱ ἰατροὶ ἀνωδύνους πορίζουσι δυνάμεις πρὸς τὸ βραχεῖάν τινα λαβεῖν ἀναστροφὴν εἰς βοήθειαν, ἤ μέσος καὶ παρατείνων, καθάπερ ὁ ἔν τισι νόσοις.

    τούτων δὲ ὁ μὲν καθ’ ἑκάστην ἡμέραν συναντῶν εὐπορίστους ἔχων τἀς παρηγορίας, τροφὴν καὶ πόμα καὶ σκέπην, πρὸς ἐλάχιστον ταράττει· ὁ δὲ ἀκρότατος καὶ εἰς τὰ μάλιστα ταρακτικώτατος, ἀλλά τοί γε πρὸς ἀκαρὲς ἀστραπῆς τρόπον δειματώσας ἤ ἀναιρεῖ ἢ ἀναιρεῖται.

    ὁ δὲ μέσος καὶ παρατείνων οὔτε παρ’ ὅλον ἐστὶ τὸν βίον οὔτε συνεχὴς τὴν φύσιν, ἀλλὰ πολλὰς διαναπαύσεις ἔχων καὶ ῥαστώνας· διηνεκὴς γὰρ ὢν οὐκ ἂν παρέτεινεν. μέτριος οὖν ἐστι καὶ οὐχ οὕτω φοβερὰ ἡ περὶ τὸν σκεπτικὸν συμβαίνουσα ταραχή.

    οὐ μὴν ἀλλὰ κἂν μεγίστη τις ᾖ, οὐχ ἡμᾶς [*](9 τῶ LEς: τῶν N ἐν del. Kayser 12 ἡμῖν N 16 τὸν NL (iam Bekkerus coll. p. 577,32): τὴν E: τῶν ς: τούς 18 διώκοντα Bekk.: διώκειν G 27 τοῖς ς 28 ὧν ς: ὃν LE et N (sed ὁ in ras.): an διόπερ? 2 καὶ εἰς Bekk.: καὶ εἰ G: εἰ καὶ Heintz secundum Hervetum (etiamsi))

    αἰτιᾶσθαι δεῖ τοὺς ἀκουσίως καὶ κατ’ ἀνάγκην πάσχοντας, ἀλλὰ τὴν φύσιν (Eurip. fr. 920 Nauck),
  • ἡ νόμων οὐδὲν μέλει,
  • καὶ τὸν δοξαστικῶς καὶ κατὰ κρίσιν ἐπισπώμενον ἑαυτῶ τὸ κακόν. ὥσπερ γὰρ τὸν πυρέττοντα οὐκ αἰτιατέον, ὅτι πυρέττει (ἀκουσίως γὰρ πυρέττει), τὸν δὲ μὴ ἀπεχόμενον τῶν ἀσυμφόρων αἰτιατέον (ἐπ’ αὐτῷ γὰρ ἔκειτο τὸ ἐπέχεσθαι τῶν ἀσυμφόρων), οὕτω τὸν μὲν ταραττόμενον ἐπὶ παροῦσι τοῖς ἀλγεινοῖς οὐκ αἰτιατέον·

    οὐ γὰρ παρ’ αὐτὸν γίνεται ἡ διὰ τὸν πόνον ταραχή, ἀλλ’ ἐάν τε θέλῃ, ἐάν τε καὶ μή, γίνεσθαι κατ’ ἀνάγκην ὀφείλει· τὸν δὲ παρὰ τἀς ἰδίας ὑπολήψεις ἀναπλάττοντα αὑτῷ αἱρετῶν τε καὶ φευκτῶν πραγμάτων πλῆθος αἰτιατέον· ἑαυτῷ γὰρ ἐγείρει κακῶν πλήμμυραν. καὶ τοῦτο πάρεστιν ἰδεῖν ἐπ’ αὐτῶν τῶν λεγομένων κακῶν.

    ὁ μὲν γὰρ μηδὲν προσδοξάζων περὶ τοῦ κακὸν εἶναι τὸν πόνον ἔχεται τῷ κατηναγκασμένῳ τοῦ πόνου κινήματι· ὁ δέ γε προσαναπλάσσων, ὅτι μόνον ἀνοίκειόν ἐστιν ὁ πόνος, ὅτι μόνον κακόν, διπλασιάζει τῇ δόξῃ ταύτῃ τὸ κατὰ παρουσίαν αὐτοῦ συμβαῖνον ὄχλημα.

    ἢ γὰρ οὐ θεωροῦμεν, ὧς καὶ ἐπὶ τῶν τεμνομένων πολλάκις αὐτὸς μὲν ὁ πάσχων καὶ τεμνόμενος ἀνδρικῶς ὑπομένει τὴν ἐκ τῆς τομῆς βάσανον, μήτε (λ 529)

  • ὠχρήσας χρόα κάλλιμον μήτε παρειῶν
  • δάκρυ ὀμορξάμενος,
  • διὰ τὸ μόνῳ τῷ κατὰ τὴν τομὴν ὑποπίπτειν κινήματι· ὁ δὲ παρεστὼς αὐτῷ, συνάμα τῷ βραχεῖαν ἰδεῖν αἵματος ῥύσιν, ὠχριᾷ τρέμει περιιδροῖ ἐκλύεται, τὸ τελευταῖον ἄφωνος καταπίπτει, οὐ διὰ τὸν πόνον (οὐδὲ γὰρ πάρεστιν· αὐτῷ), διὰ δὲ τὴν περὶ τοῦ κακὸν εἶναι τὸν πόνον δόξαν.

    οὕτω μείζων ἐστὶν ἐνίοτε ἡ διὰ τὴν περί τινος κακοῦ ὧς [*](158—161 ~ Hyp. ΙΙΙ 235—237.) [*](12 μέλλει οὐδέν N 18 παρουσία N 21 ἰδίους NL 23 ταὐτὸ Heintz 24 μὲν om. N 25 τῶ NLE: αὐτοῦ ς 26 κινήματος N) [*](12 ὅτι μόνον κακόν an glossema sit, dubitat Heintz 2 συνάμα Bekk.: σύν ἅμα G 3 ἐκλύεται N: ἐκκυλίεται LEς 6 μείζων ς: μεῖζον N: om. E)

    κακοῦ δόξαν ταραχὴ τῆς δι’ αὐτὸ τὸ λεγόμενον εἷναι κακὸν συμβαινούσης.