Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δʼ ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρατος.

καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν ἐπαγωγὴν ἀναμίξ·

Πολυαίνῳ δʼ ἐπέταξε τῷ Μεγαλοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλικότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνοδον τῶν ἐκ διώγματος ἀναχωρούντων.

οἱ δὲ Λακεδαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, καταβαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναντίους.

ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστʼ ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου καταφρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθʼ ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τινʼ ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ ταύτης.

ὁ δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπʼ αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε.

τῶν δʼ Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιησαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει πάλιν ἀναβαίνοντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο·