Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλ’ εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνίτην ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη · ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὧς ὁ τινὰ θεωρήματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ‘ὲν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρωτικὸν λέξει.

ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δείξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἔν τι θεώρημα προσλάβῃ· οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαρι- θμησάμενος τὰ ἐγνωσμένα θεωρήματα , πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ τὸν ἄτεχνον τεχνίτην.

εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ’ εἴπερ ἄρα, κατὰ ‘ὲν ἕκαστον, ἴνα τις καὶ τοῦτο καθ’ ὑπόθεσιν διδῷ, ὁ κατὰ ‘ὲν θεώρημα τῆς τέχνης ἀναλαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο· ὑπεμιὥσπερ [*](17 ὥσπερ <γὰρ> P 18 ὁ P: om. a 21 λέγεται GT (dicitur): φαίνεται P 26 ἐνέσται GT (inerit): ἔνεστιν P 27 ἐκκαταλημεων P Paris suppl. 133: ἔγκατ’ G 29 λέγοι Gen. 33 δύναιτο om. L 4 ἐγνωσμένα <τῶ> P)

v.1.p.204
μνῂσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυπόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων.

ἀλλ’ οὐδὲ ὁ μανθάνειν λεγόμενος, ἄτεχνος ὤν, δύναται τὰ τῆς τέχνης θεωρήματα, ἧς ἐστιν ἄτεχνος, μανθάνειν τε καὶ καταλαμβάνειν. ὡς γὰρ ὁ ἐκ γενετῆς πηρός, εἰς ὅσον ἐστὶ πηρός, οὐκ ἂν λάβοι χρωμάτων ἀντίληψιν, οὐδὲ ὁ ἐκ γενετῆς κωφὸς ὁμοίως φωνῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος καταλάβοι ἂν τὰ τῆς τέχνης θ’ θεωρήματα ἧς ἐστιν ἄτεχνος. καὶ γὰρ ἂν οὕτως ὁ αὐτὸς εἴη τεχνίτης τε καὶ ἄτεχνος τῶν αὐτῶν, ἄτεχνος μὲν ἐπεὶ οὕτως ὑπόκειται, τεχνίτης δὲ ἐπεὶ κατάληψιν ἔχει τῶν τῆς τέχνης θεωρημάτων.

ὥστε οὐδὲ ὁ τεχνίτης τὸν ἄτεχνον διδάσκει. εἰ δὲ μήτε ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει μήτε ὁ ἄτεχνος τὸν ἄτεχνον μήτε ὁ ἄτεχνος τὸν τεχνίτην μήτε ὁ τεχνίτης τὸν ἄτεχνον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὔτε ὁ διδάσκων ἔστιν οὔτε ὁ διδασκόμενος.

  • λ΄ εἰ ἔστι τις μαθήσεως τρόπος.
  • Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει.

    Οὐδὲν δὲ ἧττον καὶ <οὗτος> διὰ τούτων ἀπορεῖται. ὁ γάρ τρόπος διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾑ ἡ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ [*](§§ 266—269 ~ adv. dogm. V 239—243.) [*](18 ἐς GP 19 ἂν λάβοι P: ἀναλάβοι GT (non assumeret) 24 τῆς om. L 29a tit. exst. in L et P; in Μ et EAB sectio nova incipit v. 31 Οὐδὲν κτλ. praefixo titulo: εἰ ἔστι μαθήσεως τρόπος 82 οὗτος addidi, κατὰ ἰδίαν Riistow coll. p. 182,12 33 ἐναργείᾳ utrobique Fabr.: ἐνεργείᾳ GPT (actu))

    v.1.p.205
    κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι.

    οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἶον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.

    θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ’ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν.

    διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἂν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκαμένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὧς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν § 264)· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία.

    Ταῦτα μὲν οὖν κοινότερον ἐπικεχείρηται περὶ μαθήσεως καὶ διδασκαλίας· ἔνεστι δὲ ἀπορεῖν οὕτω καὶ ἐπὶ τῆς λεγομένης περὶ βίον εἶναι τέχνης. οἶον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν § 240)· ἀνυπόστατος δέ καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἤ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη.

    καὶ περὶ μὲν [*](§§ 270—272 ~ adv. dogm. V 243—247.) [*](8 μὲν add. P: om. GT 9 οὐδεὶς EAB 10 τι alt. om. P 27 μάθησις <τις> P 30 περὶ <τὸν> Gen. 5 εἷναι om. L)

    v.1.p.206
    τῶν ἄλλων ἴσως περιττὸν καὶ λέγειν· εἰ δὲ ὁ φρόνιμος τὸν ἄφρονα διδάσκει τὴν φρόνησιν, ἡ δὲ θρόν ἥσις ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τὴν φρόνησιν ἄγνοιαν ἔχει τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων , ἄγνοιαν δὲ τούτων ἔχων πάντως διδάσκοντος αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων θεωρητική.

    οὐχὶ δέ γε τούτων κατὰ αὐτοὺς ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν , ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὐπ’ αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ’ εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον.

    Εἰ μέντοι καὶ δοίη τις ἐκ πολλοῦ τοῦ περιόντος ἐγγένεσαί τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος.

  • λα΄ εἰ ὠφελεῖ ἡ περὶ τὸν βίον τέχνη τὸν ἔχοντα
  • ἀυτὴν.
  • Αὐτίκα γοῦν, ἴνα παραδείγματος ἕνεκεν ὀλίγα ἀπὸ πολλῶν εἴπωμεν, ὠφελεῖν ἂν δοκοίη τὸν σοφὸν ἡ περὶ [*](29a) τὸν βίον τέχνη ἐγκράτειαν αὐτῷ παρεχομένη ἐν ταῖς πρὸς τὸ καλὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ κακοῦ [*](§§ 273—277 ~ adv. dogm. V 210—215.) [*](14 καὶ ante ἡ om. P 18/19 τῆς φρονήσεως scr. coll. p. 594, 4: τῆς ζητήσεως T (questionis) : τήσσεως G (in P vv. 18 — 21 obliterati sunt): μαθήσεως Gen.: τῆς μαθήσεως Bekk. 23 λεγομένη τέχνη MLP: τέχνη λέγ’. EAB 81 καλὸν P: κακὸν GT ( malum))

    v.1.p.207
    ἀφορμαῖς.

    ὁ οὖν λεγόμενος κατ’ αὐτοὺς ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής, καθόσον ἐν οὐδεμιᾷ γίνεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἀγαθοῦ, ἢ καθόσον εἶχε μὲν φαύλας ὁρμὰς καὶ ἀφορμάς, περιεκράτει δὲ αὐτῶν τῷ γόγῳ.

    ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γάρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής.

    εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δὲ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσιν, ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος·

    εἰ μὲν γὰρ ὁρμᾷ, ταράσσεται, εἰ δὲ τυγχάνει τῶν ἐπιθυμιῶν, παύεται τῆς ταραχῆς. οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρο- νήσει ὁ σοφός· ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων ἐστὶ κακοδαιμονέστατος, διόπερ οὐκ ὠφέλειαν, ἀλλὰ ταραχὴν αὐτῷ μεγίστην ἡ περὶ τὸν βίον παρέσχε τέχνη. ὅτι δὲ ὁ νομίζων ἔχειν τὴν περὶ τὸν βίον τέχνην καὶ δι’ αὐτῆς ἐπεγνωκέννι, τίνα τέ ἐστιν ἀγαθὰ ὧς πρὸς τὴν φύσιν καὶ τίνα φαῦλα, ταράσσεται σφόδρα καὶ τῶν ἀγαθῶν αὐτῷ παρόντων καὶ τῶν κακῶν, ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν.

    λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον [*](32 σοφὸς om. T, sed exstat quoque p. 587, 17. 3 φαύλων L 6 οὖ om. P: ἦς A 9 τῶν τοιούτων GT (talium): τούτων P sicut p. 587,25. 17 18 20 21 ἣ pro εἰ P sicut G ἧ p. 588, 1. 4. 5. ἴ’ 21 τῆς om. L 24 διόΠερ P: ὥστε G: qtiod Τ 28 τὰρ. σφόδρα GT (turbatur valde): σφόδρα ταράττεται P)

    v.1.p.208
    τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν , εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν σιναὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυπωσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας.

    Τοσαῦτα καὶ περὶ τοῦ ἠθικοῦ τόπου συμμέτρως ὧς ἐν ὑποτυπώσει διεξελθόντες , ἐνταῦθα περιγράφομεν καὶ τὸ τρίτον σύνταγμα καὶ τὸ πᾶν τῶν Πυρρωνείων ὑποτυπώσεων σπούδασμα, ἐκεῖνο ἐπειπόντες·

  • λβ΄ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς
  • πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους.
  • Ὁ σκεπτικὸς διὰ τὸ φιλάνθρωπος εἷναι τὴν τῶν δογματικῶν οἴησίν τε καὶ προπέτειαν κατὰ δύναμιν ἰᾶσθαι λόγῳ βούλεται. καθάπερ οὖν οἱ τῶν σωματικῶν παθῶν ἰατροὶ διάφορα κατὰ μέγεθος ἔχουσι βοηθήματα, καὶ τοῖς μὲν σφοδρῶς πεπονθόσι τὰ σφοδρὰ τούτων προσάγουσι, τοῖς δὲ κούφως τὰ κουφότερα, καὶ ὁ σκεπτικὸς οὕτως διαφόρους ἐρωτᾷ καὶ] κατὰ ἰσχύν λόγους,