Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πλὴν ὅ γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προνοίᾳ τοῦ συντελεσθησομένου· τροπὴν γὰρ ἰσχυρὰν συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων.

συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς· τοῦτο δʼ ἦν τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν.

εἰδὼς οὖν αὐτὸν κατὰ τὴν τοῦ διώγματος παράπτωσιν ἀποτετμημένον ἐν τοῖς πρὸς τὴν πόλιν μέρεσι τῆς τάφρου μετὰ τῶν ἰδίων μισθοφόρων, ἐκαραδόκει τὴν τούτου παρουσίαν.

ὁ δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθʼ ὧν εἶχε περὶ αὑτὸν ξένων, ἅθρους διαπεσεῖν διὰ τῶν ἐσκεδασμένων καὶ διωκόντων.

εἰς ἃ καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας.

ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπʼ αὐτοῦ, καὶ καθʼ ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτηρίαν.

καθʼ ὃν δὴ καιρὸν ὁ τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.