De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Ἀρσενικὸν σχιστὸν, πέπερι, πράσιον, κριθῆς ἄλευρον, χαμαίδρυν, ἀμπέλου ῥίζης δέρμα, χαμαιλεύκην, μαστίχην κόστον, κρόκον ὠῶν, πάντα ἑνώσας πλάττε κολλούρια καὶ κάπνιζε νήστει καὶ εἰς κοίτην. ἄλλο. πέπερι, κάρυα, ἀρσενικὸν σχιστὸν συντρίψας καὶ μίξας μέλιτι κάπνιζε. ἄλλο. βούτυρον, στέαρ χηνὸς, ῥητίνην μέλιτι συντρίψας δίδου νήστει καὶ εἰς κοίτην. ἄλλο. ῥάβδον μαράθρου καὶ σπέρμα πεπέρεως συντρίψας καὶ μετὰ μέλιτος ζυμώσας δίδου. ἄλλο. φυσαλίδας ἑψήσας σὺν ταῖς ῥίζαις δὸς πιεῖν.

Κόστον, κιννάμωμον, ῥῆον βάρβαρον ἀνὰ δραχ. α΄. συντρίψας καὶ ἑνώσας μετ᾿ οἴνου χλιαροῦ πότισον.

Λαβὼν λιβάνου, πεπέρεως, 

507
ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου πάντα ὁμοῦ συντρίψας μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς κοίτην· ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν καὶ ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ᾿ οἴνου χλιαροῦ πότισον ἐν λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρόκον ὠοῦ μίξας ἐπάλειφε εἰς βάμβηκα καὶ κάπνιζε διὰ κιχώνης, ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος, δίδου αὐτῷ καὶ καταπιεῖν βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ πάλιν καπνιζέσθω, ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ κράμβης χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην· ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ δραχ. γ΄. μίξας χλιαρὸν πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυρίαζε τὸν στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν, ἀλλὰ τὴν σκευασίαν τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ χλιάνας πυρίαζον μετὰ σπόγγων τὸν στόμαχον. ἄλλο. θέρμων ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε τοὺς πόδας βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ
508
πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ κόκκους ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης σπέρμα τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον νηστικῷ, ἢ ὕσσωπον καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς πιεῖν προεψήσας·ἢ βερονίκην φυράσας μετὰ μέλιτος δίδου φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ· ἢ χαμαιλεύκη θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην.

Λαβὼν τραγακάνθης, κόμμεως ἀνὰ δραχ. α΄. σμύρνης καλῆς δραχ. α΄. γλυκυῤῥίζης χυλοῦ καὶ γλυκέος τὸ ἀρκοῦν, κόψας πάντα καὶ ἑνώσας, ἐπειδὰν λειωθῶσι, τὰ ξηρία μῖξον μετὰ τῶν λοιπῶν.

Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου

509
ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως, λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ.

Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις.

Λαβὼν πεπέρεως δραχ. α΄. θέρμων ἀλεύρου γο. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. δὸς ῥοφεῖν. ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περιαφθὲν τραχήλῳ προφυλακτικόν ἐστι βηχός.

510
Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμενοι λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός.

Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον.