Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ὥστε οὐδὲ ὁ τεχνίτης τὸν ἄτεχνον διδάσκει. εἰ δὲ μήτε ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει μήτε ὁ ἄτεχνος τὸν ἄτεχνον μήτε ὁ ἄτεχνος τὸν τεχνίτην μήτε ὁ τεχνίτης τὸν ἄτεχνον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὔτε ὁ διδάσκων ἔστιν οὔτε ὁ διδασκόμενος.

  • λ΄ εἰ ἔστι τις μαθήσεως τρόπος.
  • Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει.

    Οὐδὲν δὲ ἧττον καὶ <οὗτος> διὰ τούτων ἀπορεῖται. ὁ γάρ τρόπος διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾑ ἡ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ [*](§§ 266—269 ~ adv. dogm. V 239—243.) [*](18 ἐς GP 19 ἂν λάβοι P: ἀναλάβοι GT (non assumeret) 24 τῆς om. L 29a tit. exst. in L et P; in Μ et EAB sectio nova incipit v. 31 Οὐδὲν κτλ. praefixo titulo: εἰ ἔστι μαθήσεως τρόπος 82 οὗτος addidi, κατὰ ἰδίαν Riistow coll. p. 182,12 33 ἐναργείᾳ utrobique Fabr.: ἐνεργείᾳ GPT (actu))

    v.1.p.205
    κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι.