Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

δὲ ὑπολήψει, ὅταν οἱ μὲν περὶ Χρύσιππον (III 745 Arn.) ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, ὁ δὲ νόμος ταῦτα κωλύῃ.

μυθικὴν δὲ πίστιν δογματικῇ ὑπολήψει ἀντιτίθεμεν, ὅταν οἱ μὲν ποιηταὶ λέγωσι τὸν Δία κατελθόντα θνηταῖς γυναιξὶ μίγνυσθαι, παρὰ δὲ τοῖς δογματικοῖς ἀδύνατον τοῦτο εἶναι νομίζηται, καὶ ὁ μὲν ποιητὴς λέγῃ,

ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ωεκάδας κατέχευεν ἔραζε (Π 459), δόγμα μέντοι φιλοσόφων <ᾖ> ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν <. . . . . > τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες.

πολλὰ μὲν οὖν καὶ ἄλλα ἐνῆν καθ’ ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν παρα<εἶναι> [*](31 <εἶναι> νόμῳ EAB ΙΙ ὅταν Bekk.: οὕτως GT (sic) ΙΙ νόμου <μὲν> ὄντος Τ (lege quidem existente) 38 τύπτωσιν Bekk.: τύπτουσιν G 2 ἑαυτῶν EAB ζῆν post μέτρ’. add. dubit. Bekk. || προῃρημένος L: προειρημένος Μ: προειρημένως EAB: moderate discretus T 9 τινος add. T (tamquam honum aliquid) φαύλην Μ: pravam rem Τ 14 et 17 κωλύῃ Bekk.: κωλύει GT (prohibet) 17 μυθικὴν δογματικὴ δὲ πίστιν ὑπολήψει EAB 21 λέγῃ Bekk.: λέγει GT (dicit) 22 ᾖ add. T (est) 23 lacunam post ὅταν statui ΙΙ τὸν EAB: τὸ Μ: om. L)

v.1.p.41
δείγματα· ὡς ἐν συντόμῳ δὲ λόγῳ ταῦτα ἀρκέσει. πλὴν τοσαύτης ἀνωμαλίας πραγμάτων καὶ διὰ τούτου τοῦ τρόπου δεικνυμένης, ὁποῖον μὲν ἔστι τὸ ὑποκείμενον κατὰ τὴν φύσιν οὐκ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται πρὸς τήνδε τὴν ἀγωγὴν ἢ πρὸς τόνδε τὸν νόμον ἢ πρὸς τόδε τὸ ἔθος καὶ τῶν ἄλλων ἕκαστον. καὶ διὰ τοῦτον οὖν περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων ἐπέχειν ἡμᾶς ἀνάγκη. οὕτω μὲν οὖν διὰ τῶν δέκα τρόπων κατ’ παταλήγομεν εἰς τὴν ἐποχήν.

ιε' περὶ τῶν πέντε τρόπων.

οἱ δὲ νεώτεροι σκεπτικοὶ παραδιδόασι τρόπους τῆς ἐποχῆς πέντε τούσδε, πρῶτον τὸν ἀπὸ τῆς διαφωνίας, δεύτερον τὸν εἰς ἄπειρον ἐκβάλλοντα, τρίτον τὸν ἀπὸ τοῦ πρός τι, τέταρτον τὸν ὑποθετικόν, πέμπτον τὸν διάλληλον.

καὶ ὁ μὲν ἀπὸ τῆς διαφωνίας ἐστὶ καθ’ ὃν περὶ τοῦ προτεθέντος πράγματος ἀνεπίκριτον στάσιν παρά τε τῷ βίῳ καὶ παρὰ τοῖς φιλοσόφοις εὑρίσκομεν γεγενημένην, δι’ ἣν οὐ δυνάμενοι αἱρεῖσθαί τι ἢ ἀποδοκιμάζειν καταλήγομεν εἰς ἐποχήν.

ὁ δὲ ἀπὸ τῆς εἰς ἄπειρον ἐκπτώσεως ἐστὶν ἐν ᾧ τὸ φερόμενον εἰς πίστιν τοῦ προτεθέντος πράγματος πίστεως ἑτέρας χρῄζειν λέγομεν, κἀκεῖνο ἄλλης, καὶ μέχρις ἀπείρου, ὡς μὴ ἐχόντων ἡμῶν πόθεν ἀρξόμεθα τῆς κατασκευῆς τὴν ἐποχὴν ἀκολουθεῖν.

ὁ δὲ ἀπὸ τοῦ πρός τι, καθὼς προειρήκαμεν, ἐν ᾧ πρὸς μὲν τὸ κρῖνον καὶ τὰ συνθεωρούμενα τοῖον ἢ τοῖον φαίνεται τὸ ὑποκείμνον, ὁποῖον δὲ ἔστι πρὸς τὴν φύσιν ἐπέχομεν.

ὁ δὲ ἐξ ὑποθέσεως ἔστιν ὅταν εἰς ἄπειρον ἐκβαλλόμενοι οἱ δογματικοὶ ἀπό τινος ἄρξωνται ὃ οὐ κατασκευάζουσιν ἀλλ’ ἁπλῶς καὶ ἀναποδείκτως κατὰ συγχώρησιν λαμβάνειν ἀξιοῦσιν.

ὁ δὲ διάλληλος τρόπος συνίσταται, ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ [*](164–177 : cf. Diog. Laert. IX 88–89 (οἱ περὶ Ἀγρίππαν).) [*](3 οὖν EAB : om. LM : sic igitur T 7 τοῦ LEAB : τῶν Μ ἀπὸ τοῦ om. T (qui est ad aliquid) 8 τὸν post τέταρτον om EAB 18 κρῖνον MEABT (id quod iudicat): κρίνειν L)

v.1.p.42
τῆς ἐκ τοῦ ζητουμένου πίστεως· ἔνθα μηδέτερον δθνάμενοι λαβεῖν πρὸς κατασκευὴν θατέρου, περὶ ἀμφοτέρων ἐπέχομεν. ὅτι δὲ πᾶν τὸ ζητούμενον εἰς τούτους ἀνάγειν τοὺς τρόπους ἐνδέχεται, διὰ βραχέων ὑποδείξομεν οὕτως.

τὸ προτεθὲν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν, ὁποῖον δ’ ἂν ᾐ, διαπεφώνηται· οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα φασὶν εἶναι ἀληθῆ, οἱ δὲ μόνα τὰ νοητά, οἱ δέ τινα μὲν αἰσθητὰ, τινὰ δὲ νοητά. πότερον οὖν ἐπικριτὴν εἶναι φήσουσι τὴν διαφωνίαν ἢ ἀνεπίκριτον; εἰ μὲν ἀνεπίκριτον, λέγομεν ὅτι δεῖ ἐπέχειν· περὶ γὰρ τῶν ἀνεπικρίτως διαφω- νουμένων οὐχ οἶόν τέ ἐστιν ἀποφαίνεσθαι. εἰ δὲ ἐπικριτήν, πόθεν ἐπικριθήσεται πυνθανόμεθα.

οἷον τὸ αἰσθητόν (ἐπὶ τούτου γὰρ προτέρου στήσομεν τὸν λόγον) πότερον ὑπὸ αἰσθητοῦ ἢ ὑπὸ νοητοῦ; εἰ μὲν γὰρ ὑπὸ αἰσθητοῦ, ἐπεὶ περὶ τῶν αἰσθητῶν ζητοῦμεν, καὶ ἐκεῖνο ἄλλου δεήσεται πρὸς πίστιν. εἰ δὲ κἀκεῖνο αἰσθητὸν ἔσται, πάλιν καὶ αὐτὸ ἄλλου δεήσεται τοῦ πιστώσοντος, καὶ τοῦτο μέχρις ἀπείρου.

εἰ δὲ ὑπὸ νοητοῦ ἐπικρίνεσθαι δεήσει τὸ αἰσθητόν, ἐπεὶ καὶ τὰ νοητὰ διαπεφώνηται, δεήσεται καὶ τοῦτο νοητὸν ὂν κρίσεως τε καὶ πίστεως. πόθεν οὖν πι στωθήσεται; εἰ μὲν ὑπὸ νοητοῦ, εἰς ἄπειρον ἐκπεσεῖται ὁμοίως· εἰ δ’ ὑπὸ αἰσθητοῦ, ἐπεὶ πρὸς μὲν τὴν πίστιν τοῦ αἰσθητοῦ παρελήφθη νοητόν, πρὸς δὲ τὴν τοῦ νοητοῦ πίστιν αἰσθητόν, ὁ διάλληλος εἰσάγεται τρόπος.

εἰ δὲ ταῦτα φεύγων ὁ προσδιαλεγόμενος ἡμῖν κατὰ συγχώρησιν καὶ ἀναποδείκτως ἀξιώσειε λαμβάνειν τι πρὸς ἀπόδειξιν τῶν ἑξῆς, ὁ ὑποθετικὸς εἰσαχθήσεται τρόπος, ἄπορος ὑπάρχων. εἰ μὲν γὰρ ὁ ὑποτιθέμενος πιστός ἐστιν, ἡμεῖς ἀεὶ τὸ ἀντικείμενον ὑποτιθέμενοι οὐκ ἐσόμεθα ἀπιστότεροι. καὶ εἰ μὲν ἀληθές τι ὑποτίθεται ὁ ὑποτιθέμενος, ὕποπτον αὐτὸ ποιεῖ, καθ’ ὑπόθεσιν αὐτὸ λαμβάνων ἀλλὰ μὴ μετὰ [*](26 τοῖς L || τοῦ om. EAB 32 οἱ δέ τινα — 33 νοητά om. ABT 2 λέγομεν scripsi : ἔχομεν GT (hahemus) 5 στήσομεν T (constituemus) : στήσωμεν G 7 προσδεήσεται Μ 9 τοῦτο om. T 12 ὂν ML: οὖν EAB: om. Τ 13 si enim Τ 16 ὁ δὲ ἄλληλος L 19 εἰσαχθήσεται Τ (introducetur): εἰς ἀπόδειξιν G || et modus Τ 20 erit Τ)

v.1.p.43
κατασκευῆς· εἰ δὲ ψεῦδος, σαθρὰ ἔσται ἡ ὑποβάθρα τῶν κατασκευαζομένων.

καὶ εἰ μὲν ἀνύει τι τὸ ὑποτίθεσθαι πρὸς πίστιν, αὐτὸ τὸ ζητούμενον ὑποτιθέσθω, καὶ μὴ ἕτερόν τι δι’ οὗ δὴ κατασκευάσει τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος· εἰ δὲ ἄτοπόν ἐστι τὸ ὑποτίθεσθαι τὸ ζητούμενον, ἄτοπον ἔσται καὶ τὸ ὑποτίθεσθαι τὸ ἐπαναβεβηκός.

ὅτι δὲ καὶ πρός τι ἐστὶ πάντα τὰ αἰσθητά, δῆλον· ἔστι γὰρ πρὸς τοὺς αἰσθανομένους. φανερὸν οὖν ὅτι ὅπερ ἂν ἡμῖν προτεθῇ πρᾶγμα αἰσθητόν, εἰς τοὺς πέντε τρόπους ἀ- νάγειν τοῦτο εὐμαρές ἐστιν. ὁμοίως δὲ καὶ περὶ τοῦ νοητοῦ ἐπιλογιζόμεθα. εἰ μὲν γὰρ ἀνεπικρίτως διαπεφωνῆσθαι λέγοιτο, δοθήσεται ἡμῖν τὸ δεῖν ἐπέχειν περὶ αὐτοῦ.

εἰ δὲ ἐπικριθήσεται ἡ διαφωνία, εἰ μὲν διὰ νοητοῦ, εἰς ἄπειρον ἐκβαλοῦμεν, εἰ δὲ ὑπὸ αἰσθητοῦ, εἰς τὸν διάλληλον· τὸ γὰρ αἰσθητὸν πάλιν διαφωνούμενον, καὶ μὴ δυνάμενον δι’ αὑτοῦ ἐπικρίνεσθαι διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν, τοῦ νοητοῦ δεήσεται ὥσπερ καὶ τὸ νοητὸν τοῦ αἰσθητοῦ.

διὰ ταῦτα δὲ ὁ ἐξ ὑποθέσεως λαμβάνων τι πάλιν ἄτοπος ἔσται. ἀλλὰ καὶ πρός τί ἐστι τὰ νοητά· πρὸς γὰρ τὸν νοῦν νοητὰ λέγεται, καὶ εἰ ἦν τῇ φύσει τοιοῦτον ὁποῖον λέγεται, οὐκ ἂν διεφωνήθη. ἀνήχθη οὗν καὶ τὸ νοητὸν εἰς τοὺς πέντε τρόπους, διόπερ ἀνάγκη περὶ τοῦ προτεθέντος πράγματος πάντως ἡμᾶς ἐπέχειν.

Τοιοῦτοι μὲν καὶ οἱ παρὰ τοῖς νεωτέροις παραδιδόμενοι πέντε τρόποι· οὓς ἐκτίθενται οὐκ ἐκβάλλοντες τοὺς δέκα τρόπους, ἀλλ’ ὑπὲρ τοῦ ποικιλώτερον καὶ διὰ τούτων σὺν ἐκείνοις ἐλέγχειν τὴν τῶν δογματικῶν προπέτειαν.

ις' τίνες οἱ δύο τρόποι.

Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους· ἐπεὶ γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ καταλαμκατασκευασμένων [*](25 EB: κατεσκευασμένων A 28 sermo erit Τ 29 ἔσται καὶ om. T 4 ὑπὸ ML: ἀπὸ EAB 8 ὁ ἐξ ὐπ’. scripsi coll. T (qui ex siipponere aliquid): ἐξ ὐπ’. ὁ G 9 νοῦν νοητὰ Τ (ad intellectum enim intelligibilia) : νοοῦντα Gr cf. p. 38, sp. 13 ἐπέχειν Salmasius post Stephanum: ἐπελθεῖν G: ἐπεξελθεῖν T (pertransire) 14 παρὰ Gen.: περὶ G: a Τ 16 καὶ om. EAB || τούτων Τ (per hos): τοῦτο G)

v.1.p.44
βάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου, <ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου> καταλαμβάνεται, τὴν περὶ πάντων 20 a ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται, φασί, δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν ἀπάντων οἶμαι διαφωνίας, ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ χρῆσθαι διὰ τὸ πᾶν, ὅπερ ἂν λάβωμεν διαπεφωνημένον, εἶναι ἄπιστον,

διὰ δὲ τοῦτο οὐδ’ ἐξ ἑτέρου τι καταλαμ- βάνεσθαι συγχωροῦσιν. εἰ μὲν γὰρ τὸ ἐξ οὗ τι καταλαμβάνεται ἀεὶ ἐξ ἑτέρου καταλαμβάνεσθαι δεήσει, εἰς τὸν διάλληλον ἢ τὸν ἄπειρον ἐμβάλλουσι τρόπον. εἰ δὲ βούλοιτό τις λαβεῖν ὧς ἐξ ἑαυτοῦ καταλαμβανόμενόν τι ἐξ οὗ καταλαμβάνεται ἕτερον, ἀντιπίπτει τὸ μηδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι διὰ τὰ προειρημένα. τὸ δὲ μαχόμενον πῶς ἂν δύναιτο καταληφθῆναι <ἢ> ἀφ’ ἑαυτοῦ ἢ ἀφ’ ἑτέρου, ἀπο- ροῦμεν, τοῦ κριτηρίου τῆς ἀληθείας ἢ τῆς καταλήψεως μὴ φαινομένου, σημείων δὲ καὶ δίχα ἀποδείξεως διατρεπομένων, καθάπερ ἐν τοῖς ἑξῆς εἰσόμεθα. τοσαῦτα μὲν οὖν καὶ περὶ τῶν τρόπων τῆς ἐποχῆς ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.

ιζ' τίνες τρόποι τῆς τῶν αἰτιολογικῶν ἀνατροπῆς.