De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.

Ἀκακίαν σὺν οἴνῳ χρῖε. [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.

Τοῦτο τὸ μίγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδικηθῆναι ποτέ. κιμωλίας, νίτρου, βρυωνίας ῥίζης ξηρᾶς, σικύου

500
ἀγρίου ῥίζης, κυάμου ἀλεύρου ἀνὰ γο. β΄. λειοτριβήσας ὁμοῦ καὶ ἑνώσας εἰς γλοιοῦ πάχος χρῶ ἐν βαλανείῳ ὡς κάλλιστον.

Ἀγριοσταφίδας μετὰ μαστίχης δίδου μασᾶσθαι ἢ μαστίχην καὶ ζίγγιβερ, εἰ δὲ ἢ μαστίχη σκληρὰ εἴη, πρόπλεξον καὶ ὀλίγον κηρόν.

Πήγανον κόψον ἐπιμελῶς καὶ σὺν ὄξει καὶ ῥοδίνῳ κατάχριε τὸ μέτωπον.

Πράσου κεφαλὴν καὶ κόμην ἑψήσας ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβήσας κατάχριε τὸ μέτωπον.

Σανδαράχης, σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι.

Λαβὼν εὐζώμου σπέρμα γο. γ΄.

501
πηγάνου χλωροῦ γο. ζ΄. πεπέρεως κόκκους λα΄. ὠῶν τριῶν τὸ λευκὸν, ὄξους τὸ ἀρκοῦν χρῖε τὸν τόπον.

Εὐφορβίου δραχ. δ΄. θαψίας χυλοῦ δραχ. στ΄. ζιγγιβέρεος δραχ. α΄. ὀπίου δραχ. γ΄. ὀποπάνακος δραχ. β΄. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι ῥευματιζομένοις ποιεῖ θαυμαστῶς.