Οἴονται δὲ οἱ πολλοὶ, τοὺς τῶν βοηθημάτων καιροὺς καὶ νοσημάτων ὑποστάσεσι μὲν μὴ διαφέρειν, ἐπινοίᾳ δὲ μόνον. φασὶ γὰρ, ὅτι περὶ τὸν αὐτὸν χρόνον καὶ ὁ τοῦ βοηθήματος καιρὸς καὶ ὁ τοῦ νοσήματος συνίσταται. ἔν τινι γὰρ καιρῷ ὄντος τοῦ νοσήματος ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. ἐνδέχεται δὲ, φασὶ, τὸ αὐτὸ πρὸς τὸ ἄλλο καὶ ἄλλο ἀναφερόμενον διαφόρως λέγεσθαι. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις μία οὖσα καὶ ἡ αὐτὴ ὁδὸς παρὰ τὴν σχέσιν τῶν ἀναβαινόντων καὶ καταβαινόντων ὁτὲ μὲν ἀνάβασις καλεῖται, ὁτὲ δὲ κατάβασις, οὕτω καὶ ἐπὶ τῶν καιρῶν ἔχει. εἷς μὲν γὰρ καὶ ὁ αὐτός ἐστιν ὅ τε τοῦ νοσήματος καιρὸς καὶ ὁ τοῦ βοηθήματος. ἄλλως μὲν γὰρ πρὸς τὴν κίνησιν τοῦ αἰτίου ἐστὶν ἀναφέροντα λέγειν καιρὸν νοσήματος· ἄλλως δὲ πρὸς τὴν εὐκαιρίαν τῆς προσαγωγῆς τῶν βοηθημάτων καιρὸν τοῦ βοηθήματος. συμβαίνειν δέ φασιν ἀμφοτέρους τοὺς
197
καιροὺς ἅμα συνίστασθαι, καὶ ἀδύνατόν ἐστιν ἄνευ καιροῦ νοσήματος ἐκλαμβάνειν καιρὸν βοηθήματος.
Ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἰ οἱ αὐτοί εἰσι καιροὶ τῶν βοηθημάτων καὶ τῶν νοσημάτων, καὶ ὑποστάσει μὴ διαφέρουσιν, ἐχρῆν ἐν ἅπαντι καιρῷ νοσήματος εἶναι καὶ καιρὸν βοηθήματος· οὐκ ἐν ἅπαντι δὲ καιρῷ νοσήματος προσάγομεν τὰ βοηθήματα· ἀρχομένων γὰρ, φησὶ, τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δ’, ἡσυχίην ἔχειν βέλτιον. οὐκ ἄρα οἱ αὐτοὶ καιροί εἰσι νοσημάτων καὶ βοηθημάτων. πολλάκις δὲ παραλαμβάνομεν βοηθήματα, οἷον κάθαρσιν, ἢ φλεβοτομίαν, οὐκ ὄντος μὲν νοσήματός τινος, ὑποπτευομένου δὲ ἔσεσθαι. ὥσπερ ἀμέλει οἱ χειρουργοὶ ἐπὶ τῶν κηλοτομουμένων, ὅταν ὁρῶσιν αὐτοὺς περιπληθεῖς ὄντας, παραλαμβάνουσι φλεβοτομίας. καὶ ὁ Ἱπποκράτης δὲ παραινεῖ λύειν τὴν ἄκραν εὐεξίαν μὴ βραδέως, ἡ δὲ λύσις διὰ βοηθημάτων γίγνεται. εἰ δ’, ἀκμῆς παρούσης τῶν νοσημάτων, οὐκ εἰσὶ καιροὶ τῶν
198
βοηθημάτων, καὶ μὴ ὄντων νοσημάτων, εἰσὶ καιροὶ βοηθημάτων, φανερὸν, ὅτι οὐκ ἐπινοίᾳ μόνον, ἀλλὰ καὶ ὑποστάσει διαφέρουσιν. ἔτι δὲ ἐν ἑνὶ καιρῷ νοσήματος πλείονας παραλαμβάνει τις βοηθημάτων καιρούς. ἐν γὰρ παρακμῇ, φέρε, νοσήματος κλυστὴρ παραλαμβάνεται, καὶ ἄλειμμα, καὶ κατάπλασμα καὶ τροφή. τούτων δ’ ἑκάστου ἴδιός ἐστι καιρός. καὶ ἐν πλείοσι δὲ νοσημάτων καιροῖς τὸ αὐτὸ ἔστιν ὅτε βοήθημα ἐκκρίνομεν. ἐν ἀρχῇ γὰρ τῶν νοσημάτων φλεβοτομία παραλαμβάνεται καὶ ἐν ἐπιδόσει. ἐκ τούτων οὖν φαίνεται, ὅτι κατὰ τὴν ὑπόστασίν ἐστί τις τῶν καιρῶν διαφορά. πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο γιγνώσκειν δεῖ, ὅτι τῶν μὲν νοσημάτων τέσσαρές εἰσι καιροὶ, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. τῶν δὲ βοηθημάτων· οὐκ εἰσὶν οὗτοι καιροί. οὔτε γὰρ ἀρχὴ, οὔτ’ ἐπίδοσις, οὔτ’ ἀκμὴ, οὔτε παρακμὴ καιροί εἰσιν βοηθήματος, ἔτι τε οἱ μὲν καιροὶ τῶν νοσημάτων γράφονται, οἱ καθόλου καὶ οἱ ἐπὶ μέρους. οἱ δὲ τῶν βοηθημάτων, οἱ μὲν καθόλου ἀναγράφεσθαι δύνανται, οἱ δ’ ἐπὶ μέρους οὐκ ἔτι διὰ τοιαύτην
199
τινὰ αἰτίαν. οἱ μὲν τῶν νοσημάτων καιροὶ τῶν τε καθόλου καὶ τῶν ἐπὶ μέρους ἑνὶ καὶ τῷ αὐτῷ ἐπικρίνονται κριτηρίῳ, καὶ τὸ κριτήριον ἀναγράφεσθαι δύναται. οἱ δὲ τῶν βοηθημάτων καιροὶ οὔτε τὸ αὐτὸ κριτήριον ἔχουσιν, οὔτε τῶν ἐπὶ μέρους καιρῶν δυνατόν ἐστιν ἀναγράψαι τὰ κριτήρια. ὅπως δὲ, νῦν ὑποδείξομεν. οἱ καιροὶ τῶν νοσημάτων κρίνονται τῇ ποιᾷ κινήσει τοῦ αἰτίου, καὶ ἔστιν ἀρχὴ, ἀνάβασις, ἀκμὴ καὶ παρακμὴ, ἅπερ τῶν νοσημάτων καιροὺς καλοῦμεν, ὀνόματα τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου. ἐὰν δὲ ἡ μὴ οὖσα πρότερον κίνησις ἐν ἡμῖν ἄρχηται συνίστασθαι, καὶ ἀνιᾷ συνισταμένη, τὴν τοιαύτην κίνησιν ἀρχὴν νοσήματος λέγομεν· ἐὰν δ’ ἐπὶ τὸ μεῖζον ἡ κίνησις προκόπτῃ, ἐπίδοσιν· ἐὰν δὲ στάσιν λάβῃ ἡ ἐπίδοσις, ἀκμὴν ὀνομάζομεν· ἐὰν δὲ μειῶνται αἱ κινήσεις, παρακμὴν προσαγορεύομεν. ἐπεὶ οὖν τῶν καιρῶν τὰ αὐτά ἐστιν ὀνόματα, τῶν τε καθόλου νοσημάτων, καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, καὶ τὰ αὐτά ἐστι κριτήρια, ἐκ γὰρ τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου
200
γίνονται, δῆλον ὡς οἶόν τ’ ἐστὶν ἀμφοτέρους τοὺς καιροὺς ἀναγράφειν. οὕτω γὰρ λέγομεν ἀναγράφεσθαι ἕκαστα, οἷον τὰ αἴτια, τοὺς πεπονθότας τόπους, καὶ τὰ ὅμοια, ὅταν οἱ σκοποὶ, ἐξ ὧν καταλαμβάνεται τὰ ἐπὶ μέρους, ἀναγράφεσθαι δύνωνται. ὅτι δὲ τὰ διαστήματα τῶν νοσημάτων οὐκ εἰσὶν οἱ καιροὶ, οὐδ’ ἐκ διαστημάτων οἱ καιροὶ λαμβάνονται. οὔτε γὰρ τῶν καθόλου νοσημάτων, οὔτε τῶν ἐπὶ μέρους, ἐκ τοῦ μὴ ἐπὶ πάντων καιρῶν ταὐτὰ διαστήματα εἶναι, τὸ δ’ αὐτὸ καιροὺς λέγεσθαι, δῆλόν ἐστιν. ὅτι δὲ διαφέρουσιν οἱ καιροὶ τῶν τε ὅλων νοσημάτων καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, δῆλον ἐκ τοῦ ἐν ἑνὶ καιρῷ τοῦ καθόλου νοσήματος πλείονας συνίστασθαι καιροὺς τῶν ἐπὶ μέρους παροξυσμῶν. ἐν ἀρχῇ γὰρ εἰσβολῆς νοσήματος ἐπὶ μέρους τις παροξυσμὸς καὶ ἄρχεται, καὶ ἐπιδίδωσι, καὶ ἀκμάζει, καὶ παρακμάζει. καὶ ἀκμάζοντος δὲ ἤδη τοῦ ὅλου νοσήματος, ἐπὶ μέρους παροξυσμοῦ τις ἀρχὴν λαμβάνει. πῶς μὲν οὖν οἱ τῶν νοσημάτων καιροὶ ἀμφότεροι ἀναγράφεσθαι δύνανται, εἴρηται. τοὺς δὲ τῶν βοηθημάτων καιροὺς πῶς οὐκ ἔστιν ἀμφοτέρους ἀναγράψαι, νῦν ὑποδείξομεν.
201
Οἱ τῶν βοηθημάτων καιροὶ λαμβάνονται οὐκ ἐκ τῆς τοῦ αἰτίου κινήσεως καὶ οὐσίας· τὸ αὐτὸ γὰρ ἂν ἀεὶ παρελαμβάνετο, οἷον ἐν πάσῃ ἀρχῇ νοσήματος φλεβοτομία. καὶ ὁ εἰπὼν δὲ, ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινεῖν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, οὐκ ἀπὸ τοῦ καιροῦ ὁρμώμενος ἐκκρίνει τὰ βοηθήματα. ᾔδει γὰρ, ὅτι κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ἡ δύναμις οὐ καθῄρηται, καὶ διὰ τοῦτο οὐκ ἐμποδίζει τῇ παραλήψει τῶν βοηθημάτων, ἐν δὲ τῇ τοῦ νοσήματος ἀκμῇ κεκμηκυῖα ἤδη τὴν ἀπὸ τῶν βοηθημάτων κίνησιν οὐ φέρει. οὐκ ἀπὸ τοῦ καιροῦ τοίνυν ὁρμώμενος ὁ Ἱπποκράτης, ἀλλὰ παρὰ τῆς δυνάμεως τὴν τῶν βοηθημάτων ἐκκρίνει παράληψιν. οὐδὲ μὴν ἐκ τοῦ διαστήματος τῶν κατὰ νοσήματα καιρῶν, ὥς τινες οἴονται, ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. κατὰ πολὺ γὰρ διαφερόντων τῶν διαστημάτων, ποίων ἄν τις ὑπαγόρευσιν διάστημα φαίη, οὐκ ἔστιν εἰπεῖν. λαμβάνονται τοίνυν οἱ καιροὶ τῶν μὲν καθόλου βοηθημάτων ἔκ τε τῆς παρουσίας τῶν ἀπαιτούντων τὰ βοηθήματα· ταῦτα δ’ ἐστὶ
202
τὰ αἴτια· καὶ ἐκ τῆς ἀπουσίας τοῦ κωλῦσαι δυναμένου· τοῦτο δ’ ἐστὶν ἀσθένεια δυνάμεων. οἱ δ’ ἐπὶ τῶν ἐπὶ μέρους βοηθημάτων καιροὶ οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ ἐξ ἑτέρων, ἅπερ γράφεσθαι ἀδύνατόν ἐστι. ἐπεὶ γὰρ μάλιστα μὲν ἐν ταῖς ἀνέσεσι παραλαμβάνεται τὰ βοηθήματα, τότε γὰρ τὸ ἀπαιτοῦν πάρεστιν, καὶ ἡ δύναμις ἀνέχεται, οὐ τὸ αὐτὸ δὲ τῆς ἀνέσεώς ἐστι διάστημα ἐπὶ πάντων. ἀλλ’ ἔστω γε ἓξ ὡρῶν τὸ διάστημα τῆς ἀνέσεως. ποῖον οὖν τινα τούτων ὡρῶν τάξομεν καιρὸν τοῦ ἐπὶ μέρους βοηθήματος, οὐχ ὁμοίως ἁπάντων διακειμένων; ἔστω γὰρ ἀπαιτεῖν τὴν περίστασιν φλεβοτομίαν, καὶ ἡ δύναμις μὴ ἐναντιούσθω, ὅσον ἐπὶ τούτῳ χρὴ παραλαβεῖν τὴν φλεβοτομίαν; ἅμα δέ τινα μετὰ τὴν φλεβοτομίαν καὶ τροφὴν παραθεῖναι, διὰ τὸ μὴ φέρειν ἀσιτίαν τὸν κάμνοντα, ἑτέρῳ δ’ ἀσιτῆσαι συμφέρει, ἄλλοι δ’ ὕπνου πρὸ τῆς φλεβοτομίας δέονται, ἄλλοι δ’ ἄλλως, ἅπερ ἅπαντα ἀναγράφειν ἐστὶν ἀδύνατον. ἐν οὖν τοσαύτη ποικιλίᾳ, ποῖόν τις μέρος ὥρας καιρὸν ἁρμόζοντα παντὶ ἐπιτάξει
203
βοηθήματι, ἢ ποῖόν τις σκοπὸν ἀναγράφοι, ἐξ οὗ ληφθείη ἂν ὁ ἐπὶ μέρους καιρὸς, οὐκ ἔστιν εἰπεῖν, ἄλλα γὰρ ἐπ’ ἄλλων τὰ συμπίπτοντά ἐστιν. ἐπεὶ τοίνυν καὶ τὰ διαστήματα τῶν ἀνέσεων, ἐν οἶς παραλαμβάνομεν τὰ βοηθήματα, οὐκ ἴσα ἐπὶ πασῶν ἀνέσεων, καὶ αἱ περιστάσεις ἀνόμοιαι, καὶ τὰ συμπτώματα διαφέροντα, καθ’ ἕκαστον δὲ τούτων ἐξαλλάσσεται καὶ ὁ ἐπὶ μέρους καιρὸς τοῦ βοηθήματος, δῆλον ὡς ἀναγράφειν μὲν σκοπόν τινα, ἐξ οὖ ληφθείη ἂν, ἀδύνατόν ἐστιν. ὁ δ’ ἐφεστηκὼς ἐκ τῶν παρόντων τε καὶ ἀπαιτούντων τὰ βοηθήματα ὁρμώμενος, καὶ ἐκ τῆς ἀπουσίας τῶν ἐμποδίζειν δυναμένων, καὶ ἐκ συλλογισμῶν τῶν μετὰ τοῦτο ὀφειλόντων παραλαμβάνεσθαι βοηθημάτων, ἐκλήψεται στοχασμὸν τῶν ἐπὶ μέρους καιρῶν τοῦ βοηθήματος, μήποτε οὖν σκοποὶ ὑποστάσει οὐ διαφέρουσι. ἐπεὶ οὖν οἱ σκοποὶ, ἐξ ὧν μὲν οἱ καθόλου καιροὶ τῶν βοηθημάτων λαμβάνονται, ἀναγράφονται, ἐξ ὧν δ’ οἱ ἐπὶ μέρους καταλαμβάνονται, ἀναγράφεσθαι οὐ δύνανται, διὰ τοῦτ’ εὐλόγως λέγουσι, τῶν μὲν καθόλου βοηθημάτων τοὺς καιροὺς ἀναγράφεσθαι,
204
τῶν δ’ ἐπὶ μέρους μηκέτι. τούτου δὲ φανεροῦ γεγονότος, εὔδηλος ἂν εἴη καὶ κατὰ τοῦτο ἡ διαφορὰ τῶν κατὰ τὰ νοσήματα καιρῶν καὶ τῶν κατὰ τὰ βοηθήματα εἰ γὰρ καὶ μηδ’ ὑποστάσει διέφερον, ὁμοίως ἂν τοῖς τῶν νοσημάτων καιροῖς καὶ οἱ τῶν βοηθημάτων ἀμφότεροι ἀναγράφεσθαι ἐδύναντο. διαφερόντων δὲ τῶν σκοπῶν, ἐξ ὧν οἱ καιροὶ λαμβάνονται, κατὰ πολὺ καὶ τοὺς καιροὺς διαφέρειν ἀλλήλων εὔλογον. ὡς γὰρ οἱ σκοποὶ τῶν κατὰ τὰ νοσήματα καιρῶν ὑποστάσει διαφέρουσι τῶν κατὰ τὰ βοηθήματα σκοπῶν, οὕτω καὶ αὐτοὺς τοὺς καιροὺς ὑποστάσει διαφέρειν πιθανόν ἐστι. ταῦτα μὲν οὖν περὶ τῶν καιρῶν ἐχρῆν προεγνωκέναι.
Ἐνδείκνυσθαι δὲ τοὺς καιροὺς οἱ Μεθοδικοὶ ᾠήθησαν ἀπὸ τοιαύτης τινὸς αἰτίας. ἑώρων τοὺς καιροὺς μὴ πάντας ἐπιτηδείους ὄντας πρὸς παράληψιν τροφῆς ἢ βοηθήματος, ἀλλὰ κατὰ μὲν καιρούς τινας ὠφελίμως ταῦτα παραλαμβανόμενα, κατ’ ἄλλους δέ τινας ἐπιβλαβῶς ᾠήθησαν κατὰ τὴν διαφορὰν τῶν καιρῶν τοῦτο ἀπαντᾷν. αὐτόθεν οὖν καὶ σκοποὺς τροφῆς, καὶ βοηθημάτων καιροὺς ὑπέλαβον
205
εἷναι. ἐξηπάτησε δὲ καὶ τὸν Θεσσαλὸν Ἱπποκράτης εἰπών· ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρῆσθαι. ὑπέλαβε γὰρ αὐτὸν ἐκ τοῦ καιροῦ ὁρμώμενον τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι, μὴ συνειδὼς τὸν τρόπον τῆς τοῦ ἀνδρὸς ἐπιβολῆς. οὐ γὰρ τὸν καιρὸν σκοπὸν ποιησάμενος, τὴν τοιαύτην ἐξήταζε προσφορὰν, ἀλλ’ ἀπὸ μὲν καιροῦ τὰ μέτρα τῆς δυνάμεως, ἀπὸ δὲ τῆς δυνάμεως τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι. τοῦτο δὲ δῆλον, ἐξ ὧν ἐπιφέρει, πεποίηκε. συντεκμαίρεσθαι γὰρ ἔφη τὸν νοσέοντα, εἰ ἐξαρκέσει. κωλύουσι μὲν γὰρ οἱ καιροὶ πολλάκις παραλαμβάνειν τὸ ἀπαιτούμενον ὑπὸ δυνάμεως, οὐδέποτε δὲ καιρὸς ὑποδείκνυσι τὸ ποιητέον.
Ἐπεὶ οὖν τὸ μὲν ἀπαιτητικόν τινος σκοπός ἐστι τοῦ ἀπαιτουμένου, τὸ δὲ κωλῦον ἡμᾶς παραλαβεῖν τὸ ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός· διὰ τοῦτο καὶ ὁ καιρὸς κωλύων ἡμᾶς ἔστιν ὅτε παραλαμβάνειν τὸ ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός. εἰ γάρ τις τὰ κωλυτικὰ πάντα σκοποὺς
206
θήσεται, καὶ τὴν δύναμιν σκοπὸν κενώσεως ἀναγκασθήσεται λέγειν εἶναι, καὶ διὰ δειλίαν τοῦ κάμνοντος, καὶ πατέρα, καὶ δεσπότην. καὶ γὰρ ταῦτα πολλάκις πλήθους ὄντος κωλύει παραλαμβάνειν κένωσιν, καὶ δύναμις μὴ φέρουσα τὴν ἀφαίρεσιν, καὶ διὰ δειλίαν ὁ νοσῶν μὴ ἐπιτρέπων, καὶ πατὴρ κωλύων καὶ ἀδελφὸς ἢ δεσπότης. ὥσπερ οὖν ταῦτα σκοποὺς οὐκ ἄν τις εἴποι νοῦν ἔχων, οὕτω οὐδὲ τοὺς καιροὺς, διότι βοηθήμασιν ἢ προσφοραῖς χρῆσθαι κωλύσουσιν ἡμᾶς πολλάκις, σκοποὺς φήσομεν εἶναι. κακῶς οὖν, ἐρεῖ τις, φησὶν ὁ Ἱπποκράτης, ἐν ἀρχῇ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δ’, ἡσυχίην ἄγειν βέλτιόν ἐστιν. οὐ κακῶς, φήσομεν. οὐ γὰρ τὴν ἀρχὴν σκοπὸν ποιησάμενος, ἀξιοῖ κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων τὰ βοηθήματα προσφέρειν, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς, ὅτι μηδέπω μεμείωται τὰ μέτρα τῆς δυνάμεως, σημειοῦται, καὶ ὅτι φέρειν δύναται τὴν ἀφαίρεσιν, τεκμαίρεται. ἡ δὲ ἀκμὴ ἀσθένειαν ὑπαγορεύει τῆς δυνάμεως. κατὰ γὰρ τὰς ἀκμὰς ἰσχυρὰ μὲν τὰ αἴτια, ἀσθενὴς δὲ ἡ δύναμις· διὰ τοῦτο ἡσυχίαν ἄγειν ἀξιοῖ.
207
δόξει μὲν γὰρ εὔλογον εἶναι κατὰ τὰς ἀκμὰς τῶν νοσημάτων, ὁπότε μάλιστα ἐνισχύει τὰ αἴτια τὴν περιαίρεσιν αὐτῶν ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἦν πάντη ἀβλαβὲς τὸ βοήθημα προσφέρειν, τοῦτο ἂν ἐγένετο. ἔχει δὲ οὐχ οὕτως. τὰ γὰρ βοηθήματα πρῶτον μὲν, διότι. πάντα παρὰ φύσιν ἐστὶν, ἀναγκαίως καὶ τὴν δύναμιν παραλυπεῖ προσαγόμενα. δεύτερον δὲ, ἐπειδὴ λυπεῖ τὰ οἰκεῖα, συμπέπλεκται τοῖς νοσοποιοῖς αἰτίοις, κατὰ τὰς περιαιρέσεις τῶν αἰτίων, οὐδὲν ἧττον τῶν ἀλλοτρίων, ἢ τῶν οἰκείων μείωσις γίνεται.
Πρῶτον δὲ δεῖ τὴν φύσιν τῶν βοηθημάτων, καὶ τὴν χρείαν, ἣν παρέχεται, μὴ ἀγνοεῖν. τὰ γὰρ βοηθήματα καθ’ αὑτὰ οὐχ οἷά ἐστι ποιεῖσθαι τὴν τῶν αἰτιῶν ἀναίρεσιν, δεῖται δὲ συνεργαζούσης τῆς φύσεως· καὶ σχεδὸν μόνην τὴν ἀφορμὴν καὶ τὴν ἀρχὴν τῇ φύσει ἐνδίδωσι· τὰ δὲ λοιπὰ ἡ φύσις δι’ ἑαυτῆς ἐκτελεῖ ἰσχυρὰ μὲν οὖν ὑπάρχουσα, καὶ τῆς τῶν βοηθημάτων κακίας ἀνέχεται, καὶ τὴν τῶν οἰκείων περιαίρεσιν εὐφόρως φέρει, καὶ τὰ λυποῦντα
208
αὐτὴν ἐξωθεῖν δύναται· θλιβομένη δὲ, ὅπερ συμβαίνει κατὰ τὰς ἀκμὰς μάλιστα, ὑπὸ τῶν προσαγομένων βοηθημάτων μᾶλλον κακοῦται, καὶ ἀπὸ τῆς τῶν οἰκείων περιαιρέσεως ἀσθενεστέρα γίνεται, καὶ ὑποπίπτει μᾶλλον τοῖς αἰτίοις, καὶ ἐξωθεῖν τὰ νοσάζοντα κατ’ οὐδένα δύναται τρόπον. ὅταν δ’ ἡ φύσις ἐνταθεῖσα τὰ λυποῦντα ἐξῶσαι μὴ δυνηθῇ, μεγάλως ὑπ’ αὐτῆς τῆς ἐντάσεως ἐκλύεται. διὰ ταῦτα τοίνυν κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ὁ Ἱπποκράτης, ἤν τι δέῃ κινεῖν, κινεῖν ἀξιοῖ, κατὰ δὲ τὰς ἀκμὰς ἡσυχίην ἄγειν.
Τάχα οὖν ἐκ τούτου τις οἰηθήσεται τὴν δύναμιν ὑπαγορεύειν τὸ συμφέρον. μάθοι δ’ ἄν τις, ὅτι μηδὲν ἡ δύναμις δείκνυται βοήθημα, διὰ τούτων. εἴπερ ἡ δύναμις αὐτάρκης ὑπάρχουσα βοήθημά τι ἐνδείκνυται ἐπὶ τῶν ὑγιαινόντων, διότι αὐτάρκης ἐστὶν, ἐνδείξεται τὸ βοήθημα. ἀλλὰ μὴν οὐδὲ ἐπὶ τῶν ὑγιαινόντων βοήθημα ἐνδείκνυται. οὐδ’ ἄρα ἐπὶ τῶν νοσούντων καὶ ἡ σύμμετρος συμφέρον ἐνδείξεται. ἐπεὶ τοίνυν, ἐφ’ ὧν ἐνδείξεται δύναμις,
209
οὐ πάρεστι τὸ ἀπαιτοῦν, οὐ παραλαμβάνομεν βοήθημα, δῆλον δὲ, ὅτι οὐδὲν ἐνδείκνυται συμφέρον ἡ δύναμις. δεῖ γὰρ τὸν σκοπὸν τὰ παρόντα ἐνδείκνυσθαι. ὅτι δὲ κωλῦσαι μὲν, ὡς ἔφην, τὸ ἀπαιτούμενον παραλαβεῖν, ἡ δύναμις δύναται, σκοπὸς δὲ βοηθήματος οὐκ ἔστιν.