Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

λέληθε δὲ καὶ τούτους, ὅτι τελέως ἐστὶν εὔηθες τὸ νομίζειν τὰ προειρημένα τῶν ζῴων ἐννοίᾳ τἀγαθοῦ μέχρι τῆς ὑστάτης ἀναπνοῆς διαγωνίζεσθαι. αὐτῶν γὰρ πάρεστιν ἀκούειν λεγόντων, ὅτι ἡ φρονίμη διάθεσις μόνη βλέπει τὸ καλόν τε καὶ ἀγαθόν, ἡ δὲ ἀφροσύνη τυφλώττει περὶ τὴν τούτου διάγνωσιν, ὅθεν καὶ ὁ ἀλεκτρυὼν καὶ ὁ ταῦρος μὴ μετέχοντα τῆς φρονίμης διαθέσεως οὐκ ἂν βλέποι τὸ καλόν τε καὶ ἀγαθόν.

ἄλλως τε· εἰ ἔστι τι περὶ οἶ διαγωνίζεται ταῦτα τὰ ζῷα μέχρι θανάτου, τοῦτο οὐκ ἄλλο τί ἐστιν ἤ τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι. ἔσθ’ ὅτε δὲ τὸ νικᾶσθαι καὶ τὸ ὑποτάσσεσθαι κάλλιόν ἐστιν, ὅπου γε ἑκάτερόν ἐστιν ἀδιάφορον. οὐ τοίνυν φύσει ἀγαθόν ἐστιν, ἀλλ’ ἀδιάφορον τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι.

ἄλλως τε· εἰ φαῖεν καὶ τὸν ἀλεκτρυόνα ἤ [*](99—100 ~ Hyp. III 193.) [*](19 διάπονον (sic) N 23 διατεθέντα N 30 καίπερ Apelt: ἅπερ G: del. Kayser 15 τὸ tert. om. N 16 ὅπου — ἀδιάφορον ut glossema del. Heintz 18 ἄλλως τε Apelt: ὥστε G φαῖεν G: φαῖμεν Heintz dubit.: διδοῖμεν vel simile quid requiritur)

ταῦρον ἢ ἄλλο τι τῶν ἀλκίμων ζῴων τοῦ καλοῦ ἐφίεσθαι, πόθεν ὅτι καὶ ὁ ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται; οὐ γὰρ ἐν τῷ ἐκεῖνα δεῖξαι τούτου προνοούμενα καὶ ὁ ἄνθρωπος τοιοῦτος ὢν δέδεικται, ἐπεί τοι εἰ,

ὅτι τινὰ τῶν ζῴων ἄλκιμά κιμά ἐστι καὶ καταφρονητικὰ μὲν τοῦ ἡδέος, κατεξαναστατικὰ δὲ τῶν ἀλγηδόνων, λέγεται καὶ ὁ ἄνθρωπος προνοεῖσθαι τοῦ καλοῦ, ἐπεὶ τὰ πολλὰ λίχνα ἐστὶ καὶ γαστρὸς ἥττονα, τοὔμπαλιν ἐροῦμεν καὶ τὸν ἄνθρωπον τοῦ ἡδέος μᾶλλον ἀντιποιεῖσθαι.

εἰ δὲ λέγοιεν εἶναι μέν τινα ζῷα φιλήδονα, τὸν δ’ ἄνθρωπον μὴ πάντως τοιοῦτον ὑπάρχειν, ἀναστρέψαντες καὶ ἡμεῖς ἐροῦμεν, οὐκ εἰ τινα τῶν ζῴων κατὰ φυσικὸν λόγον μεταδιώκει τὸ καλόν, εὐθέως καὶ ὁ ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται τέλους.

ἄλλος δέ τις φήσει περιμάχητον εἶναι τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι τοῖς ζῴοις δι’ αὑτό, ἀνθρώπῳ δ’ οὐ δι’ αὐτό, διὰ δὲ τὴν ἐπακολουθοῦσαν αὐτῷ κατὰ ψυχὴν τέρψιν καὶ γῆθος, προσηνές τι τυγχάνον κατάστημα. καὶ μᾶλλόν γε τοῦτο ἐπ’ ἀνθρώπων ἔστιν ὑπολαβεῖν, ἐφ’ ὧν καὶ τιμὴ καὶ ἔπαινος καὶ δωρεαὶ καὶ δόξαι ἱκανά ἐστιν ᾔδειν καὶ διαχεῖν τὴν 5 | διάνοιαν καὶ παρ’ αὐτὸ τοῦτο κατεξαναστατικὴν αὐτὴν τῶν ὀχληρῶν παρέχειν.

ὅθεν καὶ οἱ μέχρι τελευτῆς ἀριστεύοντες καὶ ὑπὲρ πατρίδος εἰς ἀναίρεσιν αὐτοὺς ἐπιδιδόντες διὰ ταύτην ’ίσως τὴν αἰτίαν ἐπάνδρως ἀγωνίζονται καὶ θνῄσκουσιν· καὶ γὰρ εἰ τελευτῶσι καὶ τοῦ ζῆν μεθίστανται, ἀλλὰ τοί γε ὅτε ζῶσιν ἥδονται καὶ γήθουσι πρὸς τούς ἐπαίνους.

εἰκὸς δ’ ἔστιν ἐνίους αὐτῶν καὶ προσδοξάζοντας, ὅτι μετὰ τελευτὴν ὅμοιος αὐτοὺς ἔπαινος περιμένει, προῦπτον αἱρεῖσθαι θάνατον. οὐκ ἀπίθανον δ’ ἄλλους τοῦτο πάσχειν βλέποντας, ὅτι δυσυπομένητα μᾶλλον αὐτοῖς ἔσται τὰ κατὰ τὴν ζωήν, θεασαμένοις (X 62) [*](23/24 κατεξαναστατικὰ NL: κατεξαστικὰ E: κατεξαναστικὰ ς ὁ om. iSlLE 82 φήσει Fabr.: φησὶ G τοῖς <μὲν> dubit. 1 ζώοις <οὐ> δι’ αὐτό Heintz ἀνθρώπου — αὑτό glossema del. Heintz 5 δωρεά καὶ δόξα N 6 κατεξαναστικὴν ς (cf. ad p. 566, 23/24) 7 παρέχειν Bekk. : ὑπάρχειν G 11 γήθουσι NLE: γήθονται ς 13 ὁμοίως NL 14 προύπιπτον Ν)

  • υἱᾶς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας
  • καὶ θαλάμους κεραιζομένους καὶ νήπια τέκνα
  • βαλλόμενα ποτὶ γαίῃ ἐν αἰνῇ δηιοτῆτι.
  • διὰ πολλοὺς οὖν τρόπους τὸν μετ’ εὐκλείας τινὲς αἱροῦνται θάνατον, καὶ οὐ διὰ τὸ περισπούδαστον ἡγεῖσθαι τὸ παρά τισι τῶν δογματικῶν θρυλούμενον καλόν. ἀλλὰ τὰ μὲν περὶ τούτων ἐπὶ τοσοῦτον ἠπορήσθω.

  • δ’ εἰ ὑποτεθέντων φύσει ἀγαθῶν καὶ κακῶν ἐνδέχεται
  • εὐδαιμόνως βιοῦν
  • Περὶ μὲν οὖν τοῦ μηδὲν εἶναι φύσει ἀγαθόν τε καὶ κακὸν αὐταρκῶς ἐσκεψάμεθα· νυνὶ δὲ ζητῶμεν, εἰ καὶ συγχωρηθέντων αὐτῶν δυνατόν ἐστιν εὐρόως ἅμα καὶ εὐδαιμόνως βιοῦν. οἱ μὲν οὖν δογματικοὶ τῶν φιλοσόφων οὐδ’ ἄλλως φασὶν ἢ οὕτως ἔχειν· ὁ γὰρ τυχὼν τοῦ ἀγαθοῦ κατ’ αὐτοὺς καὶ ἐκκλίνων τὸ κακόν, οὗτός ἐστιν εὐδαίμων· παρὸ καὶ ἐπιστήμην τινὰ περὶ τὸν βίον εἶναι λέγουσι τὴν φρόνησιν, διακριτικὴν μὲν οὖσαν τῶν τε ἀγαθῶν καὶ κακῶν, περιποιητικὴν δὲ τῆς εὐδαιμονίας.

    οἱ δ᾿ ἀπὸ τῆς σκέψεως μηδὲν εἰκῇ τιθέντες ἢ ἀναιροῦντες, ἅπανθ’ ὑπὸ τὴν σκέψιν εἰσάγοντες διδάσκουσιν, ὧς τοῖς μὲν φύσει ἀγαθὸν καὶ κακὸν ὑποστησαμένοις ἀκολουθεῖ τὸ κακοδαιμόνως βιοῦν, τοῖς δ’ ἀοριστοῦσι καὶ ἐπέχουσι (δ 565)

  • ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν.
  • καὶ τοῦτο μάθοιμεν ἂν μικρὸν ἄνωθεν προλαβόντες.

    Πᾶσα τοίνυν κακοδαιμονία γίνεται διά τινα ταραχήν. ἀλλὰ καὶ πᾶσα ταραχὴ παρέπεται τοῖς ἀνθρώποις ἤτοι διὰ τὸ συντόνως τινὰ διώκειν ἢ καὶ διὰ τὸ συντόνως τινὰ φεύγειν.

    διώκουσι δέ γε συντόνως πάντες ἄνθρωποι τὸ δοξαζόμενον αὐτοῖς ἀγαθὸν καὶ φεύγουσι τὸ ὑποσταθὲν κακόν. πᾶσα ἄρα κακοδαιμονία γίνεται παρὰ τὸ τἀγαθὰ μὲν διώκειν ὧς ἀγαθὰ, τὰ δὲ κακὰ φεύγειν ὡς κακά. ἐπεὶ [*](17 ἑλκηθείσας NL: ἑλκυθείσας E: ἑλκυσθείσας ’ς 20 μετ’ Bekk.: μὲν ἐξ G 25 εἰ καὶ Heintz coll. p. 376, 29. 607, 9: καὶ εἰ G 28 οὐκ Bekk. dubit. 1 διατιθέντες N 2 ἅπανθ’ — εἰσάγοντες fort. delenda ut glossema 6 μάθοιμεν Bekk.: μάθωμεν G 12/13 τὸ μὲν ἀγαθὰ δ’. N)

    οὖν ὁ δογματικὸς πεπίστευκεν, ὅτι τόδε ἐστὶ φύσει ἀγαθὸν καὶ τόδε ἐστὶ φύσει κακόν, ἀεὶ τὸ μὲν διώκων τὸ δὲ φεύγων, καὶ διὰ τοῦτο ταραττόμενος, οὐδέποτε εὐδαιμονήσει.

    ἤτ’ οἱ γὰρ πᾶν ὃ διώκει τις, τοῦτ’ εὐθὺς καὶ τῇ φύσει ἀγαθόν ἐστι, καὶ πᾶν ὃ φεύγει τις ὧς φευκτόν, τοῦτο τῷ ὄντι τοιοῦτόν ἐστιν· ἤ τι τῶν διωκομένων ἐστὶν αἱρετόν, καὶ οὐ πᾶν, καί τι τῶν φευγομένων φευκτόν· ἢ ἐν τῷ πρός τι πὼς ἔχειν ἐστὶ ταῦτα, καὶ ὧς μὲν πρὸς τόνδε τόδ’ ἐστὶν αἱρετόν ἤ φευκτόν, ὧς δὲ πρὸς τὴν φύσιν τὴν τῶν πραγμάτων οὔτε αἱρετόν ἐστιν οὔτε φευκτόν, ἀλλὰ νυνὶ μὲν αἱρετόν, νυνὶ δὲ φευκτόν.

    εἰ μὲν οὖν πᾶν τὸ ὁπωσοῦν ὑπό τινος διωκόμενον ὑπόθοιτό τις φύσει ἀγαθὸν καὶ τὸ φευγόμενον φύσει φευκτόν, ἀβίωτον ἕξει τὸν βίον, ἀναγκαζόμενος τὸ αὐτὸ διώκειν ἅμα καὶ φεύγειν, καὶ διώκειν μέν, ἡ πρός τινων αἱρετὸν ὑπείληπται, φεύγειν δέ, παρόσον ἑτέροις φευκτὸν δεδόξασται.

    εἰ δὲ πᾶν μὲν τὸ διωκόμενον ἢ φευγόμενον μὴ λέγοι αἱρετὸν καὶ φευκτόν, τὶ δὲ αὐτῶν αἱρετὸν καὶ τὶ φευκτόν, βιώσεται μέν, οὐ χωρὶς δὲ ταραχῆς βιώσεται· διὰ παντὸς γὰρ τὸ δοξασθὲν αὐτῷ φύσει τυγχάνειν ἀγαθὸν διώκων καὶ τὸ ὑποληφθὲν κακὸν περιιστάμενος οὐδέποτε ἀπαλλαγήσεται ταραχῆς, ἀλλὰ καὶ μήπω δραξάμενος τἀγαθοῦ διὰ τὴν τοῦ τυχεῖν ἐπιθυμίαν σφοδρῶς ταραχθήσεται, καὶ τυχὼν διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἢ διὰ τὴν φρουρὰν τοῦ κτηθέντος οὐδέποτε ἠρεμήσει.

    ὁ δ’ αὐτὸς λόγος καὶ περὶ κακοῦ· οὔτε γὰρ ὁ ἐκτὸς ὢν αὐτοῦ ἀμέριμνός ἐστιν, ἱκανῶς ποινηλατούσης αὐτὸν τῆς τε κατὰ τὸ φεύγειν καὶ τῆς κατὰ τὸ προφυλάττεσθαι ταραχῆς, οὔτε ὁ ἐν αὐτῷ καθεστῶς παῦλαν ἔχει τῶν βασάνων, σκεπτόμενος (Ξ 507),

  • πῶς ἂν φύγοι αἰπύν ὄλεθρον.
  • εἰ δὲ μὴ μᾶλλόν τις λέγοι τι φύσει αἱρετὸν ἢ φευκτὸν μηδὲ μᾶλλον φευκτὸν ἢ αἱρετόν, ἑκάστου τῶν ὑποπιπτόντων πρός τι πὼς ἔχοντος καὶ κατὰ διαφέροντας καιρούς καὶ περιστάσεις [*](15 τὸ δὲ LE: τόδε Ng 16 φεῦγον ς 17 τις <ὡς ἀγαθόν> Bekk. dubit. 24 ἀλλὰ — φευκτόν om. ς 6/7 καὶ περὶ κακοῦ λόγος N 11 πῶς om. N 13 <δὲ> τῶν N)

    νυνὶ μὲν αἱρετοῦ καθεστῶτος, νυνὶ δὲ φευκτοῦ, βιώσεται μὲν εὐδαιμόνως καὶ ἀταράχως, μήτε ἐπ’ ἀγαθῷ ὡς ἀγαθῷ ἐπαιρόμενος μήτε ἐπὶ κακῷ ταπεινούμενος, τὸ μὲν κατ’ ἀνάγκην συμβαῖνον γεννικῶς δεχόμενος, τοῦ δὲ κατὰ δόξαν ὀχληροῦ, καθ’ ἣν κακόν τι παρεῖναι ἢ ἀγαθὸν δοξάζεται, ἐλευθερούμενος. τοῦτο μὴν αὐτῷ παρέσται ἐκ τοῦ μηδὲν φύσει ἀγαθὸν ἢ κακὸν δοξάζειν. οὐκ ἄρα ἔνεστιν εὐδαιμόνως βιοῦν ἀγαθά τινα ἢ κακὰ ὑποστησάμενον.

    Καὶ μὴν τό τινος κακοῦ ποιητικόν, τοῦτο πάντως ἐστὶ φευκτὸν ὡς καὶ κακόν. οἷον εἰ ἡ ἀλγηδών ἐστι κακόν, πάντως καὶ τὸ ποιητικὸν τῆς ἀλγηδόνος ἐπισυστήσεται τῇ ἀλγηδόνι φευκτὸν ὄν· καὶ εἰ ὁ θάνατος τῶν κακῶν ἐστιν, ἔσται καὶ τὸ θανατοῦν τῶν κακῶν ἅμα καὶ φευκτῶν. τοίνυν καὶ κοινῶς, εἰ τὸ κακὸν φευκτόν ἐστιν, ἐξ ἀνάγκης καὶ τὸ ποιητικὸν τοῦ κακοῦ φευκτὸν ἔσται καὶ κακόν.

    τὰ δὲ λεγόμενά τισι φύσει ἀγαθὰ καὶ κακῶν ἐστι ποιητικά, ὧς διδάξομεν. δυνάμει ἄρα κακά ἐστι τὰ ὑπό τινων λεγόμενα ἀγαθά, καὶ διὰ τοῦτο κακοδαιμονίας τυγχάνει αἴτια. διὰ γὰρ δὴ τὰ τοιαῦτα ἀγαθὰ πάντα ἐστι τὰ κακά, φιλαργυρία τε καὶ φιλοδοξία καὶ φιλονεικία καὶ φιληδονία καὶ τἆλλα, ὁπόσα τούτοις ἐμφερῆ ἐστιν.