Λέγουσι δέ τινες ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων καταλαμβάνειν τὴν ῥύσιν ἐκ τοῦ μαλακὰ καὶ εὔθρυπτα καὶ ἐκτεθηλυσμένα εἶναι τὰ σώματα. πρὸς οὓς ῥητέον, ὅτι οὐκοῦν, ἐὰν σκληρὰ ᾖ τὰ σώματα καὶ περιτεταμένα, οὐκ ἐροῦσι μὲν ῥύσιν, ἀνάγκη δὲ αὐτὴν ὁμολογῆσαι. ἐὰν οὖν. τοιοῦτοί τινες ὦσιν ἄῤῥωστοι, οἵους ἐκτίθεται ὁ Ἱπποκράτης, ὑπὸ τῆς ἐσχάτης ἐνδείας εἰς τοῦτο περιηγμένοι, ὥστε τὸ δέρμα ἔχειν σκληρὸν καὶ περιτεταμένον, καὶ τὰ ἄλλα, οἷα ἐπὶ τῶν διαφορουμένων ὑπάρχει, ἆρά γε τῇ ἐπὶ τῶν διαφορουμένων ἀγωγῇ χρησόμεθα, ὁμολογῆσαι ἀνάγκη. πῶς οὖν ἐκ τῆς μανότητος ῥύσις καταλαμβάνεται; καὶ γὰρ περιτάσεως καὶ σκληρότητος ὑπαρχούσης, οὐδὲν ἧττον ῥύσις ἐστίν.
Ἑξῆς δ’, ὅτι, κἂν φαίνωνται αἱ κοινότητες, οὐδὲν συμφέρον ἐνδείκνυνται, διὰ τούτου ἄν τις ἐπιδείξειε,
187
διαφέρειν λέγων τὸ αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι ἢ ἀπὸ τῶν κοινῶν καταλαμβάνεσθαι τὰ ἐνδείξασθαι δυνάμενα. οἱ μὲν οὖν Μεθοδικοὶ λέγουσιν, αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι· ἡμεῖς δέ φαμεν, τὴν τῶν κοινῶν κατάληψιν χρησιμεύειν πρὸς τὴν τῶν ἐπὶ μέρους ἐνδείξασθαι δυναμένων ἐπίγνωσιν. καὶ τὰ θεωρήματα τρόπον τινὰ κοινὰ ὄντα τὴν τῶν ἐπὶ μέρους κατάληψιν ὑποδείκνυσιν. ἐν γὰρ τῷ, κόποι αὐτόματοι φράζουσι νούσους, καταλαμβάνομεν τὴν σχέσιν τοῦ ἐπὶ μέρους αὐτομάτου κόπου πρὸς τὸ πλῆθος. μεταλαμβάνειν γὰρ δεῖ τὸ νόσους κατὰ τὸ παρὸν εἰς τὸ πλῆθος. ἡ οὖν τοῦ καθόλου ἐπίγνωσις τὴν τοῦ ἐπὶ μέρους κατάληψιν παρέχεται τοῦ ἐνδείξασθαι τὸ συμφέρον δυναμένου.
Οὐ δεῖ δὲ οἴεσθαι, ὅτι ἡμεῖς ὑπολαμβάνομεν διὰ τῶν θεωρημάτων ἀντικρὺ τὰ ἐνδεικτικὰ τῶν συμφερόντων καταλαμβάνεσθαι. οὐ γὰρ τὰ θεωρήματα τῶν κεκρυμμένων ἐστὶ δηλωτικὰ, ὧν χρείαν πρὸς τὴν θεραπείαν ὡς ἐνδεικνυμένων ἔχομεν, ἀλλὰ τὴν σχέσιν μηνύει τῶν κεκρυμμένων πρὸς τὰ φαινόμενα. οὕτω δ’ ἂν ἐπιμελέστερον
188
τὴν τῶν θεωρημάτων χρείαν καταμάθοιμεν, ἐπ’ αὐτοῦ τοῦ, κόποι αὐτόματοι φράζουσι νούσους, στήσαντες τὸν λόγον. ὅτι τοίνυν κόπος αὐτόματός ἐστιν ἐναργὴς, καὶ οἱ ἰδιῶται ἴσασιν. ὅτι δὲ διὰ τοῦ αὐτομάτου κόπου πλῆθος δηλοῦται, οἱ μὲν ἰδιῶται ἀγνοοῦσι, κέκρυπται γὰρ, οἱ δὲ τεχνῖται ἴσασιν, ἐκ τοῦ θεωρήματος κατειληφότες τὴν τοῦ αὐτομάτου πρὸς τὸ πλῆθος σχέσιν. ἀπὸ γὰρ τῆς σχέσεως αὐτοῦ τοῦ αὐτομάτου κόπου κινηθεὶς, πρὸς τὸ πλῆθος συνιστῶν τὸ θεώρημα καὶ καταλαμβάνων, ὅτι ἀποτέλεσμά ἐστι τοῦ πλήθους ὁ αὐτόματος κόπος, συνέστησεν αὐτό. ἐπεὶ γὰρ τῶν αἰτιῶν διττήν τινα γενικωτάτην διαφορὰν ἠπίστατο, καὶ ὅτι τῶν αἰτίων ἃ μὲν ἐκτός ἐστιν ἡμῖν, ἃ δ’ ἐν αὐτοῖς τοῖς σώμασιν, ἀναγκαῖον ἐνόμισεν εἶναι, ὁπόταν τι τῶν ἐκτὸς παραλυπῇ, μὴ ἂν ἄλλως ἡμᾶς ἐνοχλεῖσθαι, εἰ μὴ ἐν τοῖς σώμασιν ὑπάρχει τὸ αἴτιον. ἐπεὶ δὲ τῶν ἐν τῷ σώματι τὰ βαροῦντα κατὰ πλεονασμὸν οὐσίας βαρεῖ, ὥστε, εἰ σύμμετρον, οὔτε βαρεῖ, οὔτε λυπεῖ,
189
συνθεὶς εἰς ἕνα λογισμὸν ταῦτα, ἐποίησε τὸ θεώρημα τοῦτο, κόποι αὐτόματοι φράζουσι πλῆθος. ἀφ’ ὧν γὰρ λογισμῶν κινηθεὶς ὁ συστήσας τὸ θεώρημα συνέστησεν, ἀπὸ τῶν αὐτῶν χρὴ καὶ τὴν χρείαν τοῦ θεωρήματος ὑποδείκνυσθαι. τοῦτο τοίνυν τὸ καθολικὸν δηλοῖ, ὅτι, ὅπου ἂν ᾖ κόπος αὐτόματος, ἐκεῖ παντὸς πλῆθος. οὐ μέντοι ἀπὸ τοῦ θεωρήματος κατέλαβε τὸ πλῆθος, ἀλλὰ τὴν σχέσιν τοῦ κόπου πρὸς τὸ πλῆθος· ἐκ δὲ τῆς σχέσεως τὸ πλῆθος. τρόπον οὖν τινα διὰ τοῦ κόπου κατέλαβε τὸ πλῆθος· ἵνα δὲ δι’ αὐτοῦ καταλάβῃ, τὸ θεώρημα γέγονεν αἴτιον. καὶ τῶν ἄλλων δὲ θεωρημάτων τὴν αὐτὴν χρείαν σκοποῦντες εὑρήσομεν. ἡμεῖς μὲν οὖν οὕτω καθόλου καὶ οἱονεὶ κοινὴν κατάληψιν ἡγούμεθα χρησιμεύειν.
Οἱ δὲ Μεθοδικοὶ τὰς κοινότητας αὐτὰς οἴονται ἐνδείκνυσθαι τὰ συμφέροντα. τὸ μὲν γὰρ στεγνὸν πάθος ἐνδείκνυσθαί φασι τὸ δεῖν χαλᾷν, τὸ δὲ ῥοῶδες τὴν σταλτικὴν ἀγωγὴν ἐπιζητεῖν, καὶ τὰς λοιπὰς δὲ κοινότητας ὑποτίθενται διαφέροντα φανερὰ ἐνδείκνυσθαι,
190
περὶ ὧν εἰρήσεται· ὅτι δ’ οὐκ ἐνδείκνυνται αἱ κοινότητες, διὰ τούτων παραστήσομεν. ὧν ἀναιρεθέντων οἱ νοσοῦντες ὑγιεῖς γίγνονται, τούτων ἐστὶν ἀναιρετικὰ βοηθήματα. ὧν δ’ ἐστὶν ἀναιρετικὰ προηγουμένως βοηθήματα, ἀπὸ τούτων ἔνδειξις τῶν συμφερόντων γίνεται· ἀναιρετικὰ δ’ ἐστὶ προηγουμένως τὰ βοηθήματα τῶν ἐπὶ μέρους αἰτίων, καὶ εἰ ἄρα νοσημάτων, τὰ ἐπὶ μέρους ἄρ’ αἴτια, καὶ εἰ ἄρα νοσήματα ἐνεδείκνυντο ἂν τὸ συμφέρον, καὶ οὐχ αἱ κοινότητες τῷ εἶναι κοινότητες τὸ συμφέρον ἐνδείκνυνται. καὶ εἰ τὰ παραλαμβανόμενα βοηθήματα ἀναιρετικὰ τῶν ἐνδειξαμένων, ἀπὸ τῶν ἐπὶ μέρους βοηθημάτων ἀναιροῦνται αἱ κοινότητες. τῆς δὲ κοινότητος ἀναιρουμένης οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν ὑπὸ τῆς αὐτῆς κοινότητος νοσήσαντες ὑγιεῖς ἂν ἐγένοντο, οὐδενός τινος ὑπ’ αὐτῆς ἀναιρεθέντος. εἰ δὲ, ὅπερ ἐνδείκνυται, τοῦτο ἀναιρεῖται, αἱ δὲ κοινότητες ἐνδείκνυνται, δῆλον, ὅτι αἱ κοινότητες ἀναιρεθήσονται. πρὸς τοῦτο λέγουσιν οἱ Μεθοδικοὶ, ὅτι τὴν κοινότητα ἡμεῖς τὴν αὐτὴν καὶ μίαν λέγομεν εἶναι, οὐχ ὅτι ἕν τί ἐστι σῶμα συναφὲς
191
αὐτὸ ἑαυτῷ, εἴ τις ἐπὶ πλειόνων θεωροῖτο, ἀλλ’ ᾗ τὸ αὐτὸ εἶδός ἐστιν. ὡς γὰρ καὶ ἡ ἀνθρωπότης κοινότης τις λέγεται εἶναι, οὐκ ἔτι δὲ σῶμα ἓν ἡνωμένον, εἶτα ἐπὶ πάντων τῶν ἀνθρώπων θεωρεῖται, ἀλλ’ ὁμοιότης τις ἐν πλείοσιν, οὕτω καὶ περὶ τῆς κοινότητός φασι δεῖν ὑπολαμβάνειν. ὥσπερ οὖν, φασὶν, ἑνὸς ἀνθρώπου ἀναιρουμένου, οὐ συναναιρεῖται ἡ ἀνθρωπότης, ἣν ἐπὶ πάντων ὁρῶμεν, ἀλλ’ ἄρα ἡ ἑνός τινος ἀνθρωπότης· οὕτως καὶ ἐπὶ μέρους κοινότητος ἀναιρουμένης, οὐχ ἡ ἐπὶ πάντων κοινότης ἀναιρεῖται, ἀλλ’ ἡ ἐπὶ μέρους μόνον. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἴπερ αἱ κοινότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνδείκνυνται τὸ συμφέρον, καὶ ἡ ἀνθρωπότης, κοινότης οὖσα, ἐνεδείκνυτο ἂν τὸ συμφέρον. οὐδὲν δὲ ἡ ἀνθρωπότης ἐνδείκνυται, οὐδ’ οὖν ἄλλη τις κοινότης ἐνδεικτικὴ ἂν εἴη συμφέροντος. ἔτι δὲ, εἴπερ ἡ κοινότης ταὐτότης ἐστὶν ἐν πλείοσι, καὶ αἱ κοινότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνεδείκνυντο· καὶ ἡ δυσφορία καὶ ἡ ἐρυθρότης ἐπὶ πλειόνων παθῶν θεωρουμένη, ἐνεδείκνυντο ἄν
192
τι συμφέρον, οὐδὲν δὲ ἐνδείκνυνται· οὐδ’ αἱ λοιπαὶ ἄρα κοινότητες φύσιν ἔχουσιν ἐνδεικτικήν. ἐπιζητῆσαι δὲ χρὴ καὶ τοῦτο παρ’ αὐτῶν, πότερον αἱ κοινότητες πάθη εἰσὶν, ἢ οὔ. εἰ μὲν πάθη, πῶς οὐδεὶς πώποτε ᾔσθετο αὐτῶν. ἀλλὰ πυρετοῦ μὲν, καὶ φλεγμονῆς, καὶ βάρους, καὶ διατάσεως ἀντιλαμβάνονται ἄνθρωποι, καὶ τοὺς ἰατροὺς διὰ ταῦτα μεταπέμπονται, στεγνότητος δὲ καὶ ῥοωδίας οὐδεὶς πώποτε ᾔσθετο. οὐδὲ μὰ Δία ἔπεμψέ τις καὶ πρὸς ἰατρὸν, ὡς ὑπὸ ἀμέτρου στεγνώσεως ἢ ἀραιώσεως ἐνοχλούμενος. εἰ δὲ μή ἐστι πάθη, πῶς ἀπὸ τῶν παθῶν τὰς ἐνδείξεις γίγνεσθαι λέγουσι, τῆς στεγνώσεως καὶ ῥοωδίας οὐκ ὄντων παθῶν; ἔτι τε κἀκεῖνο ῥητέον, ὅτι, εἴπερ αἱ κοινότητες φύσιν εἶχον ἐνδεικτικὴν, πάντων ἂν μάλιστα ἡ τῶν κοινοτήτων κοινότης ἐνεδείκνυτο ἄν. καὶ γὰρ τῆς στεγνώσεως καὶ ῥύσεως ὁμοιότης τις, καθ’ ὃ κοινότητές εἰσιν ἀμφότεραι. οὐδὲν δ’ ἐνδείκνυται αὕτη· οὐδ’ ἄρα αἱ λοιπαί. οὐ μόνον δὲ δύο κοινότητάς φασιν εἶναι, ἀλλὰ καὶ πλείους, καὶ ἄλλας
193
μὲν ἐν διαίτῃ, ἄλλας δὲ ἐν χειρουργίᾳ· καὶ ἐν μὲν διαίτῃ, τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, καὶ τὸ ἐπιπεπλεγμένον μέγεθος. καὶ καιροὺς τῶν νοσημάτων εἶναι τέσσαρας, ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, καὶ παρακμήν. καὶ τὸ ὀξὺ, καὶ τὸ χρόνιον, καὶ τὴν ἐπίτασιν, καὶ τὸ διάλειμμα. ἐν δὲ χειρουργίᾳ, τὸ φύσει ἀλλότριον, τόπῳ, καιρῷ, καὶ ἄλλα πλείονα. ἀλλ’ οὐ νῦν ἀκριβολογεῖσθαι περὶ τῶν ἐν χειρουργίᾳ σκοπῶν χρή· ἀποχρήσει γὰρ πρὸς τὸ προκείμενον οἱ ἐν διαίτῃ αὐτῶν ἐκτεθέντες σκοποί.
Παρεισήγαγον δὲ τὰς εἰρημένας κοινότητας, οὐκ ἔχοντες ἐν τοῖς πράγμασι διεξαγωγήν. ἐπεὶ γὰρ ἠκολούθει αὐτῷ ᾡτινιοῦν χρῆσθαι σταλτικῷ ἐπὶ πάσης ῥύσεως, καὶ ᾡτινιοῦν χαλαστικῷ, ἐπὶ πάσης στεγνώσεως, οὐχ εὑρίσκοντες δὲ ἐνδεικτικὸν τῆς διαφορᾶς τῶν βοηθημάτων, παρεισήγαγον καὶ τὰς εἰρημένας κοινότητας, ἵνα παρὰ τὴν τούτων διαφορὰν διαφέρουσα θεραπεία εὑρίσκηται. λέγουσιν οὖν, ὅτι τὴν διαφορὰν τῶν βοηθημάτων αὗται αἱ κοινότητες ἐνδείκνυνται. περὶ γὰρ τήν τινων τούτων σύνοδον διαλλάττουσα ἡ θεραπεία εὑρίσκεται.
