Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Ὥσπερ δὲ τούς τρόπους <τῆς> ἐποχῆς παραδίδομεν, οὕτω καὶ τρόπους ἐκτίθενταί τινες, καθ’ οὓς ἐν ταῖς κατὰ μέρος αἰτιολογίαις διαποροῦντες ἐφιστῶμεν τοὺς δογματικοὺς διὰ [*](§ 180 sqq.: cf. Phot. Bibl. 212 (p. 170b 17–22 Bekk.).) [*](20 suppl. eT ex alio rememorantes quia neque ex se ipso quid neque ex alio cf. p. 80, 15 23 αἰσθητικῶν EAB 26/27 διαπεφ. εἶναι ἄπιστον Τ (quod omne . . . . . dissonans incredibile est): ἄπιστον εἶναι διαπεφ. Gr 29 καταλαμβάνεται L καταλαμβάνεται T (ex quo apprehenditur aliud): τι καταλαμβάνειν G (sed M κατ καταλαμβάνεται) ενν || αὐτοῦ EAB 3 ἢ add. T υeἰ ex se ipso vel) 3/4 et dubitamus T 5 δίχα LEAB: δι’ M: om. Τ καὶ ἀποδείξεως?) 8 τούς om. Μ || τῆς add. Bekk. 10 invenimus Τ)

v.1.p.45
τὸ μάλιστα ἐπὶ ταύταις αὐτοὺς μέγα φρονεῖν. καὶ δὴ Αἰνησίδημος ὀκτὼ τρόπους παραδίδωσι καθ’ οὓς οἴεται πᾶσαν δογματικὴν αἰτιολογίαν ὡς μοχθηρὰν ἐλέγχων ἀποφήνασθαι,

ὧν πρῶτον μὲν εἶναί φησι καθ’ ὃν [τρόπον] τὸ τῆς αἰτιολογίας γένος ἐν ἀφανέσιν ἀναστρεφόμενον οὐχ ὁμολογουμένην ἔχει τὴν ἐκ τῶν φαινομένων ἐπιμαρτύρησιν· δεύτερον δὲ καθ’ ὃν πολλάκις εὐεπιφορίας οὔσης δαψιλοῦς ὥστε πολυτρόπως αἰτιολογῆσαι τὸ ζητούμενον, καθ’ ἔνα μόνον τρόπον τοῦτό τινες αἰτιολογοῦσιν·

τρίτον καθ’ ὃν τῶν τεταγμένως γινομένων αἰτίας ἀποδιδόασιν οὐδεμίαν τάξιν ἐπιφαινούσας· τέταρτον καθ’ ὃν τὰ φαινόμενα λαβόντες ὡς γίνεται, καὶ τὰ μὴ φαινόμενα νομίζουσιν ὡς γίνεται κατειληφέναι, τάχα μὲν ὁμοίως τοῖς φαινομένοις τῶν ἀφανῶν ἐπιτελουμένων, τάχα δ’ οὐχ ὁμοίως ἀλλ’ ἰδιαζόντως·

πέμπτον καθ’ ὃν πάντες ὧς ἔπος εἰπεῖν κατὰ τὰς ἰδίας τῶν στοιχείων ὑποθέσεις ἀλλ’ οὐ κατά τινας κοινὰς καὶ ὁμολογουμένας ἐφόδους αἰτιολογοῦσιν· ἕκτον καθ’ ὃν πολλάκις τὰ μὲν φωρατὰ ταῖς ἰδίαις ὑποθέσεσι παραλαμβάνουσιν, τὰ δὲ ἀντιπίπτοντα καὶ τὴν ἴσην ἔχοντα πιθανότητα παραπέμπουσιν·

ἕβδομον καθ’ ὃν πολλάκις ἀποδιδόασιν αἰτίας οὐ μόνον τοῖς φαινομένοις ἀλλὰ καὶ ταῖς ἰδίαις ὑποθέσεσι μαχομένας· ὄγδοον καθ’ ὃν πολλάκις ὄντων ἀπόρων ὁμοίως τῶν τε φαίνεσθαι δοκούντων καὶ τῶν ἐπιζητουμένων, ἐκ τῶν ὁμοίως ἀπόρων περὶ τῶν ὁμοίως ἀπόρων ποιοῦνται τὰς διδασκαλίας.

οὐκ ἀδύνατον δέ φησι καὶ κατά τινας ἐπιμίτους τρόπους, ἠρτημένους ἐκ τῶν προειρημένων, διαπίπτειν ἐνίους ἐν ταῖς αἰτιολογίαις. τάχα δ’ ἂν καὶ οἱ πέντε τρόποι τῆς ἐποχῆς ἀπαρκοῖεν πρὸς τὰς αἰτιολογίας. ἤτοι γὰρ σύμφωνον πάσαις ταῖς κατὰ φιλοσοφίαν αἱρέσεσι καὶ τῇ σκέψει καὶ τοῖς φαινομένοις αἰτίαν ἐρεῖ τις ἢ οὔ. καὶ σύμφωνον μὲν ἴσως οὐκ ἐνδέχεται· τά τε γὰρ φαινόμενα καὶ τὰ ἄδηλα πάντα διαπεφώνηται.

εἶ δὲ διάφωνον, ἀπαιτηθήσεται καὶ ταύτης τὴν αἰτίαν, καὶ [*](11/12 Αἰνησίδημος Fabr.: ὀνησίδημος G: onisidimus T 14 τρόπον om. Τ (iam del. Kayser) 22 νομίζηται EAB 28 convenientia Τ 6 ἀπαρκοῖεν Kayser: ἀπαρκοῦσι GT (sufficiunt) 11 διάφωνον Bekk.: διαφωνεῖ G)

v.1.p.46
φαινομένην μὲν φαινομένης ἢ ἄδηλον ἀδήλου λαμβάνων εἰς ἄπειρον ἐκπεσεῖται, ἐναλλὰξ δὲ αἰτιολογῶν εἰς τὸν διάλληλον. ἱστάμενος δέ που, ἢ ὅσον ἐπὶ τοῖς εἰρημένοις λέξει τὴν αἰτίαν συνεστάναι, καὶ εἰσάγει τὸ πρός τι, ἀναιρῶν τὸ πρὸς τὴν φύσιν, ἢ ἐξ ὑποθέσεως τι λαμβάνων ἐπισχεθήσεται. ἔστιν οὖν καὶ διὰ τούτων ἐλέγχειν ἴσως τὴν τῶν δογματικῶν ἐν ταῖς αἰτιολογίαις προπέτειαν.

ιη΄ περὶ τῶν σκεπτικῶν φωνῶν.

Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς, οἷον λέγοντες ῾οὐ μᾶλλον᾿ ῾οὐδὲν ὁριστέον᾿ καὶ ἄλλας τινάς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς ῾οὐ μᾶλλον.᾿

ιθ΄ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς.

Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾿· οὐ γὰρ ὥς τινες ὐπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾿ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾿ ἐν ταῖς γενικαῖς, ἀλλ᾿ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾿ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾿ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. μέθᾳ. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾿, δυνάμει φαμὲν ῾διπλῆ᾿, καὶ ὅταν λέγέγωμεν ῾πλατεἱα᾿, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾿, οὕτως ὅταν εἰπ́ωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,

ἄνω κάτω.’ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πὐσματοςτὸ ῾οὐ᾿ (<ἀντὶ>τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ [*](12 et 16 λαμβάνειν EAB 15 εἰσάξει Kayser 19 τούτων τε om. EAB || τῶν om. Μ 20 <τινες> φωνάς τινας EAB 24 δὲ om. L 32 διπλῆ δυνάμει L: δυνάμει διπλῆ EAB: duplicem potentiam T || δυνάμει φαμὲν om. M || ἑστία G: domum Τ (fort. οἰκία cf. Lys. I 9): ἐσθὴς Fabr. : ἀπερίστικτος vel ἄστικτος Pappenheim 1 πλατεῖα et πλατεῖα ὁδός Diels: πλατεῖαν et πλατεῖαν ὁδόν GT (latam et viam latam) 4 τὸ οὐ Paris. SuppL 133: τοῦ οὐ G: pro inter- rogatione et non pro quid hoc quam hoc Τ Ι <ἀντὶ> τοῦ ego: τὸ G ΙΙ locus non integer: ἀντὶ ἀξιώματος τοῦ ὁὐ μᾶλλον᾿ πύσμα τὸ ‘τί μᾶλλον᾿ , οἷον τί μᾶλλον τόδε ἢ τόδε Bekk.: ἀντὶ τοῦ ‘διὰ τί᾿ πύσματος τὸ ‘τί μᾶλλον τόδε ἢ τόδε᾿ Kayser 7 ἀντὶ om. EAB 11 τί add. T (propter quid) 16 ἰσοσθένειαν Tsnp-penheim: ἰσότητα GT 16/17 ἰσότητα τὴν add. Pappenh. 17 πιθανὸν <καὶ ἀπίθανόν ἐσότητα> E. Weber 19 γοῦν Gen.: οὖν LEAB: om. Μ: igitur T || ἐμφαίνῃ MET (licet ostendat): ἐμφαίνει LAB 23/24 συγκ. om. T 24 γὰρ add T. (propositum est enim nohis) 29 fort. περὶ ταύτης?)

v.1.p.47
τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἴν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον (Eur. Herc. fr. 1)
  • τίς τὸν Δῖός σύλλεκτρον οὐκ οἶδε βροτῶν;
  • καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων’ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾿ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ <τί> παραλαμβάνεται παρὰ Μενάνδρῳ· (fr. 900 Kock.)
  • τί γὰρ ἐγὼ κατελειπόμην;
  • δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε᾿ καὶ πάθος ἡμέτερον,

    καθ’ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν <ἰσότητα τὴν> κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν.

    ἡ γοῦν ‘οὐδὲν μᾶλλον᾿ φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ᾿ [συγκατατίθεσθαι]. πρόκειται <γὰρ> ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφο- ροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον᾿ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.

    v.1.p.48

    κ’ περὶ ἀφασίας.

    Περὶ δὲ τῆς ἀφασίας λέγομεν τάδε. φάσις καλεῖται διῶς, κοινῶς καὶ ἰδίως, κοινῶς μὲν ἡ δηλοῦσα θέσιν ἢ ἄρσιν φωνή, οἷον ‘ἡμέρα ἔστιν, οὐχ ἡμέρα ἔστιν,’ ἰδίως δὲ ἡ δηλοῦσα θέσιν μόνον, καθ’ ὃ σημαινόμενον τὰ ἀποφατικὰ οὐ καλοῦσι φάσεις. ἡ οὖν ἀφασία ἀπόστασίς ἐστι τῆς κοινῶς λεγομένης φάσεως, ἡ ὑποτάσσεσθαι λέγομεν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, ὡς εἶναι ἀφασίαν πάθος ἡμέτερον δι’ ὃ οὔτε τιθέναι τι οὔτε ἀναιρεῖν φαμεν.

    ὅθεν δῆλόν ἐστιν, ὅτι καὶ τὴν ἀφασίαν παραλαμβάνομεν οὐχ ὡς πρὸς τὴν φύσιν τοιούτων ὄντων τῶν πραγμάτων ὥστε πάντως ἀφασίαν κινεῖν, ἀλλὰ δηλοῦντες ὅτι ἡμεῖς νύν, ὅτε προφερόμεθα αὐτήν, ἐπὶ τῶνδε τῶν ζητουμένων τοῦτο πεπόνθαμεν. κἀκεῖνο χρὴ μνημονεύειν, ὅτι μηδὲν τιθέναι μηδὲ ἀναιρεῖν φαμεν τῶν κατὰ τὸ ἄδηλον δογματικῶς λεγομένων· τοῖς γὰρ κινοῦσιν ἡμᾶς παθητικῶς καὶ ἀναγκαστικῶς ἄγουσιν εἰς συγκατάθεσιν εἴκομεν.

    κα περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿.

    Τὸ δὲ ‘τάχα’ καὶ ‘οὐ τάχα καὶ ‘ἔξεστι’ καὶ ‘οὐκ ἔξεστι᾿ καὶ ‘ἐνδέχεται’ καὶ ‘οὐκ ἐνδέχεται’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν’ καὶ, ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι’ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι’ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι᾿ καὶ τὸ ‘μὴ ἐνδέχεσθαι᾿ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι’ καὶ τὸ ‘οὐ τάχα ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι’.

    πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦμεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ’ ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. ὁ γοῦν λέγων ‘τάχα ἔστιν’ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι’. τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.

    [*](31 post κοινῶς inser. τε L 1 ἄρνησιν AB 2/3 σημαῖνον (sic) L 5 ἐλέγομεν T (dicebamus) 6 οὔτε T (neque): οὐδὲ G τοῦ ἀδήλου dub. Bekk. 22 μονομαχοῦμεν EAB 23 ταὐτὰ Pappenheim dubit.)
    v.1.p.49

    κβ' περὶ τοῦ ‘ἐπέχω’.

    Τὸ δὲ ‘ἐπέχω’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘οὐκ ἔχω εἰπεῖν τίνι χρὴ τῶν προκειμένων πιστεῦσαι ἢ τίνι ἀπιστῆσατ’, δηλοῦντες ὅτι ἴσα ἡμῖν φαίνεται τὰ πράγματα πρὸς πίστιν καὶ ἀπιστίαν. καὶ εἰ μὲν ἴσα ἐστίν, οὐ διαβεβαιούμεθα· φαινόμενον τὸ δὲ φαινόμενον ἡμῖν περὶ αὐτῶν, ὅτε ἡμῖν ὑποπίπτει, πίπτει, λέγομεν. καὶ ἡ ἐποχὴ δὲ εἴρηται ἀπὸ τοῦ ἐπέχεσθαι τὴν διάνοιαν ὧς μήτε τιθέναι τι μήτε ἀναιρεῖν διὰ τὴν ἰσοσθένειαν τῶν ζητουμένων.

    κγ' περὶ τοῦ ‘οὐδὲν ὁρίζω᾿.

    Περὶ δὲ τοῦ ‘οὐδὲν ὁρίζω᾿ ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἀπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐδὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ ‘οὐδὲν ὁρίζω·’ οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ‘οὐδὲν ‘ορίζω’, τοῦτό φησιν ‘ἐγὼ οὕτω πέπονθα νῦν ὧς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν’. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς, οὐ δογματικῶς μετὰ πεποιθήσεως ἀποφαινόμενος, ἀλλ’ ὃ πάσχει διηγούμενος.

    κδ' περὶ τοῦ ‘πάντα ἐστὶν ἀόριστα᾿.

    Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα᾿ τὸ μὲν ‘ἔστι’ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι αὐτῷ, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν.

    καὶ ὥσπερ ὁ λέγων ‘περιπατῶ’ δυνά— [*](7 <τὸ> αὐτὸ τὸ EAB 11 οὔτε EAB 14 ἀπαγγελτικῶς, οὐ δογματικῶς T (assertive non dogmatice): οὐκ ἀπαγγελτικῶς Gr cf. ῥ’. 45, 26/7. 22 προύχοντα Gen.: προϋπάρχοντα GT (preexistentia))

    v.1.p.50
    μει φησὶν ‘ἐγὼ περιπατῶ᾿ , οὕτως ὁ λέγων ‘πάντα ἐστὶν ἀόριστα᾿ συσσημαίνει ‘καθ’ ἡμᾶς, ἢ ‘ὡς πρὸς ἐμὲ, ἢ ‘ὡς ἐμοὶ φαίνεται᾿ , ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘ὅσα ἐπῆλ- θον τῶν <παρὰ τοῖς> δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.

    κε' περὶ τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα᾿.