Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Οὕτω δὲ φερόμεθα καὶ ὅταν λέγωμεν ‘πάντα ἐστὶν ἀκατάληπτα·’ καὶ γὰρ τὸ ‘πάντα’ ὁμοίως ἐξηγούμεθα καὶ τὸ ἐμοὶ’ συνεκδεχόμεθα, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘πάντα ὅσα ἐφώδευσα τῶν δογματικῶς ζητουμένων ἀδήλων φαίνεταί μοι ἀκατάληπτα. τοῦτο δέ ἐστιν οὐ διαβεβαιουμένου περὶ τοῦ τὰ παρὰ τοῖς δογματικοῖς ζητούμενα φύσεως εἶναι τοιαύτης ὧς εἶναι ἀκατάληπτα, ἀλλὰ τὸ ἑαυτοῦ πάθος ἀπαγγέλλοντος, καθ’ ὅ, φησίν, ὑπολαμβάνω ὅτι ἄχρι νῦν οὐδὲν κατέλαβον ἐκείνων ἐγὼ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν· ὅθεν καὶ τὰ εἰς περιτροπὴν φερόμενα πάντα ἀπᾴδοντα εἶναι δοκεῖ μοι τῶν ὑφ’ ἡμῶν ἀπαγγελλομένων.

κς' περὶ τοῦ ‘ἀκαταληπτῶ’ καὶ ‘οὐ κατ αλαμβάνω’.

Καὶ ἡ ‘ἀκαταληπτῶ’ δὲ καὶ ἡ ‘οὐ καταλαμβάνω’ φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική, καθ’ ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμένων ἀδήλων ἢ ἀναιρεῖν, ὡς ἔστι δῆλον ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν.

κζ' περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι.

Ὅταν δὲ λέγωμεν ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’, παντὶ μὲν λέγομεν τῷ ὑφ’ ἡμῶν διεξωδευμένῳ, λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματιet dicit [*](24 Τ 25 ἢ primum T (uel quo ad me): τὸ G 27 παρὰ τοῖς add. Τ (eorum que a dogmaticis queruntur) coll. p. 44, τῶν δογματικοῖς ML (sic):· τοῖς δογματικοῖς EAB: τῶν δογματικῶς Bekk. 32 ἐμοὶ <φαίνεται> Kayser coll. p. 45, 296, 26. 2 τὰ om. EAB || τοῖς om. M 9 ἡ ὑπολαμβάνω EAB 14 ἴσος om. T)

v.1.p.51
κῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ γημμάτων καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ‘ἴσον δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ‘ἀντίκειται λαμβάνομεν ἀντὶ τοῦ ‘μάχεται’ κοινῶς, καὶ τὸ ‘ὡς ἐμοὶ φαίνεται’ συνεκδεχόμεθα.

ὅταν οὖν εἴπω ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’ δυνάμει τοῦτό φημι ‘παντὶ τῷ ὑπ’ ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι,, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ’ ἀνθρωπείου πάθους ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι.

προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ‘παντὶ λόγῳ λόγον ἴσον ἀντικεὶσθαι’, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ‘παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα, ἴσον ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν᾿ , ἴνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ ‘ἀντικεὶσθαι’ ἀντὶ τοῦ ‘ἀντιτιθῶμεν’.

παραγγέλλουσι δὲ τοῦτο τᾷ σκεπτικῷ, μή πως ὑπὸ τοῦ δογματικοῦ παρακρουσθεὶς ἀπείπῃ τὴν περὶ αὐτοῦ ζήτησιν, καὶ τῆς φαινομένης αὐτοῖς ἀταραξίας, ἣν νομίζουσι παρυφίστασθαι τῇ περὶ πάντων ἐποχῇ, καθὼς ἔμπροσθεν ὑπεμνήσαμεν (ξ 29), σφαλῇ προπετευσάμενος.

κη' παραπήγματα ὑπὲρ τῶν σκεπτικῶν φωνῶν.

Περὶ τοσούτων ἀρκέσει τῶν φωνῶν ὧς ἐν ὑποτυπώσει διεξελθεῖν, ἄλλως τε καὶ ἐπεὶ ἐκ τῶν νῦν ἡμῖν εἰρημένων δυνατόν ἐστι λέγειν καὶ περὶ τῶν παραλελειμμένων. περὶ πασῶν γὰρ τῶν σκεπτικῶν φωνῶν ἐκεῖνο χρὴ προειληφέναι, ὅτι περὶ τοῦ ἀληθεῖς αὐτὰς εἶναι πάντως οὐ διαβεβαιούμεθα, ὅπου γε καὶ ὑφ’ ἑαυτῶν αὐτὰς ἀναιρεῖσθαι λέγομεν δύνασθαι, συμπεριγραφομένας ἐκείνοις περὶ ὧν [*](17/18 τῶν ἐγκλημάτων Μ 23 ζητουμένῳ Gen.: ἐζητημένῳ ML: ἐζητουμένω EB: ἐξητουμένω A 27 ὅ — πάσχοντι om. Τ 28/29 ἴσον ἀντικ. ML: ἀντικεῖσθαι τὸν ἴσον EAB: ἴσον om. Τ 4/6 αὐτῆς EAB 8 de tot autem T 14 συμπεριγρ. T (eircum- scriptas cum illis) : ἐμπεριγρ. G)

v.1.p.52
λέγονται, καθάπερ τὰ καθαρτικὰ τῶν φαρμάκων οὐ μόνον τοὺς χυμοὺς ὑπεξαιρεῖ τοῦ σώματος, ἀλλὰ καὶ ἑαυτὰ τοῖς χυμοῖς συνεξάγει.

φαμὲν δὲ καὶ ὡς οὐ κυρίως δηλοῦντες τὰ πράγματα, ἐφ’ ὧν παραλαμβάνονται, τίθεμεν αὐτάς, ἀλλ’ ἀδιαφόρως καὶ εἰ βούλονται καταχρηστικῶς· οὔτε γὰρ πρέπει τῷ σκεπτικῷ φωνομαχεῖν, ἄλλως τε ἡμῖν συνεργεῖ τὸ μηδὲ ταύτας τἀς φωνὰς εἰλικρινῶς σημαίνειν λέγεσθαι, ἀλλὰ πρός τι καὶ ὧς πρὸς τοὺς σκεπτικούς.

πρὸς τούτοις κἀκείνου δεῖ μεμνῆσθαι, ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων καθόλου φαμὲν αὐτάς, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ τῶν δογματικῶς ζητουμένων, καὶ ὅτι τὸ φαινόμενον ἡμῖν φαμεν καὶ οὐχὶ διαβεβαιωτικῶς περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἀποφαινόμεθα· ἐκ γὰρ τούτων πᾶν σόφισμα πρὸς φωνὴν ἐνεχθὲν σκεπτικὴν οἴομαι δύνασθαι διατρέπεσθαι.

ἐπεὶ δὲ τὴν ἔννοιαν καὶ τὰ μέρη καὶ τὸ κριτήριον καὶ τὸ τέλος, ἔτι δὲ τοὺς τρόπους τῆς ἐποχῆς ἐφοδεύσαντες, καὶ περὶ τῶν σκεπτικῶν φωνῶν εἰπόντες, τὸν χαρακτῆρα τῆς σκέψεως ἐμπεφανίκαμεν, ἀκόλουθον ἡγούμεθα εἶναι καὶ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν τὴν πρὸς αὐτὴν διάκρισιν συντόμως ἐπελθεῖν, ἴνα σαφέστερον τὴν ἐφεκτικὴν ἀγωγὴν κατανοήσωμεν. ἀρξώμεθα δὲ ἀπὸ τῆς Ἡρακλειτείου φιλοσοφίας.

κθ' ὅτι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Ἡρακλειτ<εί>ου φιλοσοφίας.

Ὅτι μὲν οὖν αὕτη διαφέρει τῆς ἡμετέρας ἀγωγῆς, πρόδηλον· ὁ μὲν γὰρ Ἡράκλειτος περὶ πολλῶν ἀδήλων ἀποφαίνεται δογματικῶς, ἡμεῖς δ’ οὐχί, καθάπερ εἴρηται. ἐπεὶ δὲ οἱ περὶ τὸν Αἰνησίδημον ἔλεγον ὁδὸν εἶναι τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν, διότι προηγεῖται τοῦ τἀναντία περὶ τὸ αὐτὸ ὑπάρχειν τὸ τἀναντία περὶ τὸ αὐτὸ φαίνεσθαι, καὶ οἱ μὲν σκεπτικοὶ φαίνεσθαι λέγουσι τὰ ἐναντία περὶ τὸ αὐτό, οἱ δὲ Ἡρακλείτειοι ἀπὸ τούτου καὶ ἐπὶ τὸ ὑπάρχειν αὐτὰ μετέρχονται, [*](20 ἄλλως Bekk.: ἀλλ’ ὧς GT (set sicut) 22 καὶ ὡς Kayser: καλῶς GT (pene) 29 τὰ μέρη GT (partes): malim τὰς ἀρχὰς cf. p. 3, 21. 10 ὀνησίδημον G: enesidimum Τ cf. p. 40, 12.)

v.1.p.53
φαμὲν πρὸς τούτους, ὅτι τὸ τὰ ἐναντία περὶ τὸ αὐτὸ φαίνε- σθαι οὐ δόγμα ἐστὶ τῶν σκεπτικῶν ἀλλὰ πρᾶγμα οὐ μό- νον τοῖς σκεπτικοῖς ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ πᾶσιν ἀνθρώποις ὑποπῖπτον·

οὐδεὶς γοῦν τολμήσαι ἂν εἰπεῖν ὅτι τὸ μέλι οὐ γλυκάζει τοὺς ὑγιαίνοντας ἢ ὅτι τοὺς ἰκτερικοὺς οὐ πικράζει, ὥστε ἀπὸ κοινῆς τῶν ἀνθρώπων προλήψεως ἄρχονται οἱ Ἡρακλείτειοι, καθάπερ καὶ ἡμεῖς, ’ίσως δὲ καὶ αἱ ἄλλαι φιλοσοφίαι. διόπερ εἰ μὲν ἀπό τινος τῶν σκεπτικῶς λεγομένων ἐλάμβανον τὸ τἀναντία περὶ τὸ αὐτὸ ὑποκεῖσθαι, οἷον τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα’ ἢ τοῦ ‘οὐδὲν ὁρίζω᾿ ἤ τινος τῶν παραπλησίων, ἴσως ἂν συνῆγον ὃ λέγουσιν· ἐπεὶ δὲ ἀρχὰς ἔχουσιν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ τῷ βίῳ ὑποπιπτούσας, τί μᾶλλον τὴν ἡμετέραν ἀγωγὴν ἢ ἑκάστην τῶν ἄλλων φιλοσοφιῶν ἢ καὶ τὸν βίον ὁδὸν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν εἶναι λέγοι τις ἄν, ἐπειδὴ πάντες κοιναῖς ὕλαις κεχρήμεθα;

μήποτε δὲ οὐ μόνον οὐ συνεργεῖ πρὸς τὴν γνῶσιν τῆς Ἡρακλειτείου φιλοσοφίας ἡ σκεπτικὴ ἀγωγή, ἀλλὰ καὶ ἀποσυνεργεῖ, εἴγε ὁ σκεπτικὸς πάντα τὰ ὑπὸ τοῦ Ἡρακλείτου δογματιζόμενα ὡς προπετῶς λεγόμενα διαβάλλει, ἐναντιούμενος μὲν τῇ ἐκπυρώσει, ἐναντιούμενος δὲ τῷ τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑπάρχειν, καὶ ἐπὶ παντὸς δόγματος τοῦ Ἡρακλείτου τὴν μὲν δογματικὴν προπέτειαν διασύρων, τὸ δὲ ‘οὐ καταλαμβάνω᾿ καὶ τὸ ‘οὐδὲν ὁρίζω᾿ ἐπιφθεγγόμενος, ὧς ἔφην ἔμπροσθεν· ὅπερ μάχεται τοῖς Ἡρακλειτείοις. ἄτοπον δέ ἐστι τὸ τὴν μαχομένην ἀγωγὴν ὁδὸν εἶναι λέγειν τῆς αἱρέσεως ἐκείνης ᾗ μάχεται· ἄτοπον ἄρα τὸ τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν ὁδὸν εἷναι λέγειν.

λ' τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημοκριτείου φιλοσοφίας.

Αλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν [*](16 τούτους ML: αὐτούς EAB: ad quos ita dicimus T σκεπτικῶν EAB 7 οὐ καταλ. Stephanus: οὐχ ὑπολαμβάνω GT (non presumo) 10 λέγειν <πρὸς γνῶσιν> Kayser || ἦς EAB)

v.1.p.54
κεχρῆσθαι· ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον (A 134 Diels) ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἷναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ‘οὐ μᾶλλον’ φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ‘οὐ μᾶλλον’ φωνῇ οἴ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου· ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐθέτερόν τι ἔστι τῶν φαινομένων.

ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν, προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος (B 9 Diels) λέγῃ ‘ἐτεῇ δὲ ἄτομα καὶ κενόν᾿ . ‘ἐτεῇ’ μὲν γὰρ λέγει ἀντὶ τοῦ ‘ἀληθείᾳ’· κατ’ ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται, περιττόν οἶμαι λέγειν.

λα' τίνι διαφέρει τῆς Κυρηναϊκῆς ἡ σκέψις.

Φασὶ δέ τινες ὅτι ἡ Κυρηναικὴ ἀγωγὴ ἡ αὐτή ἐστι τῇ σκέψει, κάκείνη τὰ πάθη μόνα φησὶ καταλαμβάνεσθαι. διαφέρει δὲ αὐτῆς, ἐπειδὴ ἐκείνη μὲν τὴν ἡδονὴν καὶ τὴν λείαν τῆς σαρκὸς κίνησιν τέλος εἶναι λέγει, ἡμεῖς δὲ τὴν ἀταραξίαν, ἡ ἐναντιοῦται τὸ κατ’ ἐκείνους τέλος· καὶ γὰρ παρούσης τῆς ἡδονῆς καὶ μὴ παρούσης ταραχὰς ὑπομένει ὁ διαβεβαιούμενος τέλος εἶναι τὴν ἡδονήν, ὡς ἐν τῷ περὶ τοῦ τέλους (Ξ 25 — 30 ἐπελογισάμην. εἶτα ἡμεῖς μὲν ἐπέχομεν ὅσον ἐπὶ τῷ λόγῳ περὶ τῶν ἐκτὸς ὑποκειμένων, οἱ δὲ Κυρηναϊκοὶ ἀποφαίνονται φύσιν αὐτὰ ἔχειν ἀκατάληπτον.

λβ' τίνι διαφέρει τῆς Πρωταγορείου ἀγωγῆς ἡ σκέψις.

Καὶ ὁ Πρωταγόρας (A 14 Diels) δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν [*](30/31 καταλαμβάνεσθαι Pohlenz coll. adv. dogm. I καταλαμβάνειν GrT (comprehendere) 5 περὶ om. Τ)

v.1.p.55
ὄντων ὧς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὧς οὐκ ἔστιν, ‘μέτρον’ μὲν λέγων τὸ κριτήριον, ‘χρημάτων’ δὲ τῶν πραγμάτων, ὧς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστῳ μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι.

διὸ καὶ δοκεῖ κοινωνίαν ἔχειν πρὸς τοὺς Πυρρωνείους. διαφέρει δὲ αὐτῶν, καὶ εἰσόμεθα τὴν διαφοράν, ἐξαπλώσαντες συμμέτρως τὸ δοκοῦν τῷ Πρωταγόρᾳ. φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην ῥευστὴν εἶναι, ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέσεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰσθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε <τὰς> ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατασκεὰς τῶν σωμάτων.

λέγει δὲ καὶ τοὺς λόγους πάντων τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῇ ὕλῃ, ὧς δύνασθαι τὴν ὕλην ὅσον ἐφ’ ἑαυτῇ πάντα εἶναι ὅσα πᾶσι φαίνεται. τοὺς δὲ ἀνθρώπους ἄλλοτε ἄλλων ἀντιλαμβάνεσθαι παρὰ τἀς δ’ διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῇ ὕλῃ καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται, τὸν δὲ παρὰ φύσιν ἃ τοῖς παρὰ φύσιν.

καὶ ἤδη παρὰ τἀς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ’ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. γίνεται τοίνυν κατ’ αὐτὸν τῶν ὄντων κριτήριον ὁ ἄνθρωπος· πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώ- ποις καὶ ἔστιν, τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινομένων πάντων ἐν αὐτῇ ὑποκεῖσθαι δογματίζει, ἀδήλων ὄντων καὶ ἡμῖν ἐφεκτῶν.

[*](11 μέτρον — 14 ἔστιν om. EAB 15 οὕτως LEABT (ita): διὰ τοῦτο M 15 διὸ — IG Πυρρ. om. Τ 22 τὰς addidi coll. p. 49,31. 30 τὸν T (praeter naturam hahentem): τοὺς G)
v.1.p.56

λγ' τίνι διαφέρει τῆς Ἀκαδημαϊκῆς φιλοσοφίας ἡ σκέψις.