Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Ἔτι κἀκεῖνο λέγεται. πᾶσα τέχνη ἐκ τῶν ἰδίως ὐπ’ αὐτῆς ἀποδιδομένων ἔργων καταλαμβάνεσθαι δοκεῖ, οὐδὲν δέ ἐστιν ἴδιον ἔργον τῆς περὶ τὸν βίον τέχνης· ὃ γὰρ ἂν ἔργον εἶναι ταύτης λέγῃ τις, τοῦτο κοινὸν εὑρίσκεται καὶ τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδιδόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης δ’ διαθέσεως φαίνεσθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμενον ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως ἔργον ἐστίν.

αὐτὴ γὰρ ἡ θρονίμη διάθεσις ἀκατάληπτός ἐστι, μήτε ἐξ αὑτῆς ἁπλῶς καὶ αὐτόθεν φαινομένη μήτε ἐκ τῶν ἔργων αὐτῆς· κοινὰ γάρ ἐστι ταῦτα καὶ τῶν ἰδιωτῶν. τό τε λέγειν, ὅτι τῷ διομαλισμῷ τῶν πράξεων καταλαμβάνομεν τὸν ἔχοντα τὴν περὶ τὸν βίον τέχνην, ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων· (σ 136 sq.)

  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων ἵρ’
  • οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • [*](§§ 243—244 ~ adv. dogm. V 188—189. 197—199. 207—209.)[*](15 κατελῆφθαι: γεγενῆσθαι Kayser coll. p. 580, 32. 19 ἂν Τ (utique): ἐὰν G 21 malim παρ’ παρακαταθήκας ἧκας coll. p. 584, οὐδὲ Pappenh. dubit. 24 γινόμενον GT (factum): λεγόμενον Stephanus coll. p. 185, 18; at hic γινόμενον pro locutione πραττόμενον usurpatur, quae differt a verbo ποιούμενον || τι Gen.: τε GT (quoque) 28 τῶν om. L 31 τὴν Bekk. : τῶν G)
    v.1.p.199