De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Κράμβης χλωρᾶς καυλοὺς σὺν ταῖς ῥίζαις κατακαύσας ἀναλάμβανε στέατι χοιρείῳ καὶ χρῶ· θαυμάσιον τὸ βοήθημα. ἢ σελίνου σπέρμα ἀποτριτώσας πότιζον, πάνυ γὰρ ὠφελεῖ.

Ἀμάραντον ἀποβρέξας ὀψὲ καὶ πρωῒ πότιζον.

524

Σελίνου, σινήπεως δαφνίδων κατὰ λόγον κοπανήσας, εἶτα ἐξελὼν φλοῦν καρύας, νέας, κόψον μικρὰ καὶ βαλὼν ἐν ὄλμῳ, κόψον ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας γ΄. καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τοῦ σπληνὸς ἀπὸ πρωῒ ἕως ὥρας η΄. προῤῥήξας τὴν γαστέρα καὶ θαυμάσεις.

Φλοῦν συκέας ἐκδείρας χλωρὰν νέου δένδρου τάραξον σὺν σποδιᾷ θερμαίνων.

Μέλι μετὰ σκαμμωνίας πινόμενον ἅπαξ ἰᾶται.

Πέπερι τετριμμένον, δαφνόκοκκα καὶ κύμινον καὶ μαστίχην καὶ σμύρναν καὶ λίβανον καθαρὸν κοπανήσας καθ᾿ ἓν ἕκαστον καὶ ἕνωσον αὐτὰ καὶ βάλλε μέλι καλὸν τὸ ἀρκοῦν καὶ ἐπίθες ἕως ἡμέρας τέσσαρας.

Ὠοῦ φλοῦν ἀκέραιον

525
καύσας καὶ ποιήσας στακτὴν μῖξον σὺν σχιστῷ ἀρσενικῷ καὶ βάλλε εἰς τὰς ῥῖνας τοῦ πάσχοντος· εἰ δὲ οὐκ ἔστιν ἀρσενικὸν, ἔστω ἡ στακτὴ μόνη τοῦ ὠοῦ. ἄλλο. τρίχας αἰγὸς θηλείας καύσας καὶ τρίψας, ὁμοίως καὶ σμύρναν τρίψας καὶ μίξας τὰ ἀμφότερα ἐμφύσησον εἰς τὰς ῥῖνας, εἰ μὲν ἀνδρὸς εἴη μετὰ χάρτου, εἰ δὲ γυναικὸς εἴη, μετὰ ἄλλου τινός. οἶον δὲ μέρος ἐκβάλει τὸ αἷμα, τὸ βυζὶν δῆσον.

Κηκίδας ἀλέσας καὶ ῥοιᾶς φλοιὸν, τοὺς δὲ κόκκους κοπανήσας καὶ μίξας ἐλαίῳ σχιστῷ καὶ μέλιτι καὶ φυράσας, δὸς πρωῒ καὶ ὀψὲ ὡς κηκίδων μέλιτος.

Λαβὼν πηγάνου, πεπέρεως, ζιγγιβέρεως, ἵσα λειώσας μεθ᾿ ὕδατος θερμοῦ δίδου, ἢ ἀρτεμισίαν κόψας καὶ σήσας δίδου, ἢ νίτρον καύσας καὶ λειώσας ἐγχυμάτισον.

Ἐλάφου κέρας θὲς ἐπάνω πανίου καὶ ἐπάνω ἅψον κανδήλαν καὶ μὴ ἐπιλάθου τὴν

526
ἡμέραν καὶ κατὰ χρόνον ἐπικαλοῦ τὸν ἅγιον Δημούσαριν καὶ Ἄρσον, φυλάξοντας τὰ κτήνη καὶ τὸν βίον σοῦ.

Ῥάσδου ῥίζαν κοπανήσας βάλλε εἰς τὸ πλύμμα αὐτῶν.

Τρίψας σκώληκας ἐκ γῆς, μετὰ τὸ φρύξαι ἐπίπασον.

Σμύρναν καὶ ἀλόην τρίψας ἐπίπασον, ἢ ῥητίνην πεύκης, ἢ καὶ μαστίχην καὶ κισσοῦ δάκρυον ποιήσας ἔμπλαστρον ἐπίθες, ἢ τράγειον ἀξούγγιον ἄλειφε τὴν πληγὴν καὶ κέρας αἰγὸς μελαίνης ἐπίπασον. ἄλλο. κόστον στάχυν, κιννάμωμον, ζιγγίβερ, κύμινον ἐξ ἴσου τρίψας καὶ πίσσῃ φυράσας ἐπίθες, ἢ ὄψιν ἄρτου ξηρὰν τρίψας καὶ σὺν οἴνῳ καὶ ἐλαίῳ φυράσας ἐπίθες ἐπὶ ἡμέρας καθ᾿ ἑκάστην ἀλλάσσων.

Σχίσας ὄφιν καὶ λαβὼν τὸ στέαρ αὐτοῦ ἄλειψον μετὰ ξύλου τὸ στεφάνιον τῶν ὀνύχων αὐτοῦ.

Γράψον εἰς 

527
φύλλα δάφνης τὰ στοιχεῖα ταῦτα καὶ θὲς ὑποκάτω τῶν σωγιῶν αὐτοῦ μὴ νοοῦντος τοῦ ἀνακειμένου. ξστ΄. χστστ΄. φθ΄.

Πηγάνου σπέρμα κρέμασον εἰς τὸ προσκεφάλαιον αὐτοῦ μὴ νοοῦντος καὶ οὐ φαντάζεται.

Ὠῷ ἀρσενικὸν μίξας σχιστὸν καὶ πέπερι, κριθάλευρον καὶ δαφνόκοκκα καὶ κωνάρια καὶ δίδου. ἄλλο. σκόροδος κοκκία ζ΄. ἀρσενικοῦ σχιστοῦ καὶ πεπέρεως ἀνὰ κοκκία ιγ΄. βάμβικα, κωνάριον, κηρὸν ὀλίγον μίξας μετὰ κρόκου ὠοῦ λάβε συχνόν.

Ἀρσενικὸν, πέπερι, τυρὸν, ἄσβεστον ζῶσαν ζυμώσας μετ᾿ ὄξους πρόπλασον.

Γλήχωνος, ὀριγάνου, σαμψύχου, ἑρπύλλου, χαμαιμήλου, ἀψινθίον, κενταυρίου, δάφνης φύλλων, συκῆς ἀγρίας, πέπονος ὁμοῦ ἑψήσας μέλιτι σὺν ὕδατι, προανακόψας μέλιτι σὺν ἐλαίῳ καὶ ἅλατι ἐπίβαλλε ἐκ τοῦ ἀποζέματος τὸ ἀρκοῦν.

528

Σικύου ἀγρίου ῥίζας, δάφνης φύλλα, πηγάνου φύλλα, ἀψινθίου, πεντανεύρου, χαμαίδρυος, πρασίου, καλαμίνθης, γλήχωνος, ὀριγάνου, θύμου, θρίθακος, εὐφορβίου, ἀνήθου, πυρέθρου, σταφίδος ἀγρίας· ταῦτα πάντα ἑψήσας ἐν ὕδατι καὶ μίξας μετὰ μέλιτος, ἐλαίου καὶ ἅλατος δίδου εἰς ἐργαλεῖον.