Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἶον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.

θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ’ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν.