Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
ἔτι τὸ διδασκόμενον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον, ἑκάτερον δὲ αὐτῶν ἤτοι φαινόμενον ἤ ἀδηλούμενον <ἂν> οὐ διδάσκεσθαι κατὰ τὸν μικρῷ πρόσθεν ἡμῖν εἰρημένον λόγον.
οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται· εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἷναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.