Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἕξουσι τὴν περὶ τὸν βίον τέχνην. ὅλως τε, ἐπεὶ μὴ δύναται κατ’ αὐτοὺς ὑποστῆναι τέχνη, οὐδὲ περὶ τὸν βίον ἔσται τέχνη τις ὅσον ἐφ’ οἶς λέγουσιν. οἷον γοῦν τέχνην εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων, κατάληψιν ἱν δὲ καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν. ἀνεύρετος δέ ἐστιν ἡ καταληπ·τικὴ φαντασία· οὔτε γὰρ πᾶσα φαντασία καταληπτική ἐστιν, οὔτε ποία τίς ἐστιν ἀπὸ τῶν φαντασιῶν ἡ καταληπτικὴ φαντασία ἐπιγνωσθῆναι δύναται, ἐπεὶ μήτε πάσῃ φαντασίᾳ δυνάμεθα κρίνειν ἁπλῶς, τίς μέν ἐστι καταληπτική, τίς δὲ οὐ τοιαύτη, χρῂζοντές τε καταληπτικῆς φαντασίας εἰς τὴν ἐπίγνωσιν τοῦ ποία τίς ἐστιν ἡ καταληπτικὴ φαντασία εἰς ἄπειρον ἐκβαλλόμεθα, εἰς ἐπίγνωσιν τῆς λαμβανομένης ὡς καταληπτικῆς φαντασίας καταληπτικὴν φαντασίαν ἄλλην αἰτούμενοι.

ταῦτά [*](§ 239~adv. dogm. V 173—177.) [*](§§ 240—242 ~ adv. dogm. V 180—183.) [*](13 se hahet Τ (cf. ad 172, 9) 18 τἀγαθοῦ Bekk.: ἀγαθοῦ G 28 ἐκ καταλήψεων Bekk.: ἔγκατ’. G: om. T 2 τε om. Τ 4 καταλαμβανομένης EAB)

v.1.p.198
τοι καὶ οἱ Στωικοὶ (Stoic. fr. II 97 Arn.) ἐν τῇ τῆς καταληπτικῆς φαντασίας ἐννοίας ἀποδόσει οὐχ ὑγιῶς φέρονται· καταληπτικὴν μὲν μὶν γὰρ φαντασίαν λέγοντες τὴν ἀπὸ ὑπάρχοντος γινομένην, ὑπάρχον δὲ εἷναι λέγοντες ὃ οἶόν τε κινεῖν κατ’ καταληπτικὴν φαντασίαν εἰς τὸν διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἴνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἴνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προυφεστάναι, ἴνα δὲ ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία, ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη.

Ἔτι κἀκεῖνο λέγεται. πᾶσα τέχνη ἐκ τῶν ἰδίως ὐπ’ αὐτῆς ἀποδιδομένων ἔργων καταλαμβάνεσθαι δοκεῖ, οὐδὲν δέ ἐστιν ἴδιον ἔργον τῆς περὶ τὸν βίον τέχνης· ὃ γὰρ ἂν ἔργον εἶναι ταύτης λέγῃ τις, τοῦτο κοινὸν εὑρίσκεται καὶ τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδιδόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης δ’ διαθέσεως φαίνεσθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμενον ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως ἔργον ἐστίν.

αὐτὴ γὰρ ἡ θρονίμη διάθεσις ἀκατάληπτός ἐστι, μήτε ἐξ αὑτῆς ἁπλῶς καὶ αὐτόθεν φαινομένη μήτε ἐκ τῶν ἔργων αὐτῆς· κοινὰ γάρ ἐστι ταῦτα καὶ τῶν ἰδιωτῶν. τό τε λέγειν, ὅτι τῷ διομαλισμῷ τῶν πράξεων καταλαμβάνομεν τὸν ἔχοντα τὴν περὶ τὸν βίον τέχνην, ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων· (σ 136 sq.)

  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων ἵρ’
  • οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • [*](§§ 243—244 ~ adv. dogm. V 188—189. 197—199. 207—209.)[*](15 κατελῆφθαι: γεγενῆσθαι Kayser coll. p. 580, 32. 19 ἂν Τ (utique): ἐὰν G 21 malim παρ’ παρακαταθήκας ἧκας coll. p. 584, οὐδὲ Pappenh. dubit. 24 γινόμενον GT (factum): λεγόμενον Stephanus coll. p. 185, 18; at hic γινόμενον pro locutione πραττόμενον usurpatur, quae differt a verbo ποιούμενον || τι Gen.: τε GT (quoque) 28 τῶν om. L 31 τὴν Bekk. : τῶν G)
    v.1.p.199

    Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων <τῶν> ἔργων καταλαμβάνεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'.

    περὶ δὲ τῆς εἰς τοὺς γονεῖς ὁσιότητος ὁ αὐτὸς ἀνήρ φησιν εἰς τὰ περὶ τὴν Ἰοκάστην καὶ τὸν Οἰδίποδα, ὅτι οὐκ ἦν [*](4a) δεινὸν τρίβειν τὴν μητέρα (Ι 256 Arn.). ‘καὶ εἰ μὲν ἀσθενοῦσαν ἕτερόν τι μέρος τοῦ σώματος τρίψας ταῖς χερσὶν ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δὲ ἕτερα μέρη τρίψας εὔφραινεν, ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ἐποίησεν, αἰσχρόν;’ τούτοις δὲ ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ πολιτείᾳ φησὶ ΙΙΙ 745 Arn.) ‘δοκεῖ δέ μοι καὶ ταῦτα οὕτω διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνο- ποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας'.

    καὶ <συνεχῶς καὶ τὸ;> ἀνθρωποφαγεῖν ἐν τοῖς αὐτοῖς a ἡμῖν ἐπεισάγει· φησὶ γοῦν (I254Arn.) ‘καὶ ἐὰν τῶν ζώντων ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον , μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος γένηται'.

    ἐν δὲ τοῖς περὶ τοῦ καθήκοντος περὶ τῆς τῶν [*](§§ 245—249 ~ adv. dogm. V 190—196.) [*](3 add. Bekk. 8/9 διαμηρίζειν Gen. : διαμερίζειν G 10 διαφέρει ἐν Τ (differt in): ἐστι G 11 <ἄλλα> ἢ μὴ edd. 19. καὶ om. edd. 22 καὶ τὸν ὁμομήτριον — 23 ὁμομητρίας om. Τ 23 suppl. e T (et continu <u> m etiam) 25 πρὸς — om. T)

    v.1.p.200
    γονέων ταφῆς ῥητῶς φησιν (III 752 Arn.) ‘ ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστάταις, ὧς ἂν τοῦ σώματος, καθάπερ ὀνύχων ἢ ὀδόντων ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, καὶ οὐδὲ ἐπιστροφῆς ἢ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος, ἐπέβαλλε χρῆσθαι αὐτῷ καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων ἢ κατορύξαντες ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.’

    τοιαῦτα μὲν πλεῖστα ὅσα λέγουσιν οἱ φιλόσοφοι· ἅπερ οὐκ ἂν τολμήσειαν διαπράττεσθαι, εἴγε μὴ παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσι πολιτεύοιντο. εἰ δὲ τούτων μὲν ἀνενέργητοι παντάπασίν εἶσιν, ἃ δὲ πράττουσι, κοινὰ καὶ τῶν ἰδιωτῶν ἐστιν, οὐδὲν ἴδιον ἔργον ἐστὶ τῶν ἔχειν ὑποπτευομένων τὴν περὶ τὸν βίον τέχνην. εἰ οὖν αἱ μὲν τέχναι πάντως ὀφείλουσιν ἐκ τῶν ἰδίων ἔργων καταλαμβάνεσθαι, οὐδὲν δὲ ἴδιον ἔργον ὁρᾶται τῆς περὶ τὸν βίον λεγομένης τέχνης, οὐ καταλαμβάνεται αὕτη. διόπερ οὐδὲ διαβεβαιοῦσθαι περὶ αὐτῆς δύναταί τις, ὅτι ἐστὶν ὑπαρκτή.

