Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ <συνεχῶς καὶ τὸ;> ἀνθρωποφαγεῖν ἐν τοῖς αὐτοῖς a ἡμῖν ἐπεισάγει· φησὶ γοῦν (I254Arn.) ‘καὶ ἐὰν τῶν ζώντων ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον , μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος γένηται'.

ἐν δὲ τοῖς περὶ τοῦ καθήκοντος περὶ τῆς τῶν [*](§§ 245—249 ~ adv. dogm. V 190—196.) [*](3 add. Bekk. 8/9 διαμηρίζειν Gen. : διαμερίζειν G 10 διαφέρει ἐν Τ (differt in): ἐστι G 11 <ἄλλα> ἢ μὴ edd. 19. καὶ om. edd. 22 καὶ τὸν ὁμομήτριον — 23 ὁμομητρίας om. Τ 23 suppl. e T (et continu <u> m etiam) 25 πρὸς — om. T)

v.1.p.200
γονέων ταφῆς ῥητῶς φησιν (III 752 Arn.) ‘ ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστάταις, ὧς ἂν τοῦ σώματος, καθάπερ ὀνύχων ἢ ὀδόντων ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, καὶ οὐδὲ ἐπιστροφῆς ἢ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος, ἐπέβαλλε χρῆσθαι αὐτῷ καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων ἢ κατορύξαντες ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.’