De optima secta ad Thrasybulum

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὅν δὲ λόγον ἡ δύναμις ἔχει ἐπὶ τῶν βοηθημάτων, τοῦτον ἐπὶ τῶν προσφορῶν οἱ καιροί· ὃν δὲ ἐπὶ τῶν βοηθημάτων ἔχει τὰ ἀπαιτοῦντα αἴτια, τοῦτον ἐπὶ τῶν προσφορῶν ἡ δύναμις. ὅτι δ’ ἡ δύναμις τὴν ὀλίγην προσφορὰν ἀπαιτεῖ καὶ οὐχ ὁ καιρὸς, ἡ ἐπίτασις δηλοῖ· ἐξ ὦν τοῖς ἐξ ἀῤῥωστίας ἀναλαμβάνουσιν ὀλίγην τροφὴν προσφέρομεν, ἥνπερ ἀπαιτεῖ ἡ δύναμις. εἰ δέ γε ἡ ἐπίτασις τὴν ὀλίγην ἐνδείκνυται τροφὴν, ἔδει τούτους ἐᾷν ἐμφορεῖσθαι. μὴ γὰρ παρόντος τοῦ ὑποδεικνύντος τὴν ὀλίγην τροφὴν σκοποῦ, γελοῖος ὁ παραλαμβάνων τὸ μὴ ἀπαιτούμενον, ἀλλὰ τὴν ἀρχὴν ἐνδείκνυσθαί φασι τὸ δεῖν συστέλλειν. ἐπὶ πάντων οὖν δῆλον, ὅτι τὴν συστολὴν παραληψόμεθα κατ’ ἀρχὰς, καὶ

210
ἐπὶ τῶν τοὺς ἀλφοὺς καὶ τὰς λεύκας ἐχόντων μέχρι τῆς ἐπιτάσεως. παρατεινούσης δ’ ἐπὶ χρόνον τῆς ἀρχῆς, δηλονότι κατατακήσεται ὁ τῇ τοιαύτῃ ἀγωγῇ χρώμενος. ἀλλ’ ἴσως φήσουσι πρὸς ἡμᾶς, διὰ ποίαν αἰτίαν ὑμεῖς ἐν ἀρχῇ φέρε, τοῖς περιπνευμονικοῖς, καὶ τοῖς ὁμοίως τούτοις νοσοῦσιν ὀξέως κατ’ ἀρχὰς οὐ προσφέρετε, καίτοι κατ’ ἀρχὰς ἡ δύναμίς ἐστιν ἱκανή; ὅτι, φήσομεν, κωλύει ἡμᾶς προσφέρειν ὁ καιρὸς ἀπαιτούσης τῆς δυνάμεως. οὐχὶ συστέλλειν οὖν ἐνδείκνυται, ἀλλ’ ὅπερ ἀπαιτεῖ ἡ δύναμις, οὐκ ἐῶσα ἡμᾶς παραλαμβάνειν, ἐνδεικτικὸν τοῦ ἐναντίου, οὐκ ἄν τις ἀλόγως θεῖτο. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καιροὶ κωλύουσιν ἢ ἐπιτρέπουσι χρῆσθαι τοῖς ἀπαιτουμένοις, ἐπειδὴ μᾶλλον ἢ ἧττον ἐν αὐτοῖς ἡ δύναμις ἤμειπται. οὐ μέντοι αὕτη ἐνδείκνυταί τι συμφέρον. ὅταν δὲ λέγωσι τὴν μὲν ἀκμὴν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, πυνθάνεσθαι δεῖ αὐτοὺς, πῶς χρήσονται τοῖς σκοποῖς, ἂν δύο τινὲς ὦσιν οἱ νοσοῦντες, ὁ μὲν ὑπὸ περιπνευμονίας καὶ ὲν
211
παρακμῇ, ὁ δ’ ὑπ’ ὀφθαλμίας, ἔτι δ’ ἀκμάζει τὸ νόσημα, πότερον τῷ περιπνευμονικῷ πλείονα θαρσήσουσι δοῦναι καὶ ποικιλώτερα μᾶλλον τοῦ ὑπ’ ὀφθαλμίας ἐνοχλουμένου; ἀλλ’ οὐκ ἂν θαῤῥήσειαν προσενεγκεῖν τὴν ποικιλωτέραν τροφήν. εἰ δὲ τοῦτο δῆλον, ὡς οὐκ ἐκ τῶν καιρῶν ἡ ποικιλία καὶ ἡ ὀλίγη τροφὴ λαμβάνεται, ἀλλ’ ἐκ τῶν μέτρων τῆς δυνάμεως.

Ἀπορήσειε δ’ ἄν τις κἀκεῖνο, πῶς οἴονται τὸν καιρὸν τοῦ νοσήματος, ποτὲ μὲν τὴν ποσὴν, ποτὲ δὲ τὴν ποιὰν τροφὴν ἐνδείκνυσθαι, καθὼς ἀξιοῦσιν οἱ Μεθοδικοὶ, ποτὲ μὲν τὴν διαφορὰν ἐνδείκνυσθαι τῶν βοηθημάτων, ποτὲ δὲ τὴν διαφορὰν ἀπαιτεῖν τῶν βοηθημάτων. ὅταν γὰρ φῶσι, τὴν μὲν ἐπίδοσιν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δ’ ἀρχὴν φιλανθρωποτέραν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, τήν τε ποιότητα καὶ ποσότητα τῆς τροφῆς ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων φασίν. ὅταν δὲ φῶσιν, ἡ μὲν ἀρχὴ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἡ δ’ ἐπίδοσις τὸ ἀπεριέργως στέλλειν καὶ χαλᾶν, ἡ δ’ ἀκμὴ ἐπὶ τὸ παρηγορικώτερον

212
ἄγειν, ἡ δὲ παρακμὴ τὸ συνεργεῖν τῇ λύσει, διαφορὰν τῶν βοηθημάτων τοὺς καιροὺς ἀπαιτεῖν ὁμολογήσουσι. πῶς οὖν οὐκ ἄτοπόν ἐστι λέγειν, τὸ αὐτὸ καὶ διαφέρον μηδεμίαν διαφορὰν προσειληφὸς ἐνδείκνυσθαι; πρὸς τοῦτο δ’ ἐροῦσιν ἴσως, ὅτι καὶ κατὰ τοὺς λογικοὺς τὸ αὐτὸ τὰ διαφέροντα ἐνδείκνυται. ἡ γὰρ χολὴ παρακειμένη τὴν περιαίρεσιν ἑαυτῆς βλάπτουσα ἐνδείκνυται. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι τὴν ἀναίρεσιν ἑαυτῆς ἡ χολὴ μόνον ἐνδείκνυται, πλείονες δὲ τρόποι ἀναιρέσεως. ἢ γὰρ περιαιροῦμεν ἢ κατακίρναμεν αὐτήν. ἔπειτα δὲ ἡ μὲν χολὴ, φήσομεν, κατ’ ἄλλο διαφόρων φαίνεται εἶναι ἐνδεικτικὴ, καθὰ μὲν γὰρ βαρεῖ, τὴν περιαίρεσιν, καθὰ δὲ δάκνει, τὴν κατάκρασιν. οἱ δὲ καιροὶ οὐδεμίαν τοιαύτην διαφορὰν ἔχοντες πῶς ἂν ἀπαιτοῖεν τὰ διαφέροντα, οὐκ ἔστιν εἰπεῖν.

Ὅτι δὲ καιρὸς οὐκ ἐνδείκνυται ποιότητα τροφῆς ἢ ποσότητα, μαθεῖν ἐντεῦθέν ἐστιν, ὅπερ ἐνδείκνυται τὸ γένος, τοῦτο καὶ τὴν ποσότητα ἀναγκαῖόν ἐστιν ἐνδείκνυσθαι. ἄνευ μὲν γὰρ διαφορᾶς ἕκαστον τῶν ἐνδεικνυμένων

213
τοῦ ἀπαιτουμένου γένος ἐνδείκνυται. διαφορὰν δὲ προσειληφὸς τὸ αὐτῷ γένει διαφέρον ἐνδείξεται. ἐπεὶ οὖν τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται, κατ’ ἐκείνην ἡ δύναμις καὶ τὴν ποσότητα καὶ τὴν ποιότητα ἐνδείξεται. χωρὶς μὲν γὰρ διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται. διαφορὰν δὲ προσειληφυῖα, καὶ τὸ ἐν τῷ γένει διάφορον ἐνδείξεται. φαίνεται δὲ καὶ Ἱπποκράτης σκοπὸν τῆς ποσῆς τροφῆς τὴν δύναμιν ποιῶν, δι’ ὧν τὰ αὐξανόμενα πλεῖστον ἔχει, φησὶ, τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται, καὶ τὴν ποιότητα ἐκ τῆς κατὰ δύναμιν διαφορᾶς λαμβάνειν δῆλόν ἐστιν. φησὶ γάρ που, σῖτος νέοισι μὲν ἄκρως ἀκμάζουσιν ἀμετάβλητος, γέρουσι δ’ ἐς τέλος μεταβεβλημένος. ἐκ τούτων μὲν οὖν φανερόν ἐστιν, ὡς ἡ δύναμις ἄνευ μὲν διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἀπαιτεῖ· μετὰ διαφορᾶς δὲ τὴν ποιότητα. καιρὸς δ’ οὔτε ποιότητα τροφῆς ἐνδείκνυται, οὔτε ποσότητα. ἔτι τοίνυν, εἴπερ οἱ καιροὶ τῶν νοσημάτων ἐνδείκνυνται τὴν
214
ποιότητα καὶ τὴν ποσότητα τῆς τροφῆς, ἤτοι ἐπὶ τῇ αὐτῶν ὑπομονῇ, ἤτοι ἐπὶ τῇ ἀναιρέσει τοῦτο ἐνδείξονται. τὸ γὰρ ἐνδεικνύμενον ἢ τὴν τήρησιν ἑαυτοῦ, ἢ τὴν ἀναίρεσιν ἐπιδείκνυται. εἰ μὲν τοίνυν τὴν ἔνδειξιν οἱ καιροὶ τῆς ποσῆς καὶ ποιᾶς ποιοῦνται τροφῆς, κατὰ τὸ διαμένον, πῶς οὐ γελοῖόν ἐστι λέγειν, τὴν ποσὴν καὶ ποιὰν τροφὴν προσφέρειν, ἵνα συντηρήσωμεν τοὺς καιροὺς τῶν νοσημάτων; εἰ δ’ ἐπὶ τῇ ἀναιρέσει τῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ ποιοῦνται, δεῖ τὴν ποσὴν καὶ ποιὰν τροφὴν ἐναντιότητά τινα φαίνεσθαι πρὸς τοὺς καιροὺς ἔχουσαν. μόνα γὰρ τὰ ἐναντία τῶν ἐναντίων εἰσὶν ἀναιρετικά. τοῖς δὲ καιροῖς οὐκ ἔστιν οὔθ’ ἡ ποσὴ οὔθ’ ἡ ποιὰ τροφὴ ἐναντία, οὔτε ἀρχὴ, οὔτε ἐπίδοσις, οὔτε ἀκμὴ, οὔτε παρακμή. πλείοσι γὰρ τὸ αὐτὸ αἴτιον οὐκ ἐναντιοῦται· ἓν γὰρ ἑνὶ πέφυκεν ἐναντιοῦσθαι μόνον. κατὰ δὲ τὸν αὐτὸν λόγον δείξομεν, μηδὲ τὴν τῶν βοηθημάτων διαφορὰν ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων. εἰ γὰρ μήτε ἐπὶ τῇ ὑπομονῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ
215
ποιοῦνται, μήτε ἐπὶ τῇ ἀναιρέσει, διότι πλείοσιν οὐκ ἂν γένοιτο ἓν ἐναντίον, καὶ ἄλλος τρόπος οὐκ ἔστιν ἐνδείξεως, δῆλον, ὡς οὐδὲν οἱ καιροὶ συμφέρον ἐνδείκνυνται. ἀλλὰ καὶ εἰς τὴν φύσιν τῶν ἐναντίων ἀποβλέψας τις εἴσεται, ὅτι μηδ’ ἐναντίον. τὰ γὰρ ἐκ τοῦ αὐτοῦ γένους πλεῖστον ἀλλήλων ἀφεστῶτα ἐναντία ἐστί. καιρὸς δὲ τροφῆς ἢ ποσότητος οὐχ ὑπὸ τὸ αὐτὸ τάσσεται γένος. ὅτι μὲν οὑν οὔτε τὴν ποιότητα, οὔτε τὴν ποσότητα, οὔτε τὰς διαφορὰς τῶν βοηθημάτων ἀπὸ τῶν καιρῶν ἐστι λαβεῖν, αὐτάρκως ἡμῖν ἀποδέδεικται.

Νῦν δὲ ἐνδείξομεν τὴν ἀρχὴν τὴν τὸ κωλῦον αὔξεσθαι μὴ ἐνδεικνυμένην, ὅπερ ἐνδείκνυσθαι νομίζουσιν οἱ Μεθοδικοί. πολλῶν γὰρ νοσημάτων ἅμα τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπολαμβανόντων, ὡς ἀποπληξίας καὶ τῶν ὀξέων νοσημάτων, τί ἄν τις φαίη τὴν ἀρχὴν ἐν τοῖς τοιούτοις νοσήμασιν ἐνδείκνυσθαι; τὸ μὲν γὰρ κωλύσειν αὔξεσθαι οὐκ ἐνδείξεται, ἅμα γὰρ τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπειληφέναι τὸ

216
νόσημα λέξει, ἢ μηδὲν ἐνδείκνυσθαι τὴν ἀρχὴν ἐπὶ τοῖς τοιούτοις νοσήμασιν, ἢ ἄλλο τι, καὶ οὐχὶ τὸ κωλύειν αὔξεσθαι· μηδὲν οὖν ἐνδείκνυσθαι λέγειν γνόντα τὸν σκοπὸν, γελοιότατον. εἰ δὲ ἄλλο τι ἐνδείξεται, καὶ οὐχ ὅπερ αὐτοὶ νομίζουσιν, ἀτόπως ἔφασαν αὐτοὶ, τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι ἀπαιτεῖν.

Αὕτη δὲ ἡ ἀπάτη γέγονεν αὐτοῖς ἀφ’ ἑτέρας ψευδοῦς ὑπολήψεως· νομίζοντες γὰρ, πᾶν νόσημα διὰ τῶν τεσσάρων ἀπιέναι, καὶ τοῦτο ὡς ἀληθὲς ἑαυτοῖς θέμενοι, τοῦτο ἀκόλουθον ᾠήθησαν δεῖν εἶναι τὸ τὴν ἀρχὴν τῶν νοσημάτων ἀπαιτεῖν τὴν κώλυσιν τῆς ἐπιδόσεως. καὶ τοῦτο οὖν λέληθεν αὐτοὺς, ὅτι οὐ πᾶν νόσημα καὶ ἄρχει τε καὶ ἐπιδίδωσι καὶ ἀκμάζει καὶ παρακμάζει. τὰ μὲν γὰρ ὀξέα τῶν νοσημάτων, ὡς ἡ ἀποπληξία, ἅμα τῇ προσβολῇ τὴν ἀκμὴν ἀπολαμβάνει. καὶ τὰ κρινόμενα δὲ τῶν νοσημάτων ἕνα καιρὸν τὴν παρακμὴν ἀποτέμνεται. αἱ γὰρ κρίσεις περὶ τὴν ἀκμὴν λύουσι τὰ νοσήματα, ἔτι ἐπὶ τὸ μεῖζον ἐπιδιδόντα· καὶ διὰ βοηθημάτων ἐστὶν ἐν ἀρχῇ λῦσαι τὸ νόσημα,

217
καὶ ὑποτέμνεσθαι τοὺς λοιποὺς καιροὺς τῶν νοσημάτων. εἰ τοίνυν ἐστὶν ἐν ἀρχῇ κενῶσαί τε τὸ νόσημα, καὶ λῦσαι διὰ βοηθημάτων, διὰ τί ποτε τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι οἴδασιν ἐνδείκνυσθαι, καὶ οὐχὶ τὴν μείωσιν μᾶλλον ἢ τὴν ἀναίρεσιν; ἐὰν δὲ λέγωσιν, τὴν μείωσιν καὶ τὴν ἀναίρεσιν τῶν νοσημάτων ἐνδείκνυσθαι μὴ τὴν ἀρχὴν, ἀλλὰ τὴν διάθεσιν, διὰ τί οὖν, φήσομεν πρὸς αὐτοὺς, οὐχ ὅπερ ἡ διάθεσις, ἀλλ’ ὅπερ ἡ ἀρχὴ ἐνδείκνυται, παραλαμβάνετε; διὰ γὰρ τὸ ὑπὸ τῆς διαθέσεως ἀπαιτούμενον καὶ τὸ ὑπὸ τῆς ἀρχῆς ἐνδεικνύμενον γίνεται. ὁ γὰρ μειῶν ἢ ἀναιρῶν τὴν νόσον, καὶ τὴν ἐπίδοσιν κωλύει γίνεσθαι. ἀλλ’ ἴσως φήσουσιν, ὅτι προσεχεστέρα ἡ τῆς ἀρχῆς οὖσα κοινότης ἀναγκάζει ἡμᾶς, ὅπερ αὐτὴ ἐνδείκνυται, παραλαμβάνειν, προσεχῶς τὸ ποιητέον ὑπαγορεύουσα· ἡ δὲ διάθεσις τὸ δεῖν ἀναιρεῖν τὰς νόσους ἀπαιτοῦσα, δι’ ὧν χρὴ τοῦτο ποιεῖν, οὐκ ἐνδείκνυται· δι’ ὧν δὲ χρὴ κωλύειν τὴν ἐπὶ μέρους, ὧν τὸ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἢ τὸ δι’ ὧν, ἐξ ἑτέρων λαμβάνεται,
218
κατὰ ταῦτα δὲ καὶ ἡ διάθεσις τὴν ἀναίρεσιν μόνον ἐνδείκνυται τῶν νοσημάτων· τὸ δὲ δι’ ὧν χρὴ τοῦτο ποιεῖν ἐξ ἑτέρου, ὡς ἔοικε, δεῖ λαβεῖν. διὸ κρεῖττόν ἐστι μὴ τῇ ἀρχῇ, ἀλλὰ καὶ τῇ διαθέσει χρῆσθαι σκοπῷ. ἔπειτα κἀκεῖνο πρὸς αὐτοὺς ῥητέον, ὅτι φαίνεται καθ’ ἡμᾶς πᾶσα ἀρχὴ ἐπιπλοκή τις εἶναι. δύο γὰρ κοινότητες εἰς ταὐτὸν συνέρχονται, ἥ τε ἀρχὴ καὶ ἡ διάθεσις, καὶ ἑκατέρα τῶν κοινοτήτων διάφορόν τι ἐνδείκνυται, προσεχεστέρα δὲ καὶ ἀναγκαιοτέρα κοινότης ὑμῖν εἶναι δοκεῖ μᾶλλον ἡ ἀρχὴ, διότι ταύτῃ προσέχετε. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ πάθῃ πάντα κοινοτήτων εἰσὶν ἐπιπλοκαί. πᾶσα γὰρ διάθεσις ἔν τινι καιρῷ γίνεται. κοινότης οὖν οὐχ ὁ καιρὸς μόνον, ἀλλὰ καὶ ἡ διάθεσις. κακῶς οὖν ποιεῖτε, μίαν ἐπιπλοκὴν νομίζοντες εἶναι τὴν τῶν παθῶν, καὶ μὴ πάντα τὰ πάθη ἐπιπλοκὰς εἶναι λέγοντες.

Ἔτι καὶ τοῦτο τὸ δόγμα τῶν Μεθοδικῶν εὔηθές ἐστιν, τὸ δεῖν ἀεὶ κατ’ ἀρχὰς τῶν νοσημάτων τοῖς στέλλουσι κεχρῆσθαι· τὴν δὲ αἰτίαν ἐντεῦθεν εἴληφε τὸ

219
δόγμα. πολλαὶ φλεγμοναὶ διὰ τῶν στελλόντων κατ’ ἀρχὰς καὶ ἀποκρουομένων καθίστανται. πᾶσα δὲ φλεγμονὴ κατ’ αὐτοὺς στέγνωσίς ἐστι. ἄτοπον οὖν ἐφαίνετο εἶναι τὸ τὰ ἐστεγνωμένα διὰ τῶν πυκνούντων καθίστασθαι. καὶ ἡμῶν λεγόντων διὰ τῆς τῶν λυπούντων ἀποκρούσεως τὴν ἀποκατάστασιν γίνεσθαι τῶν φαινομένων, ἀποβλέψαι μὴ δυνάμενοι πάμπαν φασὶ δεῖν τὴν ἀρχὴν διὰ τῶν στελλόντων ἄγειν. οὐκ ἀποκρουόμεθα γὰρ τὰ αἴτια, ἀλλ’ ἵνα δυσπαθῆ κατασκευάσωμεν τὰ σώματα. ἡ γὰρ συστολὴ, φασὶ, καὶ ἡ σφίγξις τῶν σωμάτων, δυσπαθέστερα τὰ σώματα κατασκευάζουσα, κωλύει ἅψασθαι τὰ νοσήματα. οὐ γὰρ διὰ μειώσεως τῶν νοσημάτων μόνον κωλύεται, φασὶν, ἡ ἐπίδοσις, ἀλλὰ καὶ διὰ δυσπάθειαν τῶν σωμάτων. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἀδύνατον διὰ συναυξήσεως τῶν βλαπτόντων δυσπαθῆ κατασκευάσαι τὰ σώματα, ἄλλως τε πρὸ τοῦ νοσεῖν χρὴ δυσπάθειαν τοῖς σώμασι περιποιεῖν. εἰς γὰρ τὸ μὴ γίνεσθαι νόσον, τῆς δυσπαθείας δεόμεθα. πεπονθότων
220
δὲ τῶν σωμάτων, ἀναίρεσιν δεῖ ποιεῖσθαι τῶν διατιθέντων. ἐπειδὴ δὲ ἡ στεγνὴ διάθεσις πύκνωσίς ἐστι καὶ δυσδιαφορησία τῶν σωμάτων, τὰ δὲ στέλλοντα πυκνοῖ τὴν ἐπιφάνειαν, καὶ δυσδιαφόρητον ἀπεργάζεται, δῆλον ὡς συνεργήσει μᾶλλον τῇ ἐπιδόσει τῶν στεγνουμένων τὰ στέλλοντα, ἤπερ ἐναντιωθήσεται. καὶ ὅπερ τὸ πάθος ἐν τοῖς οἰκείοις καιροῖς μέγεθος ἂν ἀπειλήφει, τοῦτο ἐν ἀρχῇ διὰ τῶν βοηθημάτων παραγίνεται. φαίνονται δὲ καὶ τὸ ἐναντίον τῷ ὑπὸ τῆς ἀρχῆς ἀπαιτουμένῳ παραλαμβάνοντες. ἡ μὲν γὰρ ἀρχὴ τὸ κωλῦον αὔξεσθαι ἐνδείκνυται, ἡ δὲ ποιότης τῶν προσαγομένων τῇ ἐπιδόσει συνεργεῖν ἔοικε. δυοῖν θάτερον, ἢ τῇ ἀρχῇ ὡς κακῶς ἐνδεικνυμένῃ προσεκτέον, ἤ ἡ ποιότης τῶν προσαγομένων οὐκ ἐπ’ ἀγαθῷ προσάγεται.

Τὸ μὲν τοίνυν ἐπ’ ὠφελείᾳ κατὰ τὰς ἀρχὰς τῶν φλεγμονῶν τὰ στέλλοντα προσάγεσθαι, πᾶς ἂν τις ὁμολογήσειεν· ἄξιον δὲ ζητῆσαι παρ’ αὐτῶν τοῦ γενομένου τὴν αἰτίαν. τὸ μὲν γὰρ δυσπάθειαν λέγειν ἐκ τῶν στελλόντων

221
παραγίνεσθαι, γελοῖόν ἐστιν, ὡς ὑπεδείξαμεν. μαθέτωσαν δὲ παρ’ ἡμῶν, ὅτι τῇ ἀποκρούσει τῶν λυπούντων καὶ μεταγωγῇ εἰς ἑτέρους ἀπαθεῖς τόπους μειοῖ καὶ λύει τὰς νόσους τὰ στέλλοντα τῶν βοηθημάτων. ἔτι καὶ τοῦτο ῥητέον πρὸς τὸ τὴν ἀρχὴν μὴ ἐνδείκνυσθαι τὰ κωλυτικὰ τῆς αὐτῶν αὐξήσεως βοηθήματα. ταῦτα δὲ κατ’ αὐτούς· ἢν τὰ στέλλοντα αἱ ἀρχαὶ τῶν νοσημάτων, ἤτοι ποιότητά τινα κέκτηνται, ἢ οὔ. τὸ μὲν οὖν λέγειν, ἀποίους εἶναι τὰς ἀρχὰς τῶν νοσημάτων, γελοῖον· οὐ γὰρ ἂν εἰς αἴσθησιν παραγένοιντο, εἰ μὴ εἶχον ποιότητα. ἤτοι οὖν ἡ τῶν ἀρχῶν ποιότης ἑτέρα ἐστὶ παρ’ ἑκάστην τῶν διαθέσεων, ἢ ἑκάστης ἀρχῆς ποιότης ἀδιάφορος τῆς κατ’ αὐτὴν διαθέσεως. εἰ μὲν οὖν ἑτέρα ἐστὶ τῶν ἀρχῶν ποιότης, ἀναφαίνεταί τις αὕτη τοῦ πάθους ἑτέρα κοινότης, ἣν ἐκεῖνοι παρῆκαν· εἰ δ’ ἡ αὐτή ἐστιν ἑκατέρας τῆς ἀρχῆς ποιότης, ἥπερ καὶ τῆς κατ’ αὐτὴν διαθέσεως, διὰ τί μὴ ἐν ἀρχῇ τῶν νοσημάτων πρὸς μὲν τὴν στέγνωσιν τῇ χαλώσῃ ἀγωγῇ, πρὸς δὲ τὴν ῥύσιν τῇ στελλούσῃ χρησόμεθα; ἄλογον
222
γὰρ πρὸς τὴν ἀρχὴν ἑτέρως ἡμᾶς ἵστασθαι, ὡς οὐ τὴν αὐτὴν ποιότητα κεκτημένην τῇ διαθέσει, ἧσπερ ἀρχή ἐστιν.