Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλ’ οὐδὲ ἕκαστον ἑαυτοῦ μέρος ἔσται· διὰ γὰρ τὴν περιοχὴν ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγόμενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι μέρη, οὐδὲ ἔστι μέρη· τὰ γὰρ πρός τι ἀλλήλοις συναναιρεῖται. Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν.

  • ἰέ περὶ φυσικῆς μεταβολῆς.
  • ‘Ανυπόστατον δὲ εἶναι λέγουσί τινες καὶ τὴν καλουμένην φυσικὴν μεταβολήν, λόγοις ἐπιχειροῦντες τοιούτοις. εἰ εἰ μεταβάλλει τι, ἤτοι σῶμά ἐστι τὸ μεταβάλλον ἤ ἀσώματον· ἑκάτερον δὲ τούτων ἠπόρηται· ἄπορος ἄρα ἔσται καὶ ὁ περὶ τῆς μεταβολῆς λόγος.

    εἰ μεταβάλλει τι, κατά τινας ἐνεργείας αἰτίου καὶ πάσχον μεταβάλλει. <.....> διατρέπεται γὰρ ἡ τοῦ αἰτίου ὑπόστασίς· ᾧ τὸ πάσχον συμπεριτρέπεται μὴ ἔχον ὑπὸ ὅτου πάθῃ. οὐδὲ μεταβάλλει τι ἄρα.

    εἰ μεταβάλλει τι, ἤτοι τὸ ὂν μεταβάλλει ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν ἀνυπόστατόν ἐστι καὶ οὔτε πάσχειν τι οὔτε δρᾶν δύναται, ὥστε οὐδὲ μεταβολὴν ἐπιδέχεται. εἰ δὲ τὸ ὂν μεταβάλλει, ἤτοι καθὸ ὄν ἐστι μεταβάλλει ἢ [*](§§ 104—105 cf. adv. dogm. III 267—268.) [*](25 περὶ AB 145, 1 τὰ γὰρ — 160, 20 om. T (vide p. XI) 2 παρέκβασιν L: παρέμβασιν M: παρέκτασιν EAB 10 lacunam quam statuit Apelt sic fere explet <ὃ ἀδύνατον> melius fort. <ὅπερ ἀδύνατον> Pasquali, at malim <κατὰ μὲν οὖν ἐνεργείας αἰτίου οὐ μεταβαλλει> coll. p. 148, 8. 155, 12 ante εἰ L inser. ὃ)

    v.1.p.163
    καθὸ μὴ ὄν ἐστιν.

    καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ μεταβάλλει· ταβάλλει· οὐδὲ γὰρ οὐκ ὄν ἐστιν· εἰ δὲ καθὸ ὄν ἐστι μεταβάλλει, ἕτερον ἐστι τοῦ ὃν εἶναι, τουτέστιν οὐκ ὂν ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες.

    τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει· οὔτε δὲ ἐν τῷ παρῳχηκότι Χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, λοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι.

    ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν· ἀδύνατον δέ ἐρτιν <ἐν> ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι <μήτε ἐν ἐνεστῶτι, οὐδὲ> μεταβάλλειν τι ῥητέον.

    πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι x003E; αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μεταβάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται· εἰ δὲ νοητή ἐστιν, ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς.

    [*](§§ 106—107 cf. 144—145. (ad 107 cf. adv. dogin. III 271 sqq.))[*](19 ἔστι G: ἔσται edd. 1 ἐν add. Bekk. || ἀμερῆ L 2 μαλ- θακότητα EB : μαλκαότητα A (sic) 5 μήτε — 6 οὐδὲ add. Fabr. qui οὐ scripsit, quod correxit Pasquali 6 μεταβάλλειν Fabr. : μεταβάλλει G 7 τις EAB : τι ML || lacunam quam statuit sic fere explendam censet Bekker ἤτοι <αἰσθητή ἐστιν νοητή. καὶ αἰσθητὴ μὲν οὔκ ἐστιν· αἱ μὲν γὰρ> αἰσθήσεις)
    v.1.p.164
  • ις΄ περὶ γενέσεως καὶ φθορᾶς.
  • Συμπεριτρέπεται μὲν οὖν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ τῇ προσθέσει καὶ τῇ ἀφαιρέσει καὶ τῇ φυσικῇ μεταβολῇ χωρὶς γὰρ τούτων οὔτε γένοιτο ἄν τι οὔτε φθαρείη, οἷον γοῦν ἀπὸ τῆς δεκάδος φθειρομένης , ὧς φασίν, ἐννεάδα γίνεσθαι συμβαίνει κατὰ ἀφαίρεσιν μονάδος, καὶ τὴν δεκάδα ἀπὸ τῆς ἐννεάδος φθειρομένης κατὰ πρόσθεσιν τῆς μονάδος, καὶ τὸν ἰὸν ἀπὸ τοῦ χαλκοῦ φθειρομένου κατὰ μεταβολήν. ὥστε ἀναιρουμένων τῶν προειρημένων κανήσεων ἀναιρεῖσθαι καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἴσως ἀνάγκη. οὐδὲν δὲ ἧττόν τινες κἀκεῖνα φασίν.

    εἰ ἐγεννήθη Σωκράτης, <ἤτοι> ὅτε οὐκ ἦν Σωκράτης ἐγένετο ἢ ὅτε ἦν ἤδη Σωκράτης. ἀλλ’ εἰ μὲν ὅτε ἦν ἤδη γεγενῆσθαι λέγοιτο, δὶς ἂν εἴη γεγενημένος· εἰ δὲ ὅτε οὐκ ἦν, ἅμα καὶ ἦν Σωκράτης καὶ οὐκ ἦν. ἦν μὲν τῷ γεγονέναι, οὐκ ἦν δὲ κατὰ τὴν ὑπόθεσιν.

    καὶ εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἀπέθανεν. καὶ ὅτε μὲν ἔζη, οὐκ ἀπέθανεν, ἐπεὶ ὁ αὐτὸς ἂν καὶ ἔζη καὶ ἐτεθνήκει· ἀλλ’ οὐδὲ ὅτε ἀπέθανεν, ἐπεὶ δὶς ἂν εἴη τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης. τοῦτον δὲ τὸν λόγον οἷόν τέ ἐστιν ἐφ’ ἑκάστου τῶν γίνεσθαι ἢ φθείρεσθαι λεγομένων ἱστάντα ἀναιρεῖν τὴν γένεσιν καὶ τὴν φθοράν.

    ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν. εἰ γίνεταί τι, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβεβηκέναι δύναται, ὥστε οὐδὲ τὸ γίνεσθαι. ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ γίνεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι γίνεται ἢ καθὸ οὐκ ὄν ἐστιν. καθὸ μὲν οὖν οὐκ ὄν ἐστιν, οὐ γίνεται. εἰ δὲ καθὸ ὄν ἐστι γίνεται, ἐπεὶ τὸ γινόμενον ἕτερον ἐξ ἑτέρου φασὶ γίνεσθαι, ἕτερον ἔσται τοῦ ὄντος τὸ γινόμενον, ὅπερ ἐστὶν οὐκ ὄν. τὸ ἄρα γινόμενον οὐκ ὂν ἔσται, ὅπερ ἀπεμφαίνει.

    εἰ οὖν [*](§ 109 ~ adv. dogm. IV 323.) [*](§ 111 ~ adv. dogm. III 269. IV 346.) [*](§ 112 ~ adv. dogm. IV 326—327.) [*](§§ 113—114 ~ adv. dogm. IV 344—345.) [*](23 ἐγενήθη L 24 ὁ σωκρ. post ἐγενν. EAB || ἤτοι add. Bekk. 28 ὑπόθεσιν. οὐκ ἄρα ἐγένετο x003E; E. Weber)

    v.1.p.165
    μήτε τὸ μὴ ὂν γίνεται μήτε τὸ ὄν, οὐδὲ γίνεταί τι. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν οὐκ ὂν οὐ φθείρεται· πάσχειν γάρ τι δεῖ τὸ φθειρόμεν·ον. ἀλλ’ οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ ὂν εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον ἐν τῷ ὂν εἶναι, ἔσται τὸ αὐτὸ ἄμα καὶ ὂν καὶ οὐκ ὄν·

    ἐπεὶ γὰρ οὐ φθείρεται καθὸ μὴ ὄν ἐστιν, ἀλλὰ καθὸ ὄν ἐστιν, καθὸ μὲν ἐφθάρθαι λέγεται, ἕτερον ἔσται τοῦ ὄντος καὶ διὰ τοῦτο οὐκ ὄν, καθὸ δὲ μέ- νον ἐν τῷ εἶναι φθείρεσθαι λέγεται, ὂν ἔσται. ἄτοπον ’δε τὸ λέγειν τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ οὐκ ὄν· οὐκ ἄρα μένον ἐν τῷ εἶναι φθείρεται τὸ ὄν. εἰ δὲ οὐ μένον ἐν τῷ εἶναι τὸ ὂν φθείρεται, ἀλλ’ εἰς τὸ μὴ εἶναι περιίσταται πρῶτον, εἶθ’ οὕτως φθείρεται, οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται· ὅπερ ἀδύνατον εἶναι ὑπεμνήσαμεν. εἰ οὗν μήτε τὸ ὂν φθείρεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ φθείρεταί τι.

    Ταῦτα μὲν οὖν ὡς ἐν ὑποτυπώσει καὶ περὶ τῶν κινήσεων ἀρκέσει λελέχθαι, οἶς ἕπεται τὸ ἀνύπαρκτον εἶναι καὶ ἀνεπινόητον τὴν κατὰ τοὺς δογματικοὺς φυσιολογίαν.

  • ἵζ’ περὶ μονῆς.
  • Ἑπομένως δὲ καὶ περὶ τῆς ὡς πρὸς τὴν φύσιν μονῆς ἠπόρησάν τινες λέγοντες, ὅτι τὸ κινούμενον οὐ μένει, πᾶν δὲ σῶμα διαρκῶς κινεῖται κατὰ τἀς τῶν δογματικῶν ὑπολήψεις, ῥευστὴν εἶναι λεγόντων τὴν οὐσίαν καὶ ἀεὶ διαφορήσεις τε καὶ προσθέσεις ποίου μένην, ὧς τὸν μὲν Πλάτωνα (cf. ’ξ 54) μηδὲ ὄντα λέγειν τὰ σώματα ἀλλὰ γινόμενα μᾶλλον καλεῖν, τὸν δὲ Ἡράκλειτον ὀξείᾳ ποταμοῦ ῥύσει τὴν εὐκινησίαν τῆς ἡμετέρας ὕλης ἀπε ικάζε ἱν. οὐδὲν ἄρα σῶμα μένε.

    γε μὴν λεγόμενον μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχό- [*](§ 116 cf. adv. dogm. IV 246.) [*]( ἀφαιρέσεις in mrg. L (cf. p. 146, 15), quod probat Kayser coll. p. 146,15; at malim ἀποθορήσεις cf. p. 49,19.)

    v.1.p.166
    μένον πάσχει· οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὧς ὑπεμνήσαμεν· οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες καὶ τοῦτον τὸν λόγον.. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένειν λεγόμενον κινεῖται· εἰ δὲ κινεῖται, οὐ μένει.

    ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχεται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σωμάτων ἐστὶν ἴδιον, εἶπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων , οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν ἄρα μένει.

    Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ εκαστον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἤ χρόνου ἐπινοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν· ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου.

  • ἴη περὶ τόπου.
  • Τόπος τοίνυν λέγεται διχῶς, κυρίως καὶ καταχρηστικῶς, καταχρηστικῶς μὲν ὡς] ὁ ἐν πλάτει, ὧς ἐμοῦ ἡ πόλις, κυρίως δὲ ὁ πρὸς ἀκρίβειαν κατέχων, ὑφ’ οὗ περιέχομαι πρὸς ἀκρίβειαν. ζητοῦμεν οὖν περὶ τοῦ τόπου <τοῦ> πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν, οἱ δὲ ἀνεῖλον, οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ.

    ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκοντες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἶον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπροσθεν [*](29a) ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέπων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς δ’ διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, ’μαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ [*](§§ 120—121 ~ adv. dogm. IV 7—12 (cf. Aristot. Metaph. p. 983a 26sqq. Fhys. 208b 11sqq.)) [*](23 ὡς del. Bekk. 24/25 περιέχομαι MEAB: περιέχο L 25 πρὸς ἄκρ’. secl. Kayser || τόπου secl. Bekk. || τοῦ addidi 26 τούτων EAB 28 ἂν om. MA 29 λέξειε Kayser: λέξει G 29/30 fort. <τὰ> ἔμπρ.<τὰ>ὀπ.? τῶν Kayser)

    v.1.p.167
    τῶν φύσει βαρέων,