De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου

509
ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως, λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ.

Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις.

Λαβὼν πεπέρεως δραχ. α΄. θέρμων ἀλεύρου γο. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. δὸς ῥοφεῖν. ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περιαφθὲν τραχήλῳ προφυλακτικόν ἐστι βηχός.

510
Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμενοι λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός.

Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον.

Λαβὼν ὀπίου δραχ. β΄. καστορίου δραχ. α΄. ποίει ὀροβιαῖα καὶ δίδου εἰς κοίτην πρὸς δύναμιν.

Πυρέθρου δραχ. β΄. κόστου δραχ. α΄. κόψας καὶ σήσας ἐν δὲ τῇ χρήσει κέλευε ἅπτεσθαι τῶν μυκτήρων καὶ στέλλε εὐθύς.

Λαβὼν στύρακος δραχ. η΄. καστορίου δραχ. δ΄. ζιγγιβέρεως δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἑνώσας ποίει ὀροβιαῖα καὶ πάρεχε εἰς νύκτα β΄. ἢ γ΄. καὶ μὴ ἐπιπινέτω ὁ πίνων παραχρῆμα καὶ ὠφεληθήσεται.

Λαβὼν ὑπερικοῦ, σχοίνου ἄνθους, ἴρεως, ξυλοβαλσάμου γο. α΄. κόψας καὶ σήσας χρῶ ἐπιπαύων τῷ κρανίῳ.

Λαβὼν κόστου φύλλων μαλαβάθρου, κηκίδων, ναρδοστάχυος, ἴρεως, νάρδου Κελτικῆς, ῥόδων ξηρῶν, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον.

Λαβὼν ἐρείκης καρποῦ, κηκίδων, σχοίνου ἄνθους, σαμψύχου, κόστου, ἴρεως, ξυλοβαλσάμου, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον τὴν κεφαλήν.

Λαβὼν ὑσσώπου δραχ. δ΄. ὀριγάνου δραχ. δ΄. γλήχωνος δραχ. β΄. καλαμίνθης δραχ. α΄. σταφίδος ἀγρίας δραχ. α΄. πυρέθρου δραχ. β΄. πρασίου δραχ. α΄. σινήπεως 

512
δραχ. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστην α΄. ἑνώσας ἕψει ἕως οὗ ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστας τρεῖς.

Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ναρδοστάχυος γο. α΄. καρυοφύλλου γο. α΄. κινναμώμου γο. γ΄. πρασίου γο. δ΄. ἴρεως γο. γ΄. κυπέρου γο. β΄. πυρέθρου γο. α΄. ἑψήματος ξέστην μίαν, ὄξους ξέστην α΄. ἕψει ἕως ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

Λαβὼν ὀριγάνου δεσμίδια β΄. γλήχωνος δεσμίδιον α΄. μετὰ ὄξους βαλὼν εἰς χύτραν καθαρὰν καὶ ἰσχάδας στ΄. καὶ σταφίδας ὡσεὶ ιβ΄. ἕως ἀποτριτωθῇ καὶ σακκέλισον καὶ βάλλε εἰς ποτήριον καὶ λαβὼν ἀναγαργάριζε.

Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου, λύει δὲ καὶ ἐμπνευματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι.

513

Λαβὼν σπόγγον λευκὸν καὶ κενὸν καὶ καύσας καὶ λειοτριβήσας μῖξον τὴν σποδιὰν σὺν μέλιτι καὶ πεπέρει τῷ ἀρκοῦντι, καὶ ποιήσας ὡς ἔκλειγμα λάμβανε ὀψὲ μετὰ τὸν δεῖπνον, ὅσον αἴροις τοῖς τρισὶ δακτύλοις.

Χολὴν βοὸς ἄῤῥενος χρῖε τὸν τράχηλον.

Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ καὶ τὸ ζεμμάτιον λαβέτω πρωῒ μετὰ μέλιτος.

Γλήχωνος, ὑσσώπου, πεπέρεως, καρδάμου ἀνὰ γο. α΄. μέλιτι ἀναλαβὼν ποίει τροχίσκους ἀνὰ δραχ. α΄. καὶ χρῶ.