  • κέ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον
  • τέχνη.
  • Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποί, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, [*](1 οὐδὲ GT (nec): οὐδὲν edd. 4 ἐπέβαλλε Bekk.: ἐπέβαλε G: expedit Τ 5 <τὸ μνῆμα> ἐᾶς. Dyroff coll. p. 583, 28 18 ὑπαρκτὴ MEAB: ὑπαρκτικὴ L 25 ὑπῆρχεν Kayser)

    v.1.p.201
    ὧς πάντας εἶναι γρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς.

    φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ (Stoic. fr. 173 Arn.) τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἷναι [*](30a) βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος.

  • κζ΄ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη.
  • Ἀλλ' οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἴνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν· οὐδὲ ἡ διδασκαλία ἄρα.

  • κη εἰ ἔστι τι διδασκόμενον.
  • Οἶον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδις· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου (II 80 sqq.). εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται.

    τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαινόμενόν [*](14a) ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά- ληπτά ἐστιν, ὡς πολλά.κις ὑπεμνήσαμεν, οὐκ ἔσται [*](§ 253 ~ adv. dogm. V 232.) [*](§ 254 ~ adv. dogm. V 227—228.) [*](30 ἐκ κατ’. Bekk. : ἔγκατ’. G 1 προωμολογῆσθαι Μ: εῖσθαι L: -ομολογεῖσθαι EAB 8 λέγοιτο om. L διδ. coni. Gen.: ambiguitates Τ)

    v.1.p.202
    διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται.

    ἔτι τὸ διδασκόμενον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον, ἑκάτερον δὲ αὐτῶν ἤτοι φαινόμενον ἤ ἀδηλούμενον <ἂν> οὐ διδάσκεσθαι κατὰ τὸν μικρῷ πρόσθεν ἡμῖν εἰρημένον λόγον.

    οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται· εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἷναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.

    ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι διδάσκεται ἢ κατ’ ἄλλο τι. ἀλλ’ εἰ μέν, καθό <ἐστι> ἔστι διδακτόν, τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ διδακτόν· τἀς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ ὄν ἐστι διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι.

    τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ’ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπῖπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον.

  • κθ΄ εἰ ἔστιν ὁ δ’ διδάσκων καὶ ὁ μανθάνων.
  • Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ ὁ μανθάνων 5 οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. [*](§ 255 ~ adv. dogm. V 224—231.) [*](§§ 256—258 ~ adv. dogm. V 219—223.) [*](§§ 259—265 ~ adv. dogm. V 234—238.) [*](22 supplevi 32 add. T (secundum quod est ens, est docibile) 4 ἄλλο om. Τ 8 inde ab ἄδηλον incipit Ρ 10a εἰ ἔστιν τις διδ. ἢ μαναὶ. P)

    v.1.p.203
    ἤτ’ οἱ γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει· οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθήσεως. ἀλλ’ οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην·

    γελοῖον γάρ. λείπεται λέγειν ὅτι ὁ τεχνίτης τὸν ἄτεχνον· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων ἐστίν. ὅλως γὰρ ὑποστῆναι τεχνίτην ἀδύνατον εἶναι λέγεται, ἐπεὶ μήτε αὐτοφυῶς τις καὶ ἅμα τῷ γενέσθαι τεχνίτης ὑφιστάμενος βλέπεται μήτε ἐξ ἀτέχνου γίνεταί τις τεχνίτης. ἤτοι γὰρ ‘ὲν θεώρημα καὶ μία κατάληψις δύναται ποιῆσαι τὸν ἄτεχνον τεχνίτην ἢ οὐδαμῶς.