De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Ἰτέας φύλλα καὶ καρπὸν ἑψήσας ὕδατι ἐπιπολὺ δίδου ἀναγαργαρίζεσθαι. τοῦτο ἀποσπᾷ τὰ παχέα τῶν δερμάτων μάλιστα καὶ εἰς συναγχικοὺς ποιεῖ. ἄλλο. μυρσίνην καὶ φακὴν ἑψήσας δίδου ἀναγαργαρίζεσθαι.

514

Αἰγεία κόπρος σὺν μέλιτι ἀναγαργαριζέσθω, ἢ πηγάνου χυλὸν ἀνοίξας τὸ στόμα ἐπίκλυζε τὸν φάρυγγα.

Ὕσσωπον ἑψήσας μετὰ σύκων καὶ μέλιτος καὶ πηγάνου μετὰ ὕδατος δὸς ἀναγαργαρίζεσθαι.

Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθου καὶ δίδου τρία καὶ εὐθέως λαλήσει.

Ἀγχούσης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ ἀνδράχνης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ κράμβης φύλλα καταπλασσόμενα, ἢ καλάμου φύλλα χλωρὰ λέανον καὶ κατάπλασον· ἢ βάτου φύλλα καταπλασσόμενα, ἢ ῥάμνου καὶ ῥόδων φύλλα καταπλασσόμενα.

Πολυποδίου ῥίζα μιγνυμένη μετὰ ἑψήματος καὶ ἐσθιομένη, ἢ ῥαφάνου σπέρμα σὺν ὕδατι πινόμενον,

515
ἢ σκορόδου τρωγόμενον, ἢ πτελέας ῥίζα σὺν μελικράτῳ πινομένη, ἢ συκαμίνου ῥίζης ὁ φλοιὸς σὺν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς, ἢ μελάνθιον πινόμενον καὶ καταπλασσόμενον, ἢ κράμβης σπέρμα σὺν ὕδατι πινόμενον, ἢ ἡδυόσμου χυλὸς πινόμενος, ἢ κάρδαμος μετὰ ἡδυόσμου πινόμενος.

Καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας, ὕδατι μίξας καὶ χυλῶδες ποιήσας καὶ ῥάκει καθαρῷ ἀποπιάσας δὸς πιεῖν· ἢ βόλβιτον ξηρὸν καύσας καὶ ποιήσας ξηρίον ἐξ αὐτοῦ δὸς πιεῖν δραχ. α΄. μετ᾿ οἴνου.

Λαβὼν νίτρου, καρδάμου, πεπέρεως ἀνὰ γο. α΄. ποιήσας ξηρίον δίδου κοχλιάριον α΄. μετ᾿ οἴνου.

Κάγχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετὰ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας.

Ἔλαιον κινναμομέλαιον,

516
χαμαιμήλινον, ὄξος, νίτρον ἅμα φύλλοις δάφνης καλῶς συνεψήσας χρῖε τὸν κάμνοντα καὶ σκεπάσας ἐπιεικῶς αὐτίκα ἱδρώσει.

Λαβὼν βουτύρου μέτρα δύο, μέλιτος μέτρον α΄. μίξας καὶ χλιάνας χρῶ. ἄλλο. λαβὼν θρίδακος φύλλων χυλοῦ μέτρον α΄. ἐλαίου κοινοῦ μέτρα β΄. μίξας καὶ ἀνασκέψας ἐπιμελῶς σύγχρισον ὅλον τὸ σῶμα. δόκιμον γάρ ἐστιν. ἄλλο. λαβὼν ἀρτεμισίας χυλοῦ μέτρον α΄. ῥοδίνου μέτρα β΄. μίξας χρῶ.

Στρύχνου χυλὸς μετ᾿ ἐλαίου συγχριόμενος πάνυ ὠφελεῖ. ἄλλο. σινήπεως σπέρμα μετὰ μέλιτος κατάπλασον. ἄλλο. πηγάνου ἡμέρου σὺν ὄξει καὶ ῥοδίνῳ ἑψηθέντος καταχριομένου.

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον καὶ τοῖς δήγμασιν ἐπιτιθέμενον, ἢ σκόροδα καταπλασσόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα. 

517

Ῥοδοδάφνης ῥίζαν περίαψον τὸν τράχηλον καὶ ἀπαλλαγήσεται. ἐὰν δὲ θέῃς πειρᾶσαι, ὅταν κύων μανῇ, ἐπίθες περὶ αὐτὸν καὶ εὐθέως ἀφίσταται τῆς μανίας.

Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω. καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον, ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει καὶ τὰς περὶ τὴν ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει.

Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενα σὺν μέλιτι χλιαρῷ ἀναγαργάριζε, ἢ κυνείαν λευκὴν λεάνας μετὰ ὄξους ἐπίχριε εἰς τὸν τράχηλον.

Κισσοῦ τῶν φύλλων ὁ χυλὸς χλιαρὸς ἐγχυματιζόμενος τοῖς ῥώθωσιν, ἢ καλαμίνθης

518
χυλὸς ὁμοίως χλιαρὸς ἐγχεόμενος, ἢ σμύρνα λειωθεῖσα σὺν γάλακτι γυναικείῳ καὶ ἐγχεομένη.

Ἀκακίαν σὺν ὄξει λειώσας ἔγχεε τοῖς ῥώθωσιν. ἄλλο. λαβὼν ὄξος σὺν ἅλατι βάλλε ἐν χύτρᾳ ἢ ἐν τρυβλίῳ καὶ βαλὼν ἔρια ἔμβρεχε ἐν αὐτῇ καὶ χλιάνας αὐτὰ ὅσον ἔχει δέχεσθαι ἐπίθες εἰς τὴν κεφαλὴν καὶ συντόμως κέλευε σκεπάζεσθαι πλείστοις σκεπάσμασι.

Θύμον καὶ ὀρίγανον ἀναλαβὼν μέλιτι ποίει τροχίσκους καὶ δίδου διαμασᾶσθαι.