Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ βασιλεὺς Φίλιππος, ἀνακομισθεὶς κατὰ θάλατταν ἀπὸ τῶν διαλύσεων εἰς Μακεδονίαν, καὶ καταλαβὼν τὸν Σκερδιλαΐδαν ἐπὶ τῇ προφάσει τῶν προσοφειλομένων χρημάτων, πρὸς ἃ καὶ τὰ περὶ τὴν Λευκάδα πλοῖα παρεσπόνδησε, καὶ τότε τῆς μὲν Πελαγονίας πόλισμα διηρπακότα τὸ προσαγορευόμενον Πισσαῖον,

τῆς δὲ Δασσαρήτιδος προσηγμένον πόλεις, τὰς μὲν φόβῳ, τὰς δʼ ἐπαγγελίαις, Ἀντιπάτρειαν, Χρυσονδύωνα, Γερτοῦντα, πολλὴν δὲ καὶ τῆς συνορούσης τούτοις Μακεδονίας ἐπιδεδραμηκότα,

παραυτίκα μὲν ὥρμησε μετὰ τῆς δυνάμεως, ὡς ἀνακτήσασθαι σπουδάζων τὰς ἀφεστηκυίας πόλεις,

καθόλου δʼ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδιλαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβασιν.

ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτʼ ὀνειρώττειν καὶ περὶ ταύτας εἶναι τὰς πράξεις.

ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν — τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα — μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνεκεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων·

μόνως γὰρ οὕτως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατακτήσασθαι πάλιν.