Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ τοῖς μὲν ἐμβριθέσι καὶ εὐτόνως ἀνασκευάζειν δυναμένοις τὸ τῆς οἰήσεως τῶν δογματικῶν πάθος ἐπὶ τῶν σφοδρᾷ τῇ προπετείᾳ κεκακωμένων χρῆται, τοῖς δὲ κουφοτέροις ἐπὶ τῶν ἐπιπόλαιον καὶ εὐίατον ἐχόντων τὸ τῆς οἰήσεως πάθος καὶ ὑπὸ κουφοτέρων πιθανοτήτων ανασκευάζεσθαι δυναμένων. διόπερ ὁτὲ μὲν ἐμβριθεῖς ταῖς πιθανότησιν, ὁτὲ δὲ καὶ ἀμαυροτέρους φαινομένους οὐκ ὀκνεῖ λόγους συνερωτᾶν ὁ ἀπὸ τῆς σκέψεως ὁρμώμενος, ἐπίτηδες, ὧς ἀρκοῦντας αὐτῷ πολλάκις πρὸς τὸ ἀνύειν τὸ προκείμενον.

[*](11 post μέγεθος desin. P 13 καὶ sup. lin. M, del. Bekk. 16 σφοδρᾷ scr. cum Gr et T (vehementi presumptuositate): σφόδρα edd.)
v.1.p.209
[*](In fine codices (excepto Μ) addunt:)
  • Ὦ Πυρρῶν μέγα θαῦμα πεφασμένον ὡς πλέον
  • τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον.
  • εἰ μὲν ὑπερφιάλως κατ’ ἐναντίον ἐλθέμεν ἔτλης,
  • συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας·
  • εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς,
  • τὰ πρώτιστα φέρεις ὣν σοφίης κατέγνως.