De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Βδέλλιον σὺν οἴνῳ πινόμενον ὁμοίως καὶ ὕδατι, ἢ καρπὸς βαλσάμου σὺν ὕδατι πινόμενος, ἢ σὺν μέλιτι ἐκλειχόμενος, ἢ ἀριστολοχίας ῥίζα σὺν ὕδατι πινομένη, ἢ πήγανον σὺν μελικράτῳ πινόμενον.

Πέπονος ἡμέρου ὁ χυλὸς συγχριόμενος, ἢ κολοκύνθης ξυσμάτων ὁ χυλὸς συγχριόμενος καὶ ῥόδα μετ᾿ ἐλαίου, ἢ ἀρνόγλωσσον καταπλασσόμενον.

519

Ῥόδινον ἀλείψας κατάπλασον, σελινόκοκκον τριπτὸν καὶ ἐπίθες εἰς τὴν καρδίαν αὐτοῦ στυππεῖον ὡς τροχὸν καὶ ἐπίχεε τὸν κρόκκον τοῦ ὠοῦ καὶ σκέπασον αὐτὸν νεφελίᾳ, καὶ ἐὰν γένηται σκορπισμὸς τοῦ ὠοῦ, γίνωσκε θάνατον. τοῦτο λέγεται αὐτὴ ἡ ψυχὴ ποιεῖν.

Ἀγρώστεως ῥίζα λεῖα καταπλασσομένη ὡς ξηρίον, ἢ σιδηρίτιδος βοτάνης τὰ φύλλα ἐπιπλασσόμενα.

Ἀμυγδαλέλαιον ἐνσταζόμενον εἰς τὸ οὖς, ἢ καρέλαιον ἐνσταζόμενον, ἢ δαφνέλαιον, ἢ βαλσαμέλαιον, ἢ δρακοντίου βοτάνης τοῦ καρποῦ ὁ χυλὸς μετ᾿ ἐλαίου ἐγχεόμενος, ἢ περδικιάδος ὁ χυλὸς μετ᾿ ἐλαίου ῥοδίνου χλιαρὸς ἐνσταζόμενος, ἢ πήγανον χλωρὸν σὺν ἐλαίῳ ἑψηθὲν καὶ χλιαρὸν ἐνσταζόμενον, ἢ σμύρνα καὶ μέλι χλιαρῶς ἐνσταζόμενα, ἢ πήγανον μετὰ γυναικείου γάλακτος ἀῤῥενοτόκου περιχλιάνας ἔνσταξον, ἢ σκόροδον χυλώσας ἔνσταξον εἰς τὸ οὖς, ἢ πράσον χυλώσας χλιαρὸν ἢ ἕψημα χλιαρὸν,

520
ἢ πράσου χυλὸν σὺν μέλιτι μίξας ἔνσταξον, ἢ βαλὼν ἔλαιον εἰς τὸ στόμα εἰς τὸ ὠτίων ἔμπτυε, ἢ κολοκύνθης χυλὸν μετὰ ῥοδίνου ἔνσταξον.

Πτελέας φύλλα ξηρὰ λειωθέντα καὶ ἐπιπλασσόμενα ἐν βαλανείῳ, ἢ θεῖον ἄπυρον καὶ σταφυλὴ ἀγρία καὶ ἀρσενικὸν καὶ σανδαράχη σὺν ἐλαίῳ καὶ ὄξει ἐπιχριόμενα ἐν βαλανείῳ. ἄλλο. σμύρναν μετὰ γάλακτος γυναικείου ἐπίχριε, ἢ γλυκυῤῥίζης χυλὸν μετὰ γλυκέος δὸς πιεῖν, ἢ ὠὰ ὄρνιθος ὁλόκληρα βάλλε εἰς ὄξος δριμύτατον ἡμερονύκτιον καὶ ἐμβαλὼν αὐτὰ, τριῶν δηλονότι ὄντων τῶν ὠῶν, τρῖβε αὐτὰ μετὰ τῶν ὀστράκων ἐν τῷ αὐτῷ ὄξει καὶ θεῖον ἄπυρον γο. α΄. καὶ ἀρσενικὸν σχιστὸν γο. α΄. σταφίδα ἀγρίαν γο. α΄. ψιμύθιον γο. α΄. λιθάργυρον γο. α΄. ῥοδοδάφνης χυλὸν γο. α΄. ἔλαιον παλαιὸν τὸ ἀρκοῦν, λειοτριβήσας χρῖε ἐν βαλανείῳ.

Καλαμίνθης φύλλα χλωρὰ σὺν κριθίνῳ ἀλεύρῳ κατάπλασον.

521

Πεπέρεως λευκοῦ δραχ. στ΄. ἀνίσου δραχ. ιβ΄. λιβυστικοῦ δραχ. στ΄. ἄμμεως, πετροσελίνου, μαράθρου ἀνὰ δραχ. στ΄. ταῦτα κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου δραχ. α΄.

Θρίδακος χυλὸν μετὰ γλυκέος δὸς πιεῖν καὶ οὐκ ἔτι ἐμέσει.

Ἄνθρακα δρυὸς εἰς γάλα σβέσας πότιζον τῷ πάσχοντι.

Χαμαίδρυον μετὰ οἴνου πινόμενον παύει ὀξυσμόν.

Πεπέρεως, δαφνίδων, κυμίνου, ἀνίσου ἴσα κόψας καὶ σείσας δίδου νήστει μετὰ εὐκράτου κοχλιάριον α΄. ἐπὶ ἡμέρας τρεῖς, ἢ ἄνισον νηστικὸς μασοῦ.

Μαράθρου χυλὸς ἐπὶ ἡμέρας τρεῖς ἐπιτιθέμενος, ἢ λίβανον σὺν μέλιτι καὶ 

522
γάλακτι ἐπιχριόμενον, ἢ κενταυρίου χυλὸς σὺν μέλιτι ἐπιχριόμενος, ἢ πενταδακτύλου φύλλα σὺν μέλιτι ἐπιτιθέμενα.

Κολοκύνθης ξυσμάτων ὁ χυλὸς ἐπιπλασσόμενος.

Ὑοσκυάμου φύλλα μετὰ ἀλφίτου καταπλασσόμενα, ἢ ξυλοβάλσαμον σὺν γυναικείῳ γάλακτι ἐπιχριόμενα, ἢ πήγανον χλωρὸν καταπλασσόμενον, ἢ ψύλλιον σὺν γάλακτι γυναικείῳ ἐπιχριόμενον, ἢ καλάμων χλωρῶν τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος.

Λαβὼν φύλλα ἐλαίας, κόψον καὶ ἐκπιάσας τὸν χυλὸν ἐπίχριε καὶ θαυμάσεις.

Ἀνδράχνην λείωσον μετὰ κρόκου καὶ στέατος χηνείου, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων· ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου τοὺς ὀφθαλμοὺς κατάπλασον.

Μελάνθιον σὺν ὄξει διακλυζόμενον, ἢ κηκίδες σὺν ὀμφακίνῳ διακλυζόμεναι, ἢ πλατάνου

523
σφαιρία σὺν ὄξει ἑψηθέντα καὶ διακλυζόμενα, ἢ πενταφύλλου ῥίζα σὺν ὄξει διακλυζομένη, ἢ πευκεδάνου ῥίζα λεία καυθεῖσα ἐπιπλασσομένη, ἢ σίδια καὶ ῥόδα ἑψήσας τὸ ἀφέψημα διακλυζόμενον.

Λαβὼν νίτρον, σηπέας ὄστρακον, σμύρναν, ἀνὰ γο. α΄. λειώσας χρῶ.

Λαβὼν νίτρου κεκαυμένου γο. α΄. σμύρνης τρογλιτίδος γο. α΄. σηπέας ὀστράκου γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. κόψας καὶ σήσας χρῶ. πρόσβαλλε δὲ καὶ ἴρεως γο. α΄. τούτῳ χρώμενος θαυμάσεις.