Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἂν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκαμένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὧς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν § 264)· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία.
Ταῦτα μὲν οὖν κοινότερον ἐπικεχείρηται περὶ μαθήσεως καὶ διδασκαλίας· ἔνεστι δὲ ἀπορεῖν οὕτω καὶ ἐπὶ τῆς λεγομένης περὶ βίον εἶναι τέχνης. οἶον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν § 240)· ἀνυπόστατος δέ καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἤ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη.