Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

δυνατὸν δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι· ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέλοιπεν. οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς κράσεως.

εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλήλαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἷναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τούς δογματικούς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ.

  • θ’ περὶ κινήσεως.
  • Πρὸς δὲ τοῖς προειρημένοις ἦν ἐπιστῆσαι τῷ περὶ τῶν κινήσεων λόγῳ, καὶ ὧς ἀδύνατος ἂν εἶναι νομισθείη ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία. πάντως γὰρ κατά τινα κίνησιν τῶν τε στοιχείων καὶ τῆς δραστικῆς ἀρχῆς ὀφείλει γίνεσθαι τὰ συγκρίματα. ἐὰν οὖν ὐπομνήσωμεν, ὅτι μηδὲν [*](1 ὀφείλῃ L 4 συνεξισοῦνται Gen.: συνεξισοῦται GT coequatur) 6 κιρνώμεναι Kayser coll. v. 17 7 που G: τε T (quoque) 8 προθέσει EAB 14 <ἄλλο> ἐπινοεῖν T (aliud 21 καὶ oni. Stepbanus: fort. καὶ οὓτως? || ἀδύνατον AB)

    v.1.p.152
    εἶδος κινήσεως ὁμολογεῖται, σαφὲς ἔσται ὅτι καὶ διδομένων καθ’ ὑπόθεσιν τῶν προειρημένων ἀπάντων μάτην ὁ καλούμενος φυσικὸς λόγος τοῖς δογματικοῖς διεξώδευται.

  • ι΄ περὶ τῆς μεταβατικῆς κινήσεως.
  • Φᾶσί τοίνυν οἱ δοκοῦντες ἐντελέστερον περὶ κινήσεως διειληφέναι (Aristot. Cat. p. 15 a 13) ἐξ εἴδη ταύτης ὑπάρχειν, τοπικὴν μετάβασιν, φυσικὴν [*](29a) μεταβολήν, αὔξησιν, μείωσιν, γένεσιν, φθοράν. ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ’ ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον ητοι καθ’ ὁλότητα ἢ κατὰ μέρος, <καθ’> ὅλον μὲν ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὧς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας· ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τούς τόπους [*](4a) ἀμείβει.

    τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινήσεως στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἷναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.

    ἀρξώμεθα δὲ ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων.

    [*](§ 64 ~ adv. dogm. IV 37—41.)[*](§ 65 ~ adv. dogm. IV 45—49.)[*](§ 66 ~ adv. dogm. IV 67—68.)[*](1 μετέρχεται scripsi coll. p. 139, 11. 484,24: περιέρχεται G: transit Τ 2 add. Τ (secundum totum) 6 βίος Τ (vita): Βίας G cf. p. 485,19 9 εἶναι T (esse): κίνησιν G 15 ὅσον — λεγομένοις om. T || ἀρξώμεθα T (inciiamus): ἀρξόμεθα G)
    v.1.p.153

    Οὗτοι δὴ τῇ ἐναργείᾳ μάλιστα ἐπερείδονται· εἰ γὰρ μὴ ἔστι, φασί, κίνησις, πῶς μὲν ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ὁ ἥλιος φέρεται, πῶς δὲ τἀς τοῦ ἔτους ὥρας ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ᾿ ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λιμένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς [*](20a) οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις ἐρωτηθεὶς <τὸν> κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπεκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις.

    Οὗτοι μὲν οὖν οὕτω δυσωπεῖν ἐπιχειροῦσι τούς τῆς ἐναντίας αὐτοῖς στάσεως ὄντας·

    οἱ δὲ τὴν ὕπαρξιν τῆς κινήσεως ἀναιροῦντες λόγοις ἐπιχειροῦσι τοιούτοις. εἰ κινεῖταί τι, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑφ’ ἑτέρου. ἀλλ᾿ εἰ μὲν ὑφ’ ἑτέρου, <. . . . . . . . . >. τὸ γὰρ λεγόμενον ὑφ’ ἑτέρου κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι· εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ᾿ ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενήσεται, ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν εἰρημένην ἐπιβολήν.

    ἄλλως τε καὶ εἰ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν· ὅπερ ἄτοπον. οὐκ ἄρα πᾶν τὸ κινούμενον ὑφ᾿ ἑτέρου κινεῖται. ἀλλ᾿ οὐδὲ ὑφ᾿ ἑαυτοῦ. ἐπεὶ <γὰρ> πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον [*](§ 67 ~ adv. dogm. IV 70—76.) [*](§ 68 ἀλλ᾿ οὐδὲ–69 ~ adv. dogm. IV 83—84.) [*](17 δὴ MEAB: δὲ LT (autem) 21 <αὐτοῦ> γιγνομένας T (eius factas) 24 secundum quem autem modum Τ 25 ἐστι Τ (sunt) || ὁ ἀντισθένης in mrg. G 26 addidi coll. p. 115, 8. 490, 3. 1 lacunam quam statui sic fere expleverim <οὐκ ἔσται κίνησις>, sed plura excidisse monet forsitan v. 6 ἐπιβολὴν : 6 ἄλλως—9 κίνησιν hunc in locum transferri iubet Pasquali || ἑτέρου alt. T (ab alio): ἑαυτοῦ G 3 μὲν <οὖν> Bekk. 11 γὰρ add. Gen.)

    v.1.p.154
    ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν.

    ἀλλ᾿ εἰ μὶν προωστικῶς ἑαυτὸ κινεῖ, ἔσται ἐξόπισθεν ἑαυτοῦ, εἰ δὲ ἐπισπαστικῶς, ἒμπροσθεν, εἰ δὲ ἀνωστικῶς, ὑποκάτω, εἰ δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ᾿ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ᾿ ἑαυτοῦ τι κινεῖται μήτε ὑφ᾿ ἑτέρου, οὐδὲ κινεῖταί τι.

    εἰ δέ τις ἐπὶ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν καταφεύγοι, ὑπομνηστέον αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκριτος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι νυν οὐχ εὑρηκότων.

    Ἒτι κἀκεῖνο λεκτέον. εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἑν ᾧ οὐκ ἔστιν. οὔτε δὲ ἐν ᾧ ἔστιν· μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν· οὔτε ἐν ᾧ μὴ ἔστιν· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶσαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου, πολλῶν δὲ ἀντιρρήσεων τετύχηκεν, ὧν τὰς πληκτικωτέρας πληκτικωτέρας [*](29a) διὰ τὸν τρόπον τῆς συγγραφῆς ἐκθησόμεθα μετὰ τῆς φαινομένης ἡμῖν ἐπικρίσεως.

    φασὶν οὖν τινες, ὅτι δύναταί τι ἐν ᾡ ἔστι τόπω κινεῖσθαι· τἀς γοῦν περὶ τοῖς κέντροις περιδινουμένας σφαίρας ἐν τῷ αὐτῶ μενούσας τόπω κινεῖσθαι. πρὸς οὓς μεταφέρειν χρὴ τὸν λόγον ἐφ’ ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖται, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι.

    τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τούς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γάρ αὐτῶν, πότε φέρεται τὸ κινού- [*](§ 71 ~ adv. dogm. IV 87.) [*](§ 72 ~ adv. dogm. IV 93. 103—107.) [*](§ 73 ~ adv. dogm. IV 94. 105—107.) [*](12 κινοῦν Τ (quod se monet): ἀγνωθοῦν ML: ὠθοῦν EAB τρόπων Τ (modorum) : τρόπον Gt 26 οὔτε Τ (neque) : οὔτε δὲ G 2 <καὶ> μεταφέρειν Τ (et circumferre) 7 duo tenet loca T)

    v.1.p.155
    μένον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἒστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἐστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ.

    πρὸς τῷ καὶ συναρπάζεσθαι τὸ ζητούμενον· ἐν ᾦ γὰρ μὴ ἔστιν, οὐδὲ ἐνεργεῖν ἐν αὐτῷ δύναται· οὐ γὰρ δήπου φέρεσθαι εἴς τινα τόπον συγχωρήσει τις ἐκεῖνο ἁπλῶς ὃ μὴ δίδωσι κινεῖσθαι.

    τινὲς μέντοι κἀκεῖνο φασίν· τόπος λέγεται διχῶς, ὁ μὲν ἐν πλάτει, οἷον ὡς ἐμοῦ ἡ οἰκία, ὁ δὲ πρὸς ἀκρίβειαν, ὧς λόγου χάριν ὁ περιτετυπωκώς μου τὴν ἐπιφάνειαν τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖσθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὧς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ τόπῳ, ἐν ᾧ δὲ οὐκ ἒστιν, ὧς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται.

    Ερωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον <πρότερον> κινεῖται ἢ κατὰ μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τά σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται [*](§ 75 ~ adv. dogm. IV 95. 108—110) [*](§ 76 ~ adv. dogm. IV 139—141.) [*](14 ἐν ᾦ — 15 δύναται secl. Kayser 23 τὸ κυρίως ικν. Kayser 33 προτ. add. T (jprius primo) 3 ὡς δείξομεν om. Τ)

    v.1.p.156
    τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον.

    εἰ δὲ εἰς ἀμερὲς καταλήγει τὰ προειρημένα, καὶ ἕκαστον τῶν κινουμένων ὁμοίως τὸ πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετέρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη· ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ’ οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα.

    εἰ γὰρ ἀπὸ τῶν φαινομένων, ὥς φασιν, μαρτυρεῖσθαι τὰ ἄδηλα χρή, ἐπεί, ἴνα τις ἀνύσῃ σταδιαῖον διάστημα, δεῖ πρότερον αὐτὸν ἀνύσαι τὸ πρῶτον τοῦ σταδίου μέρος καὶ τὸ δεύτερον δεύτερον καὶ τὰ ἄλλα ὁμοίως, οὕτω καὶ πᾶν τὸ κινούμενον κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν· ὅπερ ἄτοπον.

    εἶτα καὶ πόσον ἀθρόως διέξεισι τόπον τὸ κινούμενον, εἰπάτωσαν. εἰ μὲν γὰρ ἀόριστον τοῦτον εἶναι φήσουσιν, προσδέξονταί τι κινεῖσθαι διά πάσης τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως, πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ [*](§ 77 ~ adv. dogm. IV 154.) [*](§ 78 ~ adv. dogm. lV 124—126.) [*](10 καθ’ ἕκαστον EAB 11 ἀμερεῖ <ἀμερεῖ> coni. malim <μέρει> ἀμερεῖ 19 σταδίου LT (stadii): σταδιαίου 25 τύχοι AB Par. suppl. 133: τύχη MLE: si contingit T κατὰ om. EAB 2 τῶ MEABT (cum eo quod): τὸ L)

    v.1.p.157
    ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένοηυς τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται.

    εἰ δὲ φήσουσιν, ὅτι μικρὸν μέν, οὐ πρὸς ἀκρίβειαν δὲ περιωρισμένον τόπον ἀθρόως κινεῖται τὸ κινούμενον, ἐνέσται ἡμῖν κατὰ τὴν σωριτικὴν ἀπορίαν ἀεὶ τῷ ὑποτεθέντι μεγέθει ἀκαριαῖον προστιθέναι μέγεθος τόπου. εἰ μὲν γὰρ στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκείνην ἐμπεσοῦνται· ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινη- θῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἀπάσης. ὥστε οὐδὲ <κατὰ> ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα.