Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
Οἶον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδις· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου (II 80 sqq.). εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται.
τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαινόμενόν [*](14a) ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά- ληπτά ἐστιν, ὡς πολλά.κις ὑπεμνήσαμεν, οὐκ ἔσται [*](§ 253 ~ adv. dogm. V 232.) [*](§ 254 ~ adv. dogm. V 227—228.) [*](30 ἐκ κατ’. Bekk. : ἔγκατ’. G 1 προωμολογῆσθαι Μ: εῖσθαι L: -ομολογεῖσθαι EAB 8 λέγοιτο om. L διδ. coni. Gen.: ambiguitates Τ)