Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων <τῶν> ἔργων καταλαμβάνεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'.

περὶ δὲ τῆς εἰς τοὺς γονεῖς ὁσιότητος ὁ αὐτὸς ἀνήρ φησιν εἰς τὰ περὶ τὴν Ἰοκάστην καὶ τὸν Οἰδίποδα, ὅτι οὐκ ἦν [*](4a) δεινὸν τρίβειν τὴν μητέρα (Ι 256 Arn.). ‘καὶ εἰ μὲν ἀσθενοῦσαν ἕτερόν τι μέρος τοῦ σώματος τρίψας ταῖς χερσὶν ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δὲ ἕτερα μέρη τρίψας εὔφραινεν, ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ἐποίησεν, αἰσχρόν;’ τούτοις δὲ ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ πολιτείᾳ φησὶ ΙΙΙ 745 Arn.) ‘δοκεῖ δέ μοι καὶ ταῦτα οὕτω διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνο- ποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας'.