Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
εἰ δὲ μήτε κατὰ ἄθρουν μεριστὸν τόπον μήτε κατὰ τὸ πρότερον <πρότερον> κινεῖταί τι, οὐδὲ κινεῖταί τι.
Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω τούτων φασὶν οἱ τὴν μεταβατικὴν κίνησιν ἀναιροῦντες. ἡμεῖς δὲ μήτε τοὺς λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέπειν, πειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν.
Τῷ δὲ αὐτῷ χρώμενοι λογισμῷ καὶ περὶ αὐξήσεως τε καὶ περὶ μειώσεως ἐπέχομεν· ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἢ θέασαι γοῦν· τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἲγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοίωυν ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ’ ἀεὶ ῥεῖ τε καὶ ἑτέρα ἀνθ’ ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν προστεθεῖσαν ἀλλ’ ὅλην ἑτέραν.
ὥσπερ οὖν εἰ, λόγου [*](6 <κατὰ> μικρὸν Kayser 8 σωτηρικὴν L 12 producent προσοίσονται?) 14 κατὰ add. Gen. 17 πρότ. add. Gen. 28 in alio Τ (ἐν ἑτέρῳ?) 29 γενομένης Bekk.: γινομένης G)
ὁ δὲ αὐτὸς καὶ περὶ τῆς μειώσεως λόγος· τὸ γὰρ μὴ ὑφεστὼς ὅλως πῶς ἄν μεμειῶσθαι λέγοιτο; πρὸς δὲ τούτοις, εἰ ἡ μὲν μείωσις γίνεται κατὰ ἀφαίρεσιν, ἡ δὲ αὔξησις κατὰ πρόσθεσιν, οὐδὲν δέ ἐστιν οὔτε ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι.
[*](11a)Ὅτι δὲ οὐδέν ἐστιν ἀφαίρεσις, ἐντεῦθεν ἐπιλογίζονται. εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖται ἢ τὸ μεῖζον ἀπὸ τοῦ ἐλάσσονος ἢ τὸ ἔλασσον ἀπὸ τοῦ μείζονος. κατὰ οὐδένα δὲ τῶν τρόπων τούτων ἀφαίρεσις γίνεται, ὡς παραστήσομεν· ἀδύνατος ἄρα ἐστὶν ἡ ἀφαίρεσις. ὅτι δὲ κατ’ οὐδένα τῶν προειρημένων τρόπων ἡ ἀφαίρεσις γίνεται 5 δῆλον ἐντεῦθεν. τὸ ἀφαιρούμενον ἀπό τινος ἐμπεριέχεσθαι χρὴ πρὸ τῆς ἀφαιρέσεως τοι ἀφ’ οὗ ἀφαιρεῖται.
οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται, οἶον τά ‘ἐν τοῖς ἕξ· μεῖζον γὰρ εἶναι δεῖ τὸ περιέχον τοῦ περιεχομένου καὶ τὸ ἀφ’ οὗ ἀφαιρεῖταί τι τοῦ ἀφαιρουμένου, ἴνα μετὰ τὴν ἀφαίρεσιν ὑπολείπηταί τι· τούτῳ γὰρ διαφέρειν δοκεῖ τῆς παντελοῦς ἄρσεως ἡ ἀφαίρεσις· οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ, οἷον τὰ ἓξ <ἐν> τοῖς πέντε· ἀπεμφαίνει γάρ.
διὰ δὲ τοῦτο οὐδὲ ἔλασσον ἐν τῷ μείζονι. εἰ γὰρ ἐν τοῖς ἓξ περιέχεται τὰ πέντε ὧς ἐν πλείοσιν ἐλάσσονα, καὶ ἐν τοῖς πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ ἐν τοῖς τέτταρσι τὰ τρία καὶ [*](§§ –88 ~ adv. dogm. III 297—307.) [*](1 ἕτερον ἀγαγών τις G: aliud aliud differens aliquid T: ἀλλάσσων e. g. Apelt 23 ὑπολίπηται G: corr. Bekk. 24 τούτῳ scr.: τοῦτο G: hoc Τ 26 ἐν add. T (in quinque) 29 τετράσι G)
εἰ οὖν χρὴ τὸ ἀφαιρούμενον ἀπό τινος περιέχεσθαι ἐν ἐκείνῳ ἀφ’ οὗ ἀφαιρεῖσθαι μέλλει, οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ οὔτε τὸ μικρότερον ἐν τῷ μείζονι, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος.
Καὶ μὴν εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀπὸ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἤ μέρος ἀπὸ ὅλου.
ὅλον μὲν οὖν ἀφαιρεῖσθαι λέγειν ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους ἀπεμφαίνει προδήλως. λείπεται δὴ λέγειν τὸ μέρος ἀφαιρεῖσθαι ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους· ὅπερ ἐστὶν ἄτοπον. οἷον γοῦν, ἳνα ἐπὶ ἀριθμῶν στήσωμεν τὸν λόγον τοῦ σαφοῦς ἕνεκα, ἔστω δεκάς, καὶ ἀπὸ ταύτης ἀφαιρεῖσθαι λεγέσθω μονάς. αὕτη οὖν ἡ μονὰς οὔτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι δύναται οὔτε ἀπὸ τοῦ λειπομένου μέρους τῆς δεκάδος, τουτέστι τῆς ἐννεάδος, ὧς παραστήσω· οὐκοῦν οὐδὲ ἀφαιρεῖται.
εἰ γὰρ ἡ μονὰς ἀπὸ ὅλης ἀφαιρεῖται τῆς δεκάδος, ἐπεὶ ἡ δεκὰς οὔτε ἕτερόν τί ἐστι παρὰ τὰς δέκα μονάδας οὔτε τις τῶν μονάδων ἀλλ’ ἡ συνέλευσις πασῶν τῶν μονάδων, ἀπὸ ἑκάστης μονάδος ἀφαιρεῖσθαι ὀφείλει ἡ μονάς, ἴνα ἀπὸ ὅλης ἀφαιρῆται τῆς δεκάδος. μάλιστα μὲν οὖν ἀπὸ μονάδος οὐδὲν δύναται ἀφαιρεῖσθαι· ἀδιαίρετοι γάρ εἰσιν αἱ μονάδες, καὶ διὰ τοῦτο οὐκ ἀφαιρεθήσεται ἡ μονὰς ἀπὸ τῆς δεκάδος οὕτως.
εἰ δὲ καὶ δοίη τις ἀπὸ ἑκάστης τῶν μονάδων ἀφαιρεῖσθαι τὴν μονάδα, δέκα ἕξει μέρη ἡ μο - [*](§§ 88 (inde a καὶ μὴν) —93 no adv. dogm. III 308—320.) [*](3 <καὶ> ἄπειροι T (et infiniti) 10 καὶ — τινος om. 14 δὴ scr.: δὲ GT (autem) 28 δοίη Bekk.: δώῃ G)
ἀλλ’ οὐδὲ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἀφαιρεῖται ἡ μονάς· τὸ μὲν γὰρ ἀφ’ οὗ τι ἀφαιρεῖται οὐ μένει ὁλόκληρον, ἡ δὲ ἐννεὰς μετὰ τὴν ἀφαίρεσιν ἐκείνης τῆς μονάδος ὁλόκληρος μένει. καὶ ἄλλως, ἐπεὶ ἡ ἐννεὰς οὐδέν ἐστι παρὰ τὰς ἐννέα μονάδας, εἰ μὲν ἀπὸ ὅλης αὐτῆς λέγοιτο ἀφαιρεῖσθαι ἡ μονάς, ἐννεάδος ἀφαίρεσις ἔσται, εἰ δὲ ἀπὸ μέρους τῶν ἐννέα, εἰ μὲν ἀπὸ τῶν ὀκτώ, τὰ αὐτὰ ἄτοπα ἀκολουθήσει, εἰ δὲ ἀπὸ τῆς ἐσχάτης μονάδος, διαιρετὴν εἶναι φήσουσι τὴν μονάδα, ὅπερ ἄτοπον.
οὐκοῦν οὐδὲ ἀπὸ τῆς ἐννεάδος ἀφαιρεῖται ἡ μονάς. εἰ δὲ μήτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖται μήτε ἀπὸ μέρους αὐτῆς, οὐδὲ μέρος ἀπὸ ὅλου ἢ μέρους ἀφαιρεῖσθαι δύναται. εἰ οὖν μήτε ὅλον ἀπὸ ὅλου τι ἀφαιρεῖται μήτε μέρος ἀπὸ ὅλου μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀπὸ μέρους, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος.
‘Αλλὰ καὶ ἡ πρόσθεσις τῶν ἀδυνάτων εἶναι παρ’ αὐτοῖς ὑείληπιαι. τὸ γὰρ προστιθέμενον, φασίν, ἤτοι ἑαυτῷ προστίθεται ἢ τῷ προυποκειμένῳ ἢ τῷ ἐξ ἀμφοῖν συνεστῶτι· συνεστῶτι· τούτων δὲ οὐδέν ἐστιν ὑγιές· οὐκοῦν οὐδὲ προστίθεταί τι τινί. οἷον γοῦν ἔστω τι τετρακοτυλιαῖον πλῆθος, καὶ προστιθέσθω κοτύλη. ζητῶ τίνι προστίθεται· ἑαυτῇ μὲν γὰρ οὐ δύναται, ἐπεὶ τὸ μὲν προστιθέμενον ἕτερόν ἐστι τοῦ ᾧ προστίθεται, οὐδὲν δὲ ἑαυτοῦ ἕτερόν ἐστιν.
ἀλλ’ οὐδὲ τῷ ἐξ ἀμφοῖν, τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης· πῶς γὰρ ἂν προστεθείη τι τῷ μηδέπω ὄντι; καὶ ἄλλως, εἰ τῷ τετρακοτυλιαίῳ καὶ τῇ κοτύλῃ μίγνυται [*](§§ 94—96 cf. adv. dogm. III 321—325 et 326—327.) [*](30 δεκὰς T (decas) : μονὰς Q 32 ἄτ. — 33 εἴκ. om. EABT 1 dinidetur Τ 24 ἑαυτῶ EAB)
εἰ δὲ μόνῳ τῷ τετρακοτυλιαίῳ προστίθεται ἡ κοτύλη, ἐπεὶ τὸ παρεκτεινόμενόν τινι ἴσον ἐστὶν ἐκείνῳ ᾧ παρεκτείνεται, τῷ τετρακοτυλιαίῳ πλήθει ἡ κοτύλη παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὧς γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν· ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγόμενον μήτε τῷ προυποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τούτων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί.
Τῇ’ δὲ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως καὶ τῆς τοπικῆς κινήσεως ὑποστάσει συμπεριγράφεται καὶ ἡ μετάθεσις (αὕτη γὰρ ἀπό τινος μέν ἐστιν ἀφαίρεσις τινὶ δὲ πρόσθεσις μεταβατικῶς),
Καὶ τὸ ὅλον δὲ καὶ τὸ μέρος. κατὰ μὲν γὰρ συνέλευσιν καὶ πρόσθεσιν τῶν μερῶν τὸ ὅλον γίγνεσθαι δοκεῖ, κατ’ ἀφαίρεσιν δέ τινος ἤ τινων παύεσθαι τοῦ ὅλον εἶναι. καὶ ἄλλως δέ, εἰ ἔστι τι ὅλον, ἤτοι ἕτερόν ἐστι παρὰ τὰ μέρη αὐτοῦ ἢ αὐτὰ τὰ μέρη αὐτοῦ <τὸ> ὅλον ἐστίν.
ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι· ἀμέλει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἴνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἔξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις παρὰ τὰ δεδοκωμένα. οὐκ ἄρα ἔστι τι ὅλον.
ἀλλ’ οὐδὲ [*](§§ 98—101 ~ adv. dogm. III 338—349.) [*](32 ἐστιν T (est): ἔσται G 13 ὅλον‘ LEABT (totum): ὅλ.ου M τὸ add. Bekk.; inter αὐτοῦ et ὀλὸν spat. unius lit. M ἀναιρουμένων (ablatis parttbus) quod iam Bekker restituit: αἱρουμένων LE : αἰρομένων MAB cf. p. 458, 3. 22 ἔσται EAB)