Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ (Stoic. fr. 173 Arn.) τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἷναι [*](30a) βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος.

  • κζ΄ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη.
  • Ἀλλ' οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἴνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν· οὐδὲ ἡ διδασκαλία ἄρα.

  • κη εἰ ἔστι τι διδασκόμενον.