Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἕκαστος γὰρ τῶν ἀνθρώπων τὸ δοξασθὲν ὑπὸ αὐτοῦ ἀγαθόν τε καὶ αἱρετὸν συντόνως διώκων καὶ μετὰ σφοδροῦ πείσματος λεληθότως εἰς τὴν ἀγχίθυρον κακίαν ἐμπίπτει. οἷον (ἔσται γὰρ τὸ λεγόμενον σαφὲς τῶν οἰκείων ἡμῖν τεθέντων ὑποδειγμάτων)

ὁ μὲν τὸν πλοῦτον ἀγαθὸν εἶναι προειληφὼς ὀφείλει πάντα ἐσπευσμένως ποιεῖν εἰς τὸ τυχεῖν τοῦ πλούτου, καὶ ἑκάστοτε πρὸς ἑαυτὸν τὸ κωμικὸν ἀναμελετᾶν παράγγελμα (fr. adesp. 1255 · Kock)·

  • κέρδαιν’ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος,
  • καὶ τὸ τραγικὸν ἀποδέχεσθαι (Eurip. fr. 324 Nauck)·
  • ὡ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς.
  • [*](21 βιοῦν LEg: ζῆν N βιοῦν <φύσει> Bekk. 23 τοῦτο 24 καὶ κακόν om. N 24 καὶ <τὸ> κακόν Bekk. dubit. fort. καὶ οὕτως vel οὕτως δὲ καὶ pro ὡς καὶ) 30 καὶ prius om. ς 12 χειμόνος Fabr.: χείματος olim Meineke, qui postea versum iambographi esse vel ex Eupolidis Baptis sumptum putabat 14 ὦ om. N)
    τὸ δέ γε πάντα ποιεῖν εἰς τὸ πλούτου τυχεῖν οὐκ ἄλλο τί ἐστιν ἢ φιλαργυρεῖν. ὁ ἄρα τὸν πλοῦτον μέγιστον ἀγαθὸν ἰνδαλλόμενος ἐν τῷ σπεύδειν ἐπὶ τοῦτον γίνεται φιλάργυρος.

    πάλιν ὁ τὴν δόξαν αἱρετὴν ὑποτιθέμενος συντόνως ἐφίεται τῆς δόξης, τὸ δὲ συντόνως ἐφίεσθαι τῆς δόξης ἐστὶ φιλοδοξεῖν· τὸ ἄρα τὴν δόξαν αἱρετὸν καὶ φύσει ἀγαθὸν ὑποτίθεσθαι μεγάλου τινὸς κακοῦ γεννητικόν ἐστι, τῆς φιλοδοξίας.

    καὶ ἐπὶ τῆς ἡδονῆς δὲ ταὐτὸν εὑρήσομεν· τοῖς γὰρ ἐπὶ τὴν τεῦξιν αὐτῆς σπεύδουσιν ἀνάγκη †τινὰ μοχθηρὰ† συνεξακολουθεῖν, τὴν φιληδονίαν. ὥστε εἰ τὸ ποιητικὸν τῶν κακῶν κακόν ἐστι, δέδεικται δὲ τὰ δοξασθέντα τισὶ τῶν φιλοσόφων ἀγαθὰ πάντων τῶν κακῶν ποιητικά, ῥητέον τά τισι δοξασθέντα ἀγαθὰ τῇ δυνάμει τυγχάνειν κακά.

    Καὶ μὴν οὐδὲ ἔνεστι λέγειν τοῖς ἐξ ἐναντίας, ὧς κα- τὰ μὲν τὴν δίωξιν αὐτῶν καὶ τὴν ἐπ’ αὐτὰ ὁρμὴν πάρεστί τι τοῖς ὁρμῶσι καὶ διώκουσι κακόν, οἶον τῷ μὲν τὸν πλοῦτον μετιόντι ἡ φιλαργυρία, τῷ δὲ τὴν δόξαν ἡ φιλοδοξία, τῷ δ’ ἄλλο τι ἀλλοία τις ταραχή, κατὰ δὲ τὴν τεῦξιν αὐτῶν ἀπαλλαγὴ γίνεται τῶν ταραχῶν καὶ ἀνάπαυλα τῆς πρότερον ὀχλήσεως·

    ὁ γὰρ τυχὼν τοῦ πλούτου οὐκέτι συντόνως ἐπιζητεῖ τὸν πλοῦτον, καὶ ὁ λαβόμενος τῆς ἡδονῆς λύσει τὸ σύντονον τῆς περὶ αὐτὴν σπουδῆς. καθάπερ οὖν τὰ κρημνοβατοῦντα τῶν ζῴων ὑπὲρ τοῦ πιεῖν δι’ ἀλγηδόνος ἵεται ἐπὶ τὴν ἡδονὴν καὶ ἅμα τῷ κορεσθῆναι παύεται τῶν πρὶν μόχθων, οὕτω καὶ ὁ ἄνθρωπος ἐν μὲν τῷ ἐπείγεσθαι πρὸς τὸ ἀγαθὸν ἐξ ἀνάγκης ὀχλεῖται, τυχὼν δὲ οὗ ἐπόθει καὶ τῆς ὀχλήσεως ἀπαλλάττεται.

    οὐ δὴ δυνατὸν εἶναί φαμεν ταῦτα λέγειν, οὐδ’ οὕτως ἔχειν τὸ πρᾶγμα. κἂν γὰρ τύχωσι τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν, θῶν, συνέχονται καὶ ἐπιλυποῦνται μᾶλλον, ὅτι οὐ μόνοι ταῦτα ἔχουσιν· σὺν τούτῳ γὰρ τἀγαθὰ τίμια καὶ περιὑποτιθέμενος [*](18 Bekk.: ὑποθέμενος G 19 τὸ — 20 δόξης om. ς 21 τινὸς κακοῦ N: κακοῦ τινος LEς 23 ἐπὶ Bekk.: ὑπὸ G 24 <ταραχήν> τινα μοχθηρὰν Bekk. dubit. 27/28 τυγχάνειν τῆ δυνάμει N 4 οὐκ ἔστι N 12 οὐδ’ Bekk.: οὐθ’ G)

    μαχητὰ νομίζουσι, σὺν τῷ μόνοι ταῦτα κεκτῆσθαι, διὸ καὶ ζῆλος αὐτοῖς ἐμφύεται πρὸς τοὺς πέλας καὶ βασκανία καὶ φθόνος. ὥστε καὶ τὴν δίωξιν τῶν λεγομένων [ὑπάρχειν] ἀγαθῶν οὐκ ἀταλαίπωρον εἷναι, καὶ τὴν περίκτησιν πλειόνων κακῶν ὑπάρχειν ἐπισύστασιν.

    πάλιν τε καὶ περὶ αὐτῶν τῶν κακῶν ὁ αὐτός ἐστι λόγος. προειληφὼς γάρ τις εἶναί τινα φύσει κακά, καθάπερ ἀδοξίαν πενίαν πήρωσιν ἀλγηδόνα νόσον, κοινῶς ἀφροσύνην, οὐ μόνοις ὀχλεῖται τούτοις, ἀλλὰ καὶ παμπληθέσιν ἄλλοις τοῖς δι’ αὐτὰ κακοῖς.

    παρόντων μὲν γὰρ αὐτῶν χειμάζεται οὐχ ὑπ’ αὐτῶν μόνον, ἀλλὰ καὶ τῆς περὶ αὐτῶν δόξης, καθ’ ἣν πεπίστευκεν, ὅτι κακὸν αὐτῷ πάρεστιν, καὶ ὧς ὑπὸ μείζονος κακοῦ πορθεῖται τῆς τοιαύτης προλήψεως. μὴ παρόντων δὲ ὁμοίως οὐκ ἀναπαύεται, ἀλλ’ ἤτοι προφυλαττόμενος τὸ μέλλον ἢ δεδιὼς σύνοικον ἔχει τὴν μέριμναν.

    λόγου δὲ παραστήσαντος, ὅτι οὐδὲν τούτων φύσει ἐστὶν ἀγαθὸν ἢ φύσει κακόν, λύσις ἔσται τῆς ταραχῆς καὶ εἰρηναῖος ἡμᾶς ἐκδέξεται βίος.

    Ἀλλὰ γὰρ ὅτι μὲν διὰ τὰ δοξαζόμενά τισιν ἀγαθά πλῆθος ἐπισυμβαίνει κακῶν καὶ διὰ τὰ κακὰ ἕτερα γίνεται κακά, ὡς χάριν αὐτῶν ἀνέφικτον γίνεσθαι τὴν εὔδαιμονίαν, ἐκ τῶν εἰρημένων συμφανές·

    ἀκολούθως δὲ ὑποδεικτέον, ὅτι οὐδὲ βοηθείας ἐνδέχεται τυχεῖν διὰ τῆς δογμα- τικῆς πορευομένους φιλοσοφίας. ὑποκειμένου γάρ τινος φύσει ἀγαθοῦ ἢ φύσει κακοῦ, ὁ παραμυθούμενος τὸν ταρασσόμενον ἐπὶ τῷ συντόνως διώκειν τἀγαθὸν ὡς ἀγαθὸν ἢ σφοδρῶς φεύγειν τὸ κακὸν ὧς κακὸν καταστέλλει τὴν ταραχὴν <ἤτοι> τοῦτο λέγων, ὅτι καθῆκόν ἐστι τἀγαθὸν διώκειν μήτε τὸ κακὸν φεύγειν, <ἢ> τοῦτο

    παριστάς, ὅτι τόδε μὲν τὸ διωκόμενον ὐπ’ αὐτοῦ ἐλαχίστην ἔχει ἀξίαν, καὶ οὐκ ἔστιν οἰκεῖον αὐτὸ διώκειν, τόδε δὲ μείζονα, καὶ ἁρμόζει αὐτὸ μετέρχεσθαι, οἷον ἐλάττονα μὲν [*](19 ὑπάρχειν delevi 20 παρέχειν Bekk. dubit. 23 μόνον N 29 ὅμως Bekk. dubit. 8/9 ὡς ἀγαθὸν τἀγαθὸν N 10 ταραχὴν Bekk. : ἀρχὴν G ἤτοι add. Bekk. 11 add. Gen. 13 ἔστιν Fabr.: ἔνεστιν G αὐτὸ οἰκεῖον ς)

    ἔχει ἀξίαν ὁ πλοῦτος, μείζονα δὲ ἡ ἀρετή, καὶ οὐκ ἐκεῖνον, ἀλλὰ ταύτην διωκτέον , ἢ ὅτι τοῦτο μὲν ὀλιγωφελὲς ὂν πολλὰς ἔχει τἀς ὀχλήσεις, τοῦτο δὲ πολυωφελὲς καθεστὼς ὀλίγας ἔχει τἀς ὀχλήσεις.

    ἀλλὰ τὸ μὲν λέγειν, <ὅτι> οὔτε τἀγαθὸν οἰκεῖόν ἐστι συντόνως διώκειν οὔτε τὸ κακὸν φεύγειν, παρὰ τὴν τῶν δογματικῶν ἀξίωσίν ἐστιν, ἀεί ποτε τὴν ἐκλογὴν καὶ ἀπεκλογὴν τούτων τάς τε αἱρέσεις καὶ φυγὰς θρυλούντων.

    τὸ δὲ φάναι τόδε μὲν μὴ δεῖν διώκειν ὧς ταπεινόν, ἐπὶ τόδε δ’ ἐπείγεσθαι ὧς λαμπρότερον, ἀνδρῶν ἦν οὐκ ἀπολυόντων τὴν ταραχήν, ἀλλὰ μεταγωγὴν ταύτης ποιουμένων· ὡς γὰρ τὸ πρῶτον διώκων τις ὠχλεῖτο, οὕτω καὶ τὸ δεύτερον διώκων ὀχληθήσεται, ὥστε νόσον ἀντὶ νόσου ποιεῖν τὸν τοῦ φιλοσόφου λόγον,

    γον, ἐπείπερ τὸν ἐπὶ πλοῦτον ἢ δόξαν ἢ ὑγείαν ὧς ἀγαθὸν ὁρμῶντα ἀποστρέφων εἰς τὸ μὴ ταῦτα διώκειν ἀλλὰ τὸ καλόν, εἰ τύχοι, καὶ τὴν ἀρετήν, οὐκ ἐλευθεροῖ τῆς διώξεως, ἀλλ’ ἐφ’ ἑτέραν μετατίθησι δίωξιν.

    ὧς οὖν ὁ ἰατρὸς ἀναιρῶν μὲν πλευρῖτιν, ποιῶν δὲ περιπνευμονίαν, ἤ ἀνασκευάζων μὲν φρενῖτιν, ἀντεισάγων δὲ λήθαργον, οὐκ ἀπαλλάττει τὸν κίνδυνον ἀλλ’ ἐναλλάττει, οὕτω καὶ ὁ φιλόσοφος ἑτέραν ταραχὴν ἀνθ’ ἑτέρας εἰσηγούμενος οὐ βοηθεῖ τῷ ταραττομένῳ.

    οὐδὲ γὰρ ἔνεστι λέγειν, ὅτι ἡ μὲν ἀντεισαγομένη ταραχὴ μέτριός ἐστιν, ἡ δὲ ἀναιρουμένη σφοδροτέρα. οἴαν γὰρ εἶχε δόξαν ὁ ταραττόμενος περὶ τοὐ πρότερον διωκομένου, τοιαύτην ἔχει καὶ περὶ τοῦ δευτέρου· ἐδόξαζε δὲ τό γε πρῶτον ὡς ἀγαθόν, καὶ διὰ τοῦτο ἐπ’ αὐτὸ ἔσπευδεν·

    τοίνυν καὶ τὸ δεύτερον ἀγαθὸν εἶναι δοξάζων καὶ ἐπ’ ἴσης ἐπ’ αὐτὸ σπεύδων τὴν ἴσην ἕξει ταραχήν, τάχα δὲ καὶ σφοδροτέραν, ὅσῳ μεταπέπεισται εἰς τὸ μείζονος ἀξίας εἶναι τὸ νῦν ὐπ’ αὐτοῦ διωκόμενον. οὐκοῦν εἰ ἕτερον ἀνθ’ ἑτέρου ὁ φιλόσοφος παρασκευάζοι τὸν ὀχλούμενον διώκειν, οὐκ ἀπολύσει τῆς ὀχλήσεως.

    εἰ δ’ ἀπλῶς διδάσκει, <ὅτι> τουτὶ μὲν ὀλιγωφεἐκεῖνον [*](15 ἐκεῖνον Bekk.: ἐκεῖνο G 18 ὅτι add. Bekk 26 διώκων <τις> Eς 1 περιπλευμονίαν LE 5 οὐδὲ NLE: οὐ ’ς 10 ἔσπευδεν ἐπ’ αὐτό ’ς 16 ὅτι add. Bekk.)

    λές ἐστι, πλείονας δ’ ἔχει τἀς ὀχλήσεις, <τουτὶ δὲ [*](17a) λὲς καθεστὼς ὀλίγας ἔχει τὰς ὀχλήσεις> σύγκρισιν ποιῶν αἱρέσεως καὶ φυγῆς πρὸς ἑτέραν αἵρεσιν καὶ φυγήν, καὶ οὐκ ἀναίρεσιν τῆς ταραχῆς· ὅπερ ἄτοπον. ὁ γὰρ ὀχλούμενος οὐ βούλεται μαθεῖν, τί μᾶλλον ὀχλεῖ καὶ τί ἦττον, ἀλλ’ ἀπαλλαγῆναι τῆς ὀχλήσεως πεπόθηκεν.

    μόνως οὑν ἔσται φυγεῖν ταύτην, εἰ ὑποδείξαιμεν τῷ ταραττομένῳ κατὰ τὴν τοῦ κακοῦ φυγὴν ἢ κατὰ τὴν τοῦ ἀγαθοῦ δίωξιν, ὅτι οὔτε ἀγαθόν τι φύσει ἔστι οὔτε κακόν,

  • ἀλλὰ πρὸς ἀνθρώπων ταῦτα νόῳ κέκριται,
  • κατὰ τὸν Τίμωνα (fr. 70 Diels). τὸ δέ γε διδάσκειν τὸ τοιοῦτον ἴδιον τῆς σκέψεως· ταύτης ἄρα ἦν <τὸ> τὸν [*](29a) βίον περιποιεῖν.
  • ἑ εἰ ὁ περὶ τῆς τῶν ἀγαθῶν καὶ κακῶν φύσεως
  • ἐπέχων κατὰ πάντα ἐστὶν εὐδαίμων