Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι διδάσκεται ἢ κατ’ ἄλλο τι. ἀλλ’ εἰ μέν, καθό <ἐστι> ἔστι διδακτόν, τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ διδακτόν· τἀς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ ὄν ἐστι διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι.

τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ’ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπῖπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον.

  • κθ΄ εἰ ἔστιν ὁ δ’ διδάσκων καὶ ὁ μανθάνων.