Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀργησσόν.

ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν. ἦν δʼ ὁ χειμὼν οὗτος, καθʼ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν.

Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον.

Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογιζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης οὐχ ὡς πρὸς ναυμαχίαν —

τοῦτο μὲν γὰρ οὐδʼ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖν — ἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπιφαίνεσθαι τοῖς πολεμίοις·

διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκατὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶτος τῶν ἐν Μακεδονίᾳ βασιλέων.

καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη.