De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Βάλλε καρδαμοσπόρον εἰς καινὸν τζουκάλιον ἕως ἑψηθῇ, καὶ λαβὼν ὠὸν ἔκζεσον χωρὶς καὶ ἐκλέπισον καὶ ἔπαρον τὸ ἄσπρον αὐτοῦ χωρὶς καὶ κόψον αὐτὸ λεπτῶς καὶ ἔμβαλον τῷ ἑψηθέντι καρδαμοσπόρῳ καὶ βρασάτωσαν μίαν καὶ εἰ θέλει ὁ νοσῶν φαγέτω αὐτὸ, εἰ δὲ οὐχὶ, ἕως γένηται ὕδωρ καὶ ἀσπίει αὐτό· ἢ ταύρου νεφροὺς φρύξας πότισον, ἢ τυρὸν παλαιὸν ἐξέσας μετ᾿ ὄξους δριμέος δὸς φαγεῖν νήστει.

Πάγουρον ποτάμιον κοπανήσας καὶ εἰς πανίον ἀποπιάσας δὸς πιεῖν· ἢ μαράθρων ῥίζας ἀποτριτώσας δὸς πιεῖν τῷ πάσχοντι.

Ἄσβεστον καὶ ἀρσενίκιον νέον ἑνώσας, ἐπίθες.

Πεντάνευρον καὶ σκορπίδιον καὶ ὄξος βραχὺ ἄλειφε τὸν τόπον, ἢ βάλλε σίνηπι καὶ ἰσχάδας καὶ κοπάνησον καὶ ἐπίπλασον ἐν λουτρῷ.

561

Μαλάχην καὶ κριθάλευρον καὶ λινόσπορον κοπανίσας καὶ τηγανίσας μετ᾿ ἐλαίου ἐπίθες τῷ τόπῳ.

Λαβὼν πίσσαν καὶ κόνιν τοῦ λιβάνου καὶ φοινίκια καὶ ἄνθος μαλάχης καὶ τοῦ ὠοῦ τὸ λευκὸν ἐπίθες καὶ ἐπάνω στυππεῖα καὶ καλάμωσον καὶ φασκίωσον, καὶ ἰᾶται.

Χαμαίδρυν ἑψήσας μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν τρίτον.

Ὄστρακον πυρωθὲν ἐπίθες, ἢ πτερύγιον μετὰ μέλιτος δὸς πιεῖν, ἢ κύψας οἷον λίθον πιάσῃς ἐπίθες.

Καρίδιον καὶ πλατυκύμινον καὶ ζωχίου ῥίζαν ἀποτριτώσας δὸς πιεῖν μετ᾿ οἴνου παλαιοῦ καὶ φορείτω καὶ γλανέων ὀστᾶ, καὶ γὰρ καπνιζόμενα δαίμονας διώκει.

Λαγωοῦ μήτραν φρύξας καὶ λειώσας πότισον συνεχῶς. ἐχέτω δὲ καὶ τὸ αἷμα αὐτοῦ, ἢ 

562
ἀλώπεκος κόπρον μίξας μετὰ βοείου ἀλείμματος ἄλειφε τὸ αἰδοῖον τῆς γυναικὸς ὁμοίως καὶ τοῦ ἀνδρός.

Γάλα γυναικεῖον μετὰ μέλιτος καὶ ῥίζας ἀμαράνθου δὸς πιεῖν καὶ ἐξέρχεται.

Μάραθρον καὶ ἄνηθον μετὰ μέλιτος ἑψήσας καὶ οἴνου χρῖε καθ᾿ ἡμέραν τοὺς μασθοὺς, καὶ ποιεῖ γάλα ἡ γυνή.

Ὄρνιθα σφάξας καὶ καρφίον τυλίξας πάνην λινοῦν καὶ βάλλε ἔσωθεν τῆς ὄρνιθος καὶ ἃς ἑψηθῇ καὶ δὸς πιεῖν τὸν ζωμὸν, ῥάψον δὲ τὴν ὄρνιν, ἢ ὄψιν ψωμίου καὶ μανητάρην ἀληθινὸν, καὶ καρίδιον καύσας δὸς πιεῖν.

Κόψον γούλαν ἀλέκτορος καθώς ἐστι μετὰ τοῦ λάρυγγος καὶ καύσας καὶ τρίψας καλῶς μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν.

Ῥεπαπόσπορον τρίψας ἔνιε μετὰ μέλιτος καὶ τίθου εἰς ῥάκος καὶ τύλιξον τὸ αἰδοῖον.

563

Σίνηπι καὶ ἡδύοσμον ἕψει μετ᾿ ὄξους καὶ τίθει.

Ὕδωρ θαλάσσιον, βρύον θαλάσσης ἐκζέσας καὶ ὑποπιάσας ἐπίθες.

Σμύρναν λεγόμενον μοὺρ καὶ ψύλλιον ἤτοι πυζουρκατοῦν μύστρον μετ᾿ ὄξους ἄλειφε τοὺς πόδας.

Λαβὼν ξυλαλόην καὶ ἄκαρον, κύπερον καὶ μαστίχην, λίβανον, μελάνθιον, μάραθρον καὶ σπάντως, τρῖψον λίαν καὶ ἕνωσον μεθ᾿ ὕδατος ῥοιᾶς καὶ μέλιτος ἀκάπνου, δίδου νήστει.

Ῥοσάτον τοῦ ζουφὰ ἤτοι τοῦ ὑσσώπου, ὅπερ ὠφελεῖ εἰς τὸν βῆχα καὶ τὴν στένωσιν καὶ εἰς τὸν πόνον τοῦ στήθους, ἡ σκευασία. μανουσιάκων δραχ. β΄. οὐνάπια ἤτοι ξύντζιφα κ΄. ζεπιστάνια ἤτοι μυξία κ΄. συκάδια ἀσπρ. γλυκέα ιε΄. ἤτοι γλυκύῤῥιζαν μεσότριπτον δραχ. α΄. χασχάσιν κεκοπανισμένον ἤτοι κωδείαν δραχ. ε΄. παρήσαυσα

564
ἤτοι πολύτριχον δραχ. β΄. ἀνησούεν ἤτοι γλυκάνισον δραχ. β΄. τόλμη καραὺς ἤτοι σελινόσπερμον δραχ. β΄. σταφίδας, κοκκία καλὰ λογαρικῆς (S"). ζουφὰν ἤτοι ὕσσωπον δραχ. γ΄. ῥαζανὸν ἤτοι μαραθρόσπορον δραχ. β΄. σταφίδας κόκκια, τὰ ἀμφότερα ἀναμίξας πλῦνον καὶ αἱμοσχάσουν μεθ᾿ ὕδατος κρύου ἡμέραν α΄. καὶ τῷ πρωῒ, ἵν᾿ ἑψηθῇ μετὰ τοῦ ῥηθέντος δηλονότι λογαρικύου γο. δ΄. καὶ ἀνεψηθῇ ἕως γένηται τὸ ὕδωρ λογαρικὴ α(S"). καὶ τότε σακκελισθῇ καὶ ἵνα κατασταθείη μὴ ἔχειν ὕλην καὶ ἔπειτα βάλλε σάκχαρ λογαρικὴν α΄. ἵνα γένηται ζουλάπιον καὶ καθ᾿ ἑκάστην ἡμέραν α΄. πίε ἐξ αὐτοῦ ἕως ἡμέρας η΄. ἐπίσταξον ἀμυγδαέλαιον.