Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ται. <. . . > τῷ Κρόνῳ θύουσιν ἄνθρωπον , ὃ τοῖς πλείστοις [*](15 θεραπείας vel θρησκείας add. e Τ (de creduUtate autem atque pietate deorum) cf. p. 173, 3. 174, 10. 21 τὸν θεὸν εἶναι AB 1 ἐμπίπτειν T (incidere): ἐκπίπτειν G 4 add. Τ (in quibusdam sacris pufantur sancta) 6 τοῦτο om. Τ: τι τοιοῦτον Kayser 10 excidit τινὲς δὲ vel nomen proprium cf. p. 170, 17)

v.1.p.193
ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέμιδι θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ.

καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνόσιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.

Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρησκείᾳ περὶ τοὺς θεούς.

Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθάνοι ἤ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περιστερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς θέμις ἐσθίειν 5 ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ κρόμμυον τι.

κρόμμυον δὲ οὐκ ἄν τις προσενέγκαιτο τῶν καθιερουμένων τῷ κατὰ Πηλούσιον Κασίῳ Διί, ὥσπερ οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν <οἷς> μὲν ἱεροῖς μίνθης, ἐν οἶς ἡδυόσμου, ἐν οἶς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τἀς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ παρ’ ἑτέροις ταῦτα ἀδιάφορα.

κυνείων τε γεύσασθαι δοκοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὧς ἔφην, ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμι- [*](11 Ὥρῳ Fabr.: ἥρω G: yro Τ 12 σίλφην GT (silfen) suspectum 16 ἐῶ ΜΤ (dimito): ἐν ὧ LEAB 17 στοχαζόμενος Bekk.: παραστοχαζόμενος G: breyitatem considerans T 24 ancipitres T (legit fors. ἱεράκων interpres) 26 νομιζομένων EAB 28 κρόμυον L 30 σκορόδου edd. et A 31 οἶς add. Bekk.: abstinentiir autem in sacris quidam T 3 τε ML: δὲ EAB: om. Τ)

v.1.p.194
’σται.

καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρησκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.

Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κατοιχομένους ὁσιότητος. οἱ μὲν γὰρ ὁλοκλήρως περιστεί- λαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς· Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν.

Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τἀς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Υρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε- φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἷθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι.

τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὣν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως κατ’ καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν.

καὶ τὸν θάνατον δὲ αὐτὸν οἱ μὲν δεινὸν καὶ φευκτόν εἶναι νομίζουσιν, οἱ δὲ οὐ τοιοῦτον. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 638Nauck).

  • τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
  • τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;
  • καὶ ὁ Ἐπίκουρος (p. 61, 6. 71, 6 Us.) δέ φησιν ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.’ φασὶ [*](4a) δὲ καὶ ὧς εἴπερ συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος, ὁ δὲ θάνατος διάλυσίς ἐστι ψυχῆς καὶ σώμα- τος, ὅτε μὲν ἡμεῖς ἐσμέν, οὐκ ἔστιν ὁ θάνατος οὐ γάρ διαλυόμεθα), ὅτε δὲ ὁ θάνατος ἔστιν, οὐκ ἐσμὲν ἡμεῖς· τῷ γὰρ μηκέτι τὴν σύστασιν εἶναι τῆς [*](10/11 ea que putantur religiosa et que putantur illicitaT 12 δέ <τούτοις> T (proxima autem hiis) || ἔστι om. EABT || κατοιχουμένους L 20 γυψίοις L)

    v.1.p.195
    ψυχῆς καὶ τοῦ σώματος οὐδὲ ἡμεῖς ἐσμεν.

    ὁ δὲ Ἡράκλειτός (cf. B 88 Diels) φησιν, ὅτι καὶ τὸ ζῆν καὶ τὸ ἀποθανεῖν καὶ ἐν τῷ ζῆν ἡμᾶς ἐστι καὶ ἐν τῷ τεθνάναι· ὅτε μὲν γὰρ ἡμεῖς ζῶμεν, τὰς ψυχὰς ἡμῶν τεθνάναι καὶ ἐν ἡμῖν τεθάφθαι, ὅτε δὲ ἡμεῖς [*](14a) ἀποθνῂσκοθεν, τὰς ψυχὰς ἀναβιοῦν καὶ ζῆν. ἔνιοι δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμβάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 449 Nauck)

  • ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους
  • τὸν φύντα θρηνεῖν, εἰς ὅσ’ ἔρχεται κακά,
  • τὸν δ’ αὖ θανόντα καὶ κακῶν πεπαυμένον
  • χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
  • ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται·

    (Theogn. 425)

  • ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,
  • μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
  • φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀί·δαο περῆσαι καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ (I 31).

    ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι.

    Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ’ ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν.

    ὧς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τἀς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφάς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἶς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαγὰρ [*](17 om. L 20 gaudentes et henedicentes T 23 μηδ’ ἐσιδεῖν Gen.: nec aspicere T: μὴ δὲ ἰδέειν G || ἠελίου L: ἠελίοιο MEAB 7 τούτων Τ (de hiis): αὐτῶν G)

    v.1.p.196
    βεβαιοῦσθαι προσήκει μὴ εἷναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν.

    Ὁ τοίνυν σκεπτικὸς τὴν τοσαύτην ἀνωμαλίαν τῶν πραγμάτων ὁρῶν ἐπέχει μὲν περὶ τοῦ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον εἶναι, κἀν τούτῳ τῆς δογματικῆς ἀφιστάμενος προπετείας , ἕπεται δὲ ἀδοξάστως τῇ βιωτικῇ τηρήσει, καὶ διὰ τοῦτο ἐν μὲν τοῖς δοξαστοῖς ἀπαθὴς θὴς μένει, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπαθεῖ·

    ὧς μὲν γὰρ ἄνθρωπος αἰσθητικὸς πάσχει, μὴ προσδοξάζων δέ, ὅτι τοῦτο ὃ πάσχει κακόν ἐστι φύσει, μετριοπαθεῖ. τὸ γὰρ προσδοξάζειν τι τοιοῦτο χεῖρόν ἐστι καὶ αὐτοῦ τοῦ πάσχειν, ὡς ἐνίοτε τοὺς μὲν τεμνομένους ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν.

    ὁ μέντοι γε ὑποθέμενος τὸ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον ἢ μὴ πρακτέον εἶναι ταράσσεται ποικίλως. καὶ γὰρ παρόντων αὐτῷ τούτων ἃ νομίζει φύσει κακὰ εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται, ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει·

    τοὺς γὰρ ἀνα- πόβλητα εἶναι τὰ ἀγαθὰ λέγοντας ἐφέξομεν ἐκ τῆς ἀπορίας τῆς κατὰ τὴν διαφωνίαν. ὅθεν ἐπιλογιζόμεθα, ὅτι εἰ τὸ κακοῦ ποιητικὸν κακόν ἐστι καὶ φευκτόν, ἡ δὲ πεποίθησις τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταραχὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὧς πρὸς τὴν φύσιν εἶναι.

    Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκεῖ λελέχθαι περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων· [*](9a) [*](§§ 235—237 ~ I 25—27, adv. dogm. V 158—161.) [*](18 post πρακτέον Gen. inser. ἢ μὴ πρακτέον 19 δὲ om. Τ 27 λιποψυχεῖν EB 33 καὶ om. Τ cf. p. 8, 23sqq. 3 desistere compellemus Τ)

    v.1.p.197
  • κέ εἰ ἐστι τέχνη περὶ βίον.
  • Δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι οὐδὲ τέχνη τις ἂν εἴη περὶ τὸν βίον. εἰ γὰρ ἔστι τοιαύτη τέχνη, περὶ τὴν θεωρίαν τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν ἀδιαφόρων ἔχει· διὸ τούτων ἀνυπάρκτων ὄντων ἀνύπαρκτός ἐστι καὶ ἡ περὶ τὸν βίον τέχνη. καὶ ἄλλως, ἐπεὶ μὴ ὁμοφώνως μίαν ἀπολείπουσι πάντες οἱ δογματικοὶ τέχνην περὶ βίον, ἀλλ’ ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ τἀγαθοῦ λελεγμένοις ἡμῖν § 169 sqq.).

    εἰ μέντοι καὶ μίαν εἶναι πάντες λέγοιεν καθ’ ὑπόθεσιν τὴν περὶ τὸν βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειροπολεἱται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