De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Ἀρίθμησον τοὺς ἥλους καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ κοχλίαν ἕνα μετ᾿ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπίχριε, ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἦλοι. [Πρὸς ἥλους καὶ μυρμηκιασμούς.] Ὀστέα φοινίκων καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις. 

502

Λαβὼν γῆς ἔντερα ιε΄. κόκκους πεπέρεως ιε΄. ὄξους τὸ ἀρκοῦν· λειώσας ὁμοῦ χρῖε.

Θηριοδήκτους καὶ λυσσοδήκτους ἰᾶται καρκίνου τῶν ἐντὸς ἡ τέφρα δὺν ὕδατι πινομένη ἅπαξ καὶ δὶς ἀνὰ δρακὸς μιᾶς.

Πολυγόνου κλῶνας β΄. πλέξας στεφάνωσον.

Καρδάμου σπόρον τρίψας μῖξον μετ᾿ ὠοῦ λευκῷ καὶ κατάχριε τὸ μέτωπον καὶ ἐπάνω θὲς στυπία, ἢ τοῦ ἀετοῦ τῆς κεφαλῆς τὸ ὀστοῦν τὸ ὅμοιον τῷ ὁμοίῳ περίαπτε ὁμοίως καὶ τοῦ γυπός. ἄλλο. οἱ ἐν τῇ κεφαλῇ τοῦ λάβρακος εὑρισκόμενοι λίθοι κεφαλαλγίαν ἰῶνται καὶ εἰς ἡμικρανίαν περιαπτόμενοι δεξιὸς δεξιᾷ καὶ ἀριστερὸς ἀριστερᾷ.

Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου

503
ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ᾿ ἐστὶ καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζ΄. μέρος λαδάνῳ πρόσβαλλε καὶ χρῖε.

Μυοχόδων δραχ. γ΄. καλάμων κονατήλων κεκαυμένων δραχ. δ΄. ἀμύγδαλα πικρὰ οβ΄. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ δραχ. δ΄. πολυτρίχων δραχ. ζ΄. νάρδου Κελτικῆς δραχ. α΄. ἐν ὑγροπίσσῳ βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλειφόμενον καθ᾿ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι.

Ἀρκευθίδος ὁ καρπὸς ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον, ἢ δαῦκος Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περδικιάδος χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν

504
ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα, ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμβανόμενα, ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμενος· ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πινόμενα, ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς
505
μεγάλως θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβίλιον ἀκέραιον καύσας καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ ἀναλαβὼν μέλιτι δίδου τῷ πάσχοντι κοχλιάριον ἕν.

Θεῖον ἄπυρον τρίψας καλῶς, ἐμβαλὼν ὠὸν ῥόφησον ἐν βαλανείῳ· ἢ σίνηπι τρίψας καὶ μίξας μέλιτι δίδου δακόλους τρεῖς· ἢ καρδαμόσπορον λεῖον σὺν ὕδατι πινόμενον εἰς κοίτην, ἢ λίβανον τριβόμενον μετὰ μέλιτος καὶ ἐκλειχόμενον πρωῒ καὶ εἰς κοίτην· ἢ ῥαφάνου χυλὸς μετὰ μέλιτος καταῤῥοφούμενος τῷ πρωΐ. ἄλλο. ἀρκευτίδες ε΄. ἢ ζ΄. μετὰ μέλιτος πινόμεναι. ἄλλο. πεπέρεως δραχ. δ΄. καρύων δραχ. β΄. στροβίλου ὑσσώπου ἀνὰ δραχ. α΄. γλήχωνος δραχ. δ΄. ἴρεως δραχ. δ΄. κνίδης σπέρμα δραχ. δ΄. μέλιτος ἡ δόσις κοχλιάριον α΄. ἄλλο. σίνηπι καὶ κύμινον, μελάνθιον, κάρδαμον ἴσα ὁμοῦ κόψας ἀναλάμβανε οἴνῳ καὶ δίδου. ἄλλο. γλήχωνα δίδου μασᾶσθαι συνεχῶς καὶ συντρίψας μετὰ οἴνου καὶ λεάνας δίδου πιεῖν. ἄλλο. κυμίνου πεφρυγμένου δραχ. α΄. μελανθίου πεφρυγμένου δραχ. α΄. πεπέρεως κοκκία

506
μ΄. συντρίψας καὶ ζυμώσας μέλιτι δίδου νήστει καὶ εἰς κοίτην.