Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ τῶν Ἀχαιῶν, τὸ δʼ ὑπὸ τῶν ἰδίων.

συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐδʼ ἐκ τοῦ καιροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, ὃς εὐθέως προεβάλετο τὴν τάφρον.

ὁ δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος ὁ Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότʼ ἐπὶ τῆς ἀληθείας·

εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται. πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν,

οἵτινες παραταξάμενοι μέν, οὐκ ἀξιόχρεως δὲ νομίσαντες σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς μὲν διὰ τόπους,

οἱ δὲ διὰ πλῆθος, οἱ δὲ διʼ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν διʼ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δʼ ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων.

ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους