Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων ‘ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο ’. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἷναι τῶν ἐν αὐτᾷ γινομένων. μένων. εἴγε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου [*](5a) οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις.

οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὔτε τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι· μηδὲν γὰρ εἷναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὧς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι’ ἑαυτοῦ κατ’ κατασκευάξειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν 15 δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ.

τόν τε Ἡσίοδον μὴ ἀξιόχρεων εἷναι κριτὴν τῶν κατὰ φιλοσοφίαν. καὶ οὕτω διακρουόμενοι τὰ εἰς κατασκευὴν φερόμενα τοῦ εἶναι τόπον, ἤδη καὶ ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωτκῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον.

Οἱ Στνικοί (Stoic. fr. II 505 A.) φασι κενὸν μὲν εἶναι τὸ οἶόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον [*](25α) δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ [*](§§ 122—123 ~ adv. dogm. IV 13—19.) [*](§ 124 ~ adv. dogm. IV 3—4) [*](1 ἀκούω M 5 ἔσται edd. 7 ἐν ἑκατέρῳ et ἐν ἀμφοτέροις del. Kayser 7/8 ἀμφοτέροις EAB: ἀμφοτέρων ML 8 fort. <οὔτε αὐτὸν τὸν τόπον οὔτε> add. post τόπον 16 τὸ Bekk. dub. || ἀνύπαρκτα EAB: ἀνύπαρκτον ML 17 τε G: δὲ Gen. 21 ἐμβριθεστέραις Gc cf p. 65, 11. 15. 18. 20. 27 et saepius: ἐμβριθεστάταις Bekk. 22 τῇ alt. om. L)

v.1.p.168
διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμε- νον τῷ κατ’ ἔχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου λοῦ σώματος, ὡς ἐν μεγέθει τὴν δ’ διαφορὰν εἶναι τοῦ τε τόπου καὶ τῆς χώρας.

λέγεται οὖν, ὅτι ἐπειδὴ διάστημα ὑπὸ σώματος κατεχόμενόν φασιν εἶναι τὸν τόπον, πῶς καὶ λέγουσιν αὐτὸν εἶναι διάστημα; πότερον τὸ μῆκος τοῦ σώματος ἢ τὸ πλάτος ἢ τὸ βάθος μόνον ἢ τὰς τρεῖς διαστάσεις; εἰ μὲν γὰρ μίαν διάστασιν, οὐκ ἐξισάζεται ὁ τόπος τῷ οὗ τόπος ἐστίν, πρὸς τῷ καὶ μέρος τοῦ περιεχομένου τὸ περιέχον εἶναι, ὃ παντάπασιν ἀπεμφαίνει.

εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπόκειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα οὐ συνέστηκεν ἐκ τῶν διαστάσεων ἔστι γὰρ τοῦτο μῆκος καὶ πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέ- γεται ταῖς διαστάσεσι ταῖς προειρημέναις) , αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἀντ’ ὀπὸν. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος.

ἐρωτᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ‘ὲν μῆκος καὶ ‘ὲν πλάτος καὶ ὲν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἔξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον.

εἰ δὲ ἀμφοτέρων, ἐπεὶ τὸ κενὸν οὐδεμίαν ὑπόστασιν ἔχει παρὰ τἀς διαστάσεις, εἰ αἱ διαστάσεις αἱ τοῦ κενοῦ ὑπόκεινται ἐν τῷ σώματι συστατικαὶ οὖσαι αὐτοῦ τοῦ σώματος, τὰ τοῦ κενοῦ συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσαμόνον [*](9 Pappenli. et Apelt coll. p. 62, 1. 574, 13: μένον G οὐ G: ὃ Pappenh. 11 ἢ δὴ L)

v.1.p.169
δθσι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν (§ 45 sq.)· μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον σῶμα, αἴπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κε νῷ, κενὸν ἔσται τὸ σῶμα· ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ δια- στάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ’ οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκεται τᾶι τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος.

πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ’ εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν· εἰ δὲ ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἷναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι τόπον.

διὰ δὲ ταῦτα καὶ τὸ κενὸν ἀνυπόστατον εὑρίσκεται, εἴγε μὴ δυνατόν ἐστιν αὐτὸ κατασχεθῆναι ὑπὸ σώματος καὶ γενέσθαι τόπον· ἐλέγετο γὰρ κενὸν εἶναι ὃ οἷόν τε ὑπὸ σώματος κατασχεθῆναι. συμπεριτρέπεται δὲ τούτοις καὶ ἡ χώρα· εἴτε γὰρ ὁ μέγας τόπος ἐστὶ χώρα, συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμροτέροις συναναιρεῖται.

Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω πρὸς τὴν στάσιν τῶν Στωικῶν περὶ τοῦ τόπου λέγεται· οἱ δὲ Περιπατητικοί (cf. Aristot. ο Phys. 212 a6 φασιν εἷναι τόπον τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει, ὡς ἐμοῦ τόπον εἶναι τὴν ἐπιφάνειαν τοῦ ἀέρος τὴν περιτετυπωμένην τῷ ἐμῷ σώματι. ἀλλ’ εἵπερ τοῦτό ἐστιν ὁ τόπος, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ὅτε γὰρ μέλλει ἔν τινι τόπῳ γίνεσθαι τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρ- [*](§ 129 adv. dogm. IV 21—23.) [*](§ 131 cf. adv. dogm. IV 30) [*](1 ante πρὸς lac. exst. in M || περὶ κενοῦ ML i. mrg. 5 κινούμενον Bekk.: κενούμενον G 9 εἷναι Gen: ἐστι G 10 διὰ — 12 τόπον bis EAB: om. M)

v.1.p.170
χοντι, δεῖ προυπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περιέχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί τι καὶ μὴ εἶναι· οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει.

πρὸς τούτοις, εἴ ἐστί τι ὁ τόπος, ἤτοι γεννητός ἐστιν ἢ ἀγέννητος. ἀγέννητος μὲν οὖν οὔκ ἐστιν· περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ’ οὐδὲ γεννητός· εἰ γάρ ἐστι γεννητός, ἤτοι ὅτε ἐν τόπω ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ.

οὔτε δὲ ὅτε ἐν αὐτῷ ἐστιν ἔστι γὰρ ἤδη τοῦ ἐν αὐτῷ σώματος ὁ τόπος) οὔτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, εἴγε περιτυποῦται μέν, ὡς φασίν, τῷ περιεχομένῳ τὸ περιέχον καὶ οὕτω γίνεται τόπος, τῷ δὲ μὴ ἐν αὐτῷ ὄντι οὐδὲν δύναται περιτυπωθῆναι. εἰ δὲ μήτε ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, μήτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, γίνεται ὁ τόπος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἐπινοεῖν, οὐδὲ γεννητός ἐστιν ὁ τόπος. εἰ δὲ μήτε γεννητός ἐστι μήτε ἀγέννητος, οὐδὲ ἔστιν.

κοινότερον δὲ καὶ ταῦτα δύναται λέγεσθαι. εἴ ἐστί τι ὁ τόπος, ἤτοι σῶμὰ ἐστιν ἢ ἀσώματον· ἑκάτερον δὲ τούτων ἀπορεῖται, ὡς ὑπεμνήσαμεν· καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπο- ρος. ὁ τόπος πρὸς ἰῷ σώματι νοεῖται, οὗ ἐστι τόπος· ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος· καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται γενέσεως μὴ ὑπαρχούσης.

Ἔνεστι δὲ καὶ ἄλλα πλείω λέγειν. ἀλλ’ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐκεῖνο ἐπακτέον, ὅτι τοὺς σκεπτικοὺς ἐντρέπουσι μὲν οἱ λόγοι, δυσωπεῖ δὲ καὶ ἡ ἐνάργεια. διόπερ οὐθετέρῳ προστιθέμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀλλ’ ἐπέχομεν περὶ τοῦ τόπου.

[*](28 τῷ om. edd. 10 τῷ τόπῳ L 24 fort. οὗτοι οἱ λόγοι?)
v.1.p.171
  • ἴθ’ περὶ χρόνου.
  • Τὸ δὲ αὐτὸ πάσχομεν καὶ ἐν τῇ περὶ τοῦ χρόνου ζητήσει· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖ τι εἶναι ὁ χρόνος, ὅσον δὲ ἐπὶ τοῖς περὶ αὐτοῦ λεγομένοις μένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἤ ὥς τινες Πλάτων’, [*](33α) ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου, Στράτων δέ, ἤ ὥς τινες Ἀριστοτέλης,

    μέτρον κινήσεως καὶ μονῆς, Ἐπίκουρος (p. 126, 12 Us.) δέ, καθὼς Δημήτριος ὁ Λάκων φησί, σύμπτωμα συμπτωμάτων, παρεπό μένον ἡμέραις τε καὶ νυξὶ [*](4α) καὶ ὥραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεκαὶ καὶ μοναῖς.

    κατ’ οὐσίαν τε οἱ μὲν σῶμα αὐτὸν ἔφασαν εἶναι, ὡς οἱ περὶ τὸν Αἰνησίδημον μηδὲν γὰρ αὐτὸν διαφέρειν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος), οἱ δὲ ἀσώματον . ἤτοι οὖν πᾶσαι αἱ στάσεις αὗταί εἰσιν ἀληθεῖς, ἢ πᾶσαι ψευδεῖς, ἢ τινὲς μὲν ἀληθεῖς, τινὲς δ’ ἑ ψευδεῖς· οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δ’ δύνανται μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθήσονται ὑπὸ τῶν δογματικῶν.

    καὶ ἄλλως· εἰ δοθείη ψεῦδος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δόθη ἔται ἡ τοῦ χρόνου ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτε- ρον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ <τὸ> κριτήριόν τε καὶ τὴν ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι.

    εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς [*](§§ 136—137 ~ adv. dogm. TV 170. 176. 181 (ubi singulis placitis continuo additur ἡ ἀντίρρησις). 219. 228.) [*](§§ 138 ~ adv. dogm. IV 216.) [*](31 ὅλου et ὅλον Bekk. : χρόνου et χρόνον G 2 μονῆς Gen. et A corr. : μόνης MLEB 11 fort. γὰρ <ἀλλήλαις>? 14 τὸ om. L 18 τὸ addidi || τὴν tert. om. EAB)

    v.1.p.172
    ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δέ ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἰ ἐστί <τι>