Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εστώτων ἀκρισίαν. Πτολεμαίῳ γε μὴν εὐθέως ἀπὸ τούτων τῶν καιρῶν συνέβαινε γίνεσθαι τὸν πρὸς τοὺς Αἰγυπτίους πόλεμον.

ὁ γὰρ προειρημένος βασιλεὺς καθοπλίσας τοὺς Αἰγυπτίους ἐπὶ τὸν πρὸς Ἀντίοχον πόλεμον πρὸς μὲν τὸ παρὸν ἐνδεχομένως ἐβουλεύσατο, τοῦ δὲ μέλλοντος ἠστόχησε·

φρονηματισθέντες γὰρ ἐκ τοῦ περὶ Ῥαφίαν προτερήματος, οὐκέτι τὸ προσταττόμενον οἷοί τʼ ἦσαν ὑπομένειν, ἀλλʼ ἐζήτουν ἡγεμόνα καὶ πρόσωπον, ὡς ἱκανοὶ βοηθεῖν ὄντες αὑτοῖς. ὃ καὶ τέλος ἐποίησαν οὐ μετὰ πολὺν χρόνον.

Ἀντίοχος δὲ μεγάλῃ παρασκευῇ χρησάμενος ἐν τῷ χειμῶνι, μετὰ ταῦτα τῆς θερείας ἐπιγενομένης ὑπερέβαλε τὸν Ταῦρον, καὶ συνθέμενος πρὸς Ἄτταλον τὸν βασιλέα κοινοπραγίαν ἐνίστατο τὸν πρὸς Ἀχαιὸν πόλεμον.

Αἰτωλοὶ δὲ παραυτὰ μὲν εὐδοκοῦντες τῇ γενομένῃ διαλύσει πρὸς τοὺς Ἀχαιούς, ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέμου προκεχωρηκότος — διὸ καὶ στρατηγὸν Ἀγέλαον εἵλοντο τὸν Ναυπάκτιον, δοκοῦντα πλεῖστα συμβεβλῆσθαι πρὸς τὰς διαλύσεις —

οὐδένα χρόνον διαλιπόντες δυσηρέστουν καὶ κατεμέμφοντο τὸν Ἀγέλαον ὡς ὑποτετμημένον πάσας αὐτῶν τὰς ἔξωθεν ὠφελείας καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας, διὰ τὸ μὴ πρὸς τινάς, πρὸς πάντας δὲ τοὺς Ἕλληνας πεποιῆσθαι τὴν εἰρήνην.

ὁ δὲ προειρημένος ἀνὴρ ὑποφέρων τὴν προειρημένην τοιαύτην ἀλογίαν καὶ μέμψιν παρακατεῖχε τὰς ὁρμὰς αὐτῶν· διὸ καὶ καρτερεῖν οὗτοι μὲν ἠναγκάζοντο παρὰ φύσιν.