194
Δείξομεν δὲ, ὅτι οὐδὲν τῶν εἰρημένων ἐνδεικτικὸν εἶναι δύναται βοηθημάτων. καὶ πρῶτόν γε, ὅτι τὸ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείκνυται μέγεθος βοηθημάτων, ἐκ τῶνδε ἄν τις μάθοι. ἐν ταῖς θεραπείαις δεόμεθα οὐχ ἁπλῶς μεγέθους βοηθημάτων (πάντα γὰρ τὰ βοηθήματα σὺν ποσῷ μεγέθει εἰσὶν), ἀλλὰ τοῦδε τοῦ μεγέθους. τὸ δὲ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείξεται τὸ τοῦδε τοῦ βοηθήματος μέγεθος, ἀλλὰ ἁπλῶς μέγεθος. δεῖ δὲ, ὡς ἔφην, οὐχ ἁπλῶς μέγεθος τῶν βοηθημάτων παραλαμβάνειν, ἀλλὰ πηλίκον τόδε τι μέγεθος. ἂν γὰρ ἁπλῶς μέγεθος παραλαμβάνωμεν, ἐπειδὴ πάντα βοηθήματα σὺν ποσῷ μεγέθει νοεῖται, πάντα τὰ βοηθήματα παραληψόμεθα καὶ ἀδιαφορήσομεν, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ δὲ, τοῦ μεγέθους τῶν κοινοτήτων ἁπλῶς μέγεθος βοηθήματος ἐνδεικνυμένου, αὐτοὶ τόδε τι τὸ μέγεθος παραλαμβάνουσι, οὐχ, ὅπερ ὁ σκοπὸς ἐνδείκνυται, τοῦτο παραλήψονται. ὁ γὰρ σκοπὸς κοινῶς μέγεθος ἐνδείκνυται· αὐτοὶ δὲ τόδε τι τὸ μέγεθος παραλαμβάνουσιν.
195
ἐροῦσι δ’ ἴσως, ὅτι οὐκ, ἐπειδὴ κατὰ μέρος ἐστὶ τὸ μέγεθος, προσάγομεν, ἀλλ’ εἰ κοινότης ἐστί. τὸ δ’ αὐτὸ συμβέβηκε καὶ κοινὸν εἶναι καὶ ἐπὶ μέρους. πρὸς τοῦτο δὲ καὶ ἐροῦμεν, ὅτι, εἰ ἡ κοινότης ἐπιδείκνυσι, καὶ ὃ ἐνδείκνυται, οὐκ ἐπὶ μέρους ἀδιαφορεῖν δεῖ, ἐπειδὴ μέγεθος παρέπεται παντὶ βοηθήματι. τὸν αὐτὸν δὲ τοῦτον λόγον ἐστὶ καὶ ἐπὶ τὰς κοινότητας μεταφέρειν.
Ἑξῆς δ’, ὅτι οὐδὲ οἱ τῶν νοσημάτων καιροὶ ἐνδείκνυνται τὸ συμφέρον, ὑποδείξομεν. πρὸς δὲ τοῦ λόγου τούτου περὶ τῆς τῶν καιρῶν διαφορᾶς ὀλίγα χρὴ διεξελθεῖν. δύο τοίνυν καιρῶν διαφοραὶ παρὰ τοῖς ἰατροῖς λέγονται, οἱ μὲν νοσημάτων, οἱ δὲ βοηθημάτων. ἐντεῦθεν ἂν εὔδηλος καὶ ἡ θεραπεία γένοιτο· τὰς κινήσεις τῶν αἰτιῶν καιροὺς εἶναι λέγουσιν. εἰσὶ δὲ κινήσεως διαφοραὶ τέσσαρες, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. ταῦτα δ’ ἐστὶ καὶ τῶν καιρῶν ὀνόματα. τοὺς δὲ τῶν βοηθημάτων καιροὺς τοὺς ἐπιτηδείους χρόνους εἰς παράληψιν αὐτῶν εἶναι
196
λέγουσιν. εἰσὶ δὲ ἐπιτήδειοι χρόνοι, ἐν οἷς τὰ μὲν ἀπαιτοῦντα τὴν παράληψιν τοῦ βοηθήματος πάρεστι, τῶν δὲ κωλυόντων οὐδέν ἐστι